- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:339.22-340.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯结合四种原因和具体例证,注解了亚里士多德《形而上学》第5卷第18章中“就……而言”(καθό)与“就自身而言”(καθ’ αὑτό)的多种含义,以及第19章关于“配置”(διάθεσις)的定义与分类(依位置、能力和形式)。
διὸ οὐ πᾶσα ἀρχὴ γίνεται αἰτία τοῦ πράγματος, οἷον εἴ τις βούλοιτο λευκᾶναι τι, οὐκ ἂν λευκαίνοι αὐτὸ ἀρχὴν ποιησάμενος τὸ βαδίζειν ἢ τὸ ἀναγινώσκειν· ὥστε ὥρισται ἡ ἀρχή. Ταῦτα εἰρηκὼς περὶ τοῦ πέρατος μετέρχεται καὶ λέγει ἡμῖν λοιπὸν περὶ τοῦ καθό, καί φησιν ὅτι καὶ τὸ καθὸ πολλαχῶς λέγεται· ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷόν φαμεν τὸν Σωκράτη ὅτι καθὸ ἀγαθός, ἀγαθός ἐστιν· οὐ γὰρ καθὸ Σωκράτης, ἐπεὶ οὕτως ἔδει τὸν μὴ ὄντα Σωκράτην μὴ εἶναι ἀγαθόν. λέγεται δὲ καθὸ καὶ ἐν ᾧ πρώτως πέφυκε γίνεσθαί τι, ὥσπερ ἐν τῇ ἐπιφανείᾳ τὸ χρῶμα· φαμὲν γὰρ ὅτι κατὰ τὴν ἐπιφάνειάν ἐστι τὸ χρῶμα, καθὸ πρώτως ὁμιλεῖ τῇ ἐπιφανείᾳ. † καθό ἐστι τοῦτο ἐπὶ τοῦ εἴδους. λέγεται δὲ τὸ καθὸ καὶ ἐπὶ τῆς ὕλης. διὰ τί οὐκ ἔστι ποικιλόμορφον ζῷον ὁ ἄνθρωπος; καθὸ τοιαύτης ἐστὶ κράσεως. λέγεται δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου, ὅτι τεκταίνεται τὴν οἰκίαν, καθὸ οἰκοδόμος, οὐ καθὸ φαλακρὸς ἢ σιμός, ὡς εἴρηται ἐν τῇ Φυσικῇ. λέγεται δὲ καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου· ἕκαστον γὰρ ἐπὶ τὸ οἰκεῖον τέλος ἐπείγεται, καθὸ τὸ ἀγαθὸν τὸ ἑκάστου ὄντος τέλος αὐτοῦ ὑπάρχει. λέγεται τὸ καθὸ καὶ κατὰ τὴν θέσιν. διὰ τί ἐν τῷδε τῷ μέρει τῆς πόλεως ἕστηκεν ὁ ἀνδριὰς τοῦ Σωκράτους; καθὸ φιλόσοφος· ἡ Ἀκαδήμεια γάρ ἐστι. καὶ πάλιν ἐν ποίῳ μέρει τῆς πόλεως ἦν ὁ Σωκράτης, ἡνίκα ὁ σεισμὸς γέγονε; κατὰ τόδε τὸ μέρος. ταῦτα εἰρηκὼς περὶ τοῦ καθὸ μετέρχεται ἐπὶ τὸ καθ’ αὑτό, καί φησιν ὅτι τοσαυταχῶς καὶ τὸ καθ’ αὑτὸ λέγεται, ὁσαχῶς λέγεται τὸ καθό, οἷον ζῷον ὁ Καλλίας καθ’ αὑτὸ ὑπάρχει· ἐν γὰρ τῷ ὁρισμῷ τοῦ Καλλίου παραλαμβάνεται τὸ ζῷον. λέγεται οὖν τὸ καθ’ αὑτὸ ὡς ποιητικὸν αἴτιον, οἷον καθ’ αὑτὸ ὁ ἄνθρωπος οἰκοδόμος ὑπάρχει καὶ ἰατρός, καὶ ὡς ὑλικὸν αἴτιον· καθ’ αὑτὸ γὰρ ἡ ναῦς γέγονεν ἐκ τῆσδε τῆς ὕλης. καὶ ὡς εἰδικὸν αἴτιον· καθ’ αὑτὸ ὁ ἄνθρωπος ἄνθρωπός ἐστι· τοῦ γὰρ ἀνθρώπου πολλὰ ὑπάρχουσιν αἴτια, οἷον τὸ εἶναι ζῷον, τὸ λογικόν, τὸ θνητόν, τὸ δίπουν, τοῦ δ’ εἶναι ἀνθρώπῳ αἴτιόν ἐστι τὸ ὑπὸ τὸν ἄνθρωπον εἶναι.1 ὥστε ἐντεῦθεν ἔχομεν ὅτι ἕτερόν ἐστί τι ὁ ἄνθρωπος παρὰ τὴν τούτων συμφόρησιν, τουτέστι τὴν τοῦ ζῴου λογικοῦ θνητοῦ· οὐ γὰρ κατὰ ταῦτά ἐστιν, ἀλλὰ καθὸ ἄνθρωπος ὑπάρχει, ὅπερ ἐστὶν ἕτερον τοῦτο τὸ ἐπιγενόμενον παρὰ τὴν τούτων σύνθεσιν.2 λέγεται δὲ καθ’ αὑτὸ καὶ τὸ τελικὸν αἴτιον· καθ’ αὑτὸ γὰρ τέλος τοῦ ἀνθρώπου τὸ εἶδος τοῦ ἀνθρώπου. ἔτι δὲ λέγεται καθ’ αὑτὸ καὶ τὸ πρώτως ὑπάρχον τινί, οἷον καθ’ αὑτὸ λέγεται ἡ ἐπιφάνεια λευκή, ἐπειδὴ πρώτως αὐτῇ ὑπάρχει τὸ λευκόν, καὶ πάλιν ζῆν ὁ ἄνθρωπος καθ’ αὑτὸ ἀπὸ μέρους· ἡ γὰρ ψυχὴ μέρος τι τοῦ ἀνθρώπου, ἐν ᾗ πρώτῃ ὑπάρχει τὸ ζῆν, ὥσπερ καὶ ὁρᾶν λέγεται πρώτως ἐκ τῶν ὀφθαλμῶν τὸ πᾶν. Εἶτα λοιπὸν λέγει ἡμῖν καὶ περὶ διαθέσεως, καί φησιν ὅτι διάθεσις λέγεται τοῦ ἔχοντος μέρη ἡ τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ’ εἶδος. κατὰ τόπον μέν, ὅτι τέτακται μὲν ἡ γῆ, εἰ τύχοι, πρὸς τῷ κέντρῳ, τὸ δὲ πῦρ ἀνωτέρω· τοιάνδε γὰρ θέσιν δηλοῦσι ταῦτα. ὁμοίως καὶ ἐπὶ τῆς δυνάμεως, ὡς ἐπὶ τῶν ψυχικῶν δυνάμεων, ἡνίκα κρατεῖ ὁ λόγος τῶν παθῶν, τοιάδε διάθεσις καὶ θέσις θεωρεῖται. καὶ ἐπὶ τῆς μορφῆς, ὅτι θέσις τίς ἐστιν, ὥστε εἶναι τὸ μὲν στόμα κοῖλον, τὴν δὲ ῥῖνα κυρτήν, καὶ τῶν αἰσθητηρίων τὰ μὲν εἶναι ἀντροειδῆ τὰ δὲ κυρτά.
因此,并非每一个始基都成为事物的原因;例如,若有人想要使某物变白,他若把散步或读书当作始基,便不能使之变白;所以始基是被限定的。在论及界限的这些事情之后,他接下来转入并向我们论述“就……而言”,并且说“就……而言”也是在多种意义上被述说的:一种方式是作为每一事物的形式和实体,例如我们关于苏格拉底说,他就其为善的而言是善的;因为并非就其为苏格拉底而言,否则非苏格拉底者就必然不是善的。此外,“就……而言”也被称为某物天然地最原初在其中产生的东西,正如在表面中的颜色;因为我们说颜色是依据表面的,就其最原初与表面相接而言。†在形式的情形中这是就……而言†。而在质料的情形中也述说“就……而言”:为什么人不是形态多样的动物?就其具有此种混合而言。在动力因的情形中也述说:他建盖房屋,乃是就其为建筑者而言,而非就其为秃头或塌鼻子而言,正如在《物理学》中所言。在目的因的情形中也述说;因为每一事物都奔向其固有的终极,就每一存在者的善作为其终极而存在而言。此外,“就……而言”也依据位置被述说:为什么苏格拉底的雕像立在城邦的这一部分?就其为哲学家而言;因为那是阿卡德米。再者,当发生地震时,苏格拉底在城邦的哪一部分?在这一部分。在论及“就……而言”的这些事情之后,他转入“就自身而言”,并且说,“就……而言”有多少种说法,“就自身而言”也有同样多的说法:例如,卡利亚斯就自身而言作为动物而存在;因为在卡利亚斯的定义中包含了动物。因此,“就自身而言”既作为动力因被述说,例如人就自身而言作为建筑者和医者而存在;也作为质料因被述说,因为船就自身而言由这一质料生成;也作为形式因被述说,人就自身而言是人;因为人存在着许多原因,例如作为动物、理性的、必死的、双足的,但是对人而言存在的原因,乃是在人[这一普遍概念]之下存在。因此我们由此得知,人是某种不同于这些属性的堆积——即不同于理性的、必死的动物——的东西;因为[人]并非依这些而存在,而是就其为人而言存在,而这就是超越这些属性的组合而额外生成的那另一者。此外,“就自身而言”也被称为目的因;因为人就自身而言的终极就是人的形式。再者,“就自身而言”也被称为最原初属于某物的东西,例如表面被称为就自身而言是白的,因为白最原初属于它;再者,人被说成是由部分而言就自身而言活着;因为灵魂是人的某个部分,生命最原初属于灵魂,正如整体被说成最原初因眼睛而观看一样。随后,他接下来也向我们论述配置,并且说,配置被称为具有部分之物的秩序,或者依据位置,或者依据能力,或者依据形式。依位置而言,例如土被配置在朝向中心之处,而火在更高处;因为这些显明了这样一种位置。同样在能力的情形中,正如在灵魂诸能力的情形中,当理性支配情感时,就考察到这样一种配置和位置。而在形态的情形中,乃是存在某种位置,以致口是凹陷的,鼻是隆起的,各感觉器官有的呈洞穴状,有的呈弯曲状。
- 5.50τοῦ δ’ εἶναι ἀνθρώπῳ αἴτιόν ἐστι τὸ ὑπὸ τὸν ἄνθρωπον εἶναι
属格冠词不定式短语 τοῦ εἶναι ἀνθρώπῳ 作为作表语的名词 αἴτιόν(原因)的限定语(即“作为人存在的原因”)。与格 ἀνθρώπῳ 是表示关涉的与格(“对人而言的存在”,即本质)。全句的主语是带有定冠词的不定式短语 τὸ ὑπὸ τὸν ἄνθρωπον εἶναι(“处于‘人’这一概念之下”)。
- 5.50παρὰ τὴν τούτων σύνθεσιν
介词 παρά 支配宾格,表示“在……之外”“超出”(相当于拉丁语 praeter)。它表明,人的实体性存在不仅仅是各组成部分(动物、理性的、必死的)的简单相加,而是超出它们的组合并额外产生的不同之物。
