- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:340.31-342.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》卷五第16章(1021b12)论“完全”与第17章(1022a4)论“界限”的注解。阿斯克勒庇俄斯阐释了“完全”的诸种含义(外部无欠缺部分、德性之顶峰、具备优秀终极),随后分析了“界限”作为极致界线、目的因与形式因以及认识之终结的多重意义。
" Τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν." Τέλειόν ἐστιν ἓν μὲν οὗτινος μὴ ἔστι λαβεῖν ἔξωθεν μηθὲν μόριον, οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου· οὐ γὰρ δυνατόν ἐστι τὸ ἀνθρώπειον ζῷον ἔξω τῶν ἑκατὸν εἴκοσιν ἐνιαυτῶν λαβεῖν χρόνον τινὰ καὶ εἰπεῖν ὅτι μέρος τῶν ἑκατὸν εἴκοσιν ἐτῶν· οὔτε γὰρ ὑπερβῆναι, φησί, δυνατόν ἐστι τὰ ἑκατὸν εἴκοσιν ἔτη. τέλειον δέ ἐστι καὶ τὸ κατ’ ἀρετὴν καὶ τὸ μὴ ἔχον ὑπερβολὴν τοῦ καλῶς ἔχοντος πρὸς τὸ γένος,1 οἷον τέλειος λέγεται ἰατρὸς καὶ τέλειος αὐλητής, ὅταν κατὰ τὴν οἰκείαν ἀρετὴν μηδὲν ἐλλείπωσιν, ἀλλ’ εἰς ἄκρον ἔλθωσι τῆς ἀρετῆς. λοιπὸν τοῦτο αὐτὸ μεταφέροντες λέγομεν καὶ ἐπὶ τῶν κακῶν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. λέγομεν γὰρ συκοφάντην τέλειον καὶ κλέπτην τέλειον, ἐπειδὴ καὶ ἀγαθοὺς λέγομεν αὐτοὺς δι’ ἣν αἰτίαν ἐν τῇ θεωρίᾳ εἰρήκαμεν εἶναι κλέπτην ἀγαθὸν καὶ συκοφάντην ἀγαθόν· ἡ γὰρ ἀρετὴ ἑκάστου τελείωσις ἑκάστου ἐστίν· ἕκαστον γὰρ τότε τέλειόν ἐστιν, ὅταν ἀπολάβῃ τὴν οἰκείαν ἀρετήν, καὶ ἐπὶ ἐμψύχων καὶ ἐπὶ ἀψύχων. διό, φησί, καὶ οὐσία πᾶσα τότε ἐστὶ τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι μόριον2 τοῦ κατὰ φύσιν μεγέθους ἀντὶ τοῦ εἴδους τῆς ἀρετῆς, ὅταν τελείαν ἔχωσι τὴν ἀρετήν. 〈ἔτι〉 οἷς ὑπάρχει τὸ τέλος σπουδαῖον, ταῦτα λέγεται τέλεια, ἐπειδὴ σπεύδουσι πρὸς τὸ οἰκεῖον τέλος ἐλθεῖν, τουτέστι πρὸς τὴν οἰκείαν ἀρετήν· κατὰ γὰρ τὸ ἔχειν τὸ τέλος σπουδαῖον ταῦτα λέγεται τέλεια. ἐπεὶ οὖν τὸ τέλος ἐδείχθη τῶν ἐσχάτων ὑπάρχειν, καὶ ἐπὶ τὰ φαῦλα μεταφέροντες λέγομεν τελείως ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν μηδὲν ἐλλείπῃ τῆς φθορᾶς καὶ τοῦ κακοῦ, ἀλλὰ τελείως ἐπὶ τοῦ ἐσχάτου ὑπάρχῃ. διὰ τοῦτο γὰρ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέλος· ‘ἔχει τελευτήν, ἧσπερ ἕνεκ’ ἐγένετο’· τέλος γάρ ἐστι καὶ τὸ οὗ ἕνεκα ἔσχατον. ὥστε τὰ καθ’ αὑτὰ λεγόμενα τέλεια τοσαυταχῶς λέγεται, τὰ μὲν τῷ μηδὲν ἐλλείπειν κατὰ τὸ εὖ, τουτέστι κατὰ τὴν ἀρετήν, * * * ἔχειν ὑπερβολὴν ἐν ἑκάστῳ γένει, ὥσπερ ἐπὶ ἰατρικῆς καὶ αὐλητικῆς εἴρηται. τὰ μέντοι γε ἄλλα λέγεται τέλεια τῷ ἢ ποιεῖν τι (ὡς ἐπὶ τοῦ Ἱπποκράτους εἴρηται, τέλειος ἰατρὸς ὁ δυνάμενος καὶ ἄλλον ποιεῖν) ἢ ἔχειν, ὡς ἐπὶ τῆς μελίας Ἀχιλλέως εἰρήκαμεν, ἢ ἁρμόττοντα, ὡς ἐπὶ τοῦ θώρακος, ἢ ἄλλως πως πρὸς τὰ πρώτως λεγόμενα.
“完全,在一种意义上是指在其外部不能取得任何东西者。” 完全的东西在一种意义上是指在其外部不能取得任何部分者,例如每一事物的完全的时间就是这样一种时间,在其外部不能取得属于这一时间之部分的某种时间;因为在人类这一动物的情形中,不可能在一百二十年之外取得某种时间并说它是这一百二十年的部分;因为他说,超越这一百二十年是不可能的。依德性而言的完全者也是如此,即在相对于该属的完好状态上没有超越之物者;例如,当医生和笛手依照固有的德性毫无欠缺,而是达到了德性的顶峰时,便被称为完全的医生和完全的笛手。随后,我们将此概念隐喻地移用于坏事上,正如在讲论中所述。因为我们说完全的诽谤者和完全的盗贼,因为我们也称他们为好的,其原因正如我们在讲论中所说存在着好的盗贼和好的诽谤者;因为每一事物的德性就是每一事物的完成;因为每一事物在获得固有的德性时才是完全的,无论在有生命之物还是无生命之物上皆是如此。因此他说,一切实体也在此时是完全的:即当依其固有德性的形式而言,它们毫不欠缺其自然大小的任何部分——用以代替德性的形式——当它们拥有完全的德性之时。〈此外〉凡作为优秀者的终极属于它们的事物,被称为完全的,因为它们急于达到其固有的终极,即固有的德性;因为正是就具有优秀的终极而言,这些事物被称为完全的。既然终极已被表明属于最终之事,我们便隐喻地移用于低劣之事,在毁灭和恶毫无欠缺而完全处于极限之时,说“完全丧亡”和“完全毁灭”。因为正是因此,绝命也由隐喻被称为终极:“它拥有其为此而生成的终局”;因为作为终极的为此目的也是一种最终之事。因此,就自身而言被称为完全的事物是在如此多的意义上被述说的:有些是因为在良好状态上,即在德性上毫无欠缺,* * * 在每个属中具有超越,正如在医术和笛术的情形中所言。然而其他事物被称为完全的,或是由于产生某物(正如在希波克拉底的情形中所述,完全的医生是能够培养出另一位的人),或是由于拥有[某物],正如我们在阿喀琉斯的梣木枪的情形中所述,或是由于适宜,正如在胸甲的情形中,或是由于以某种其他方式与最原初被述说的事物相关。
"Πέρας λέγεται τὸ ἔσχατον ἑκάστου." Εἰπὼν περὶ τοῦ τελείου ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ πέρατος, καί φησιν ὅτι πέρας λέγεται τὸ ἑκάστου ἔσχατον καὶ οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν πρώτου, καὶ οὗτινος πρώτου ἔνδον πάντα ὑπάρχει,3 ὡς ἐπὶ τῆς ἐπιφανείας εἴρηται· καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους (ἵνα εἴπῃ περὶ τοῦ ἑκάστου σχήματος) ἢ ἔχοντος μέγεθος (ἵνα εἴπῃ περὶ τῆς μορφῆς) καὶ τὸ τέλος ἑκάστου. διό φησι τοιοῦτον δὲ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις, τουτέστι τὸ τελικὸν αἴτιον· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶσα πρᾶξις ἐπὶ τὸ αὐτὸ ἐπείγεται, τοιοῦτον 〈δέ〉 ἐστιν τὸ ἐφ’ ὃ καὶ οὐ τὸ ἀφ’ οὗ, τουτέστιν ἡ ἀρχή. ἔστι δ’ ὅτε ἀμφότερα γίνονται πέρατα, καὶ τὸ τέλος καὶ ἡ ἀρχή, ὡς ἐδείξαμεν. φησὶν οὖν ὅτι λέγεται πέρας καὶ τὸ εἰδικὸν αἴτιον, τουτέστιν ἡ οὐσία ἑκάστου· τῆς γνώσεως γὰρ τοῦτο πέρας, ἐπειδὴ ὁ ὁρισμὸς ἑκάστου τὸ εἶδος ἑκάστου ἐστίν· γνόντες οὖν τὸν ὁρισμὸν ἱστάμεθα καὶ οὐκέτι προερχόμεθα λαβόντες πέρας. * * * ἔστι πέρας * * * φανερὸν ὅτι * * * τῶν γὰρ πραγμάτων αἱ γνώσεις * * * φανερὸν ὅτι ὁσαχῶς λέγεται ἡ ἀ * * * καὶ τὸ πέρας, εἴ γε ἐδείχθη καὶ ἡ ἀ * * * πρὸς τούτοις δὲ καὶ τὸ πλεῖον τῆς ἀρχῆς πέρας ἐδείχθη, τὸ δὲ πέρας οὐ * * * λέγεται γὰρ πέρας * * *
“界限被称为每一事物的最终之物。” 在谈论了完全之后,他从这里开始向我们谈论界限,并且说,界限被称为每一事物的最终之物,既是作为原初之物其外不能取得任何东西者,也是作为原初之物其内存在着一切者,正如在表面这一情形中所言;以及凡作为量度的形式者(以便他谈论每一事物的形状),或作为具有量度者的形式者(以便他谈论形态),以及每一事物的终极。因此他说,这样的一种东西乃是运动与行动所朝向者,即目的因;因为一切始基与一切行动都奔向同一事物,而这样的东西是所朝向者,而非所由出发者,即始基。但有时两者都成为界限,既是终极又是始基,正如我们所表明的。因此他说,形式因即每一事物的实体也被称为界限;因为这是认识的界限,既然每一事物的定义就是每一事物的形式;因此,当我们认识了定义,我们便止步而不再前行,因为已经把握了界限。* * * 是界限 * * * 显然 * * * 因为事物的知识 * * * 显然,始[基]在多少种意义上被述说 * * * 界限也是如此,如果始[基]也已被表明 * * * 此外,界限被表明多于始基,而界限不 * * * 因为界限被称为 * * *
- 5.51τὸ μὴ ἔχον ὑπερβολὴν τοῦ καλῶς ἔχοντος πρὸς τὸ γένος
τοῦ καλῶς ἔχοντος 是名词化短语,作为依赖于 ὑπερβολήν(“在良好状态上的超越/超群”)的宾格性属格(或比较属格)。πρὸς τὸ γένος 则指明比较的标准与范围(“相对于该属而言”),意指在该类之中没有任何东西在完好状态上能够超越它。
- 5.51οὐσία πᾶσα τότε ἐστὶ τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι μόριον
主句使用单数主语和动词(οὐσία πᾶσα ... ἐστί),而时间从句的动词(ἐλλείπωσι)则采用第三人称复数。这属于依据意念的一致(constructio ad sensum),将分配意义上的单数“一切实体”按复数理解为各个具体的实体。
- 5.52καὶ οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν πρώτου, καὶ οὗτινος πρώτου ἔνδον πάντα ὑπάρχει
πρώτου 在性、数、格上与属格关系代词 οὗτινος 一致,并起述语性作用(“作为原初之物,在其外部……”以及“在其内部……”)。它将界限(πέρας)本身规定为外部不落任何事物、内部包含一切的原初界线。
