- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:33.7-33.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了留基伯和德谟克利特如何将原子与虚空确立为质料因,通过形状、次序与位置的差异来解释事物,却未能说明运动的动力因,并总结了前人对这两种原因探究的局限。
" Λεύκιππος δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος." Εὐθύνας τὰς Ἐμπεδοκλέους δόξας καὶ Ἀναξαγόρου μετέρχεται λοιπὸν ἐπὶ τὸν Λεύκιππον καὶ τὸν μαθητὴν αὐτοῦ Δημόκριτον καί φησιν ὅτι στοιχεῖα τῶν ὄντων ὑλικὰ ἔλεγον τὰς ἀτόμους καὶ τὸ κενόν· καὶ τὰς μὲν ἀτόμους ἔλεγον ὄν, τὸ δὲ κενὸν οὐκ ὄν. καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἐπὶ πλέον τὸ ὂν τοῦ μὴ ὄντος, ἐπειδὴ οὔτε τὸ σῶμα, τουτέστιν αἱ ἄτομοι, πλείονες ὑπάρχουσι τοῦ κενοῦ· πανταχοῦ γὰρ καὶ κενὸν καὶ ἄτομοι ὑπάρχουσιν. οὕτως φησὶ καὶ ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ, ὅτι οὐκ ἔστιν ἐπ’ ἔλαττον τὸ μὴ ὂν τοῦ ὄντος· μὴ ὂν δὲ λέγει τὸ κατὰ τὴν ἑτερότητα· διὰ πάντων γὰρ τῶν ὄντων πεφοίτηκεν. πάντα γὰρ τὰ ὄντα ὡς πρὸς ἄλληλα παραβαλλόμενα μὴ ὄντα ὑπάρχουσιν· ὁ γὰρ ἄνθρωπος μὴ ὄν ἐστιν ὡς πρὸς ἵππον. τὸ δὲ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητὸν λέγει εἶναι οὔτε δοξαστόν. περὶ οὗ ὁ Δημόκριτός φησι μὴ εἶναι ἐπ’ ἔλαττον τοῦ ὄντος. αἴτια οὖν ταῦτα ὑλικὰ ὑποτίθενται τὰς ἀτόμους καὶ τὸ κενὸν οἱ περὶ τὸν Δημόκριτον. καὶ καθάπερ, φησίν, οἱ ἓν ποιοῦντες τὴν ὑποκειμένην οὐσίαν τὰ ἄλλα γεννῶσι τοῖς πάθεσιν αὐτῆς διὰ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ, ὄντων ποιητικῶν ἀρχῶν,1 οὕτω καὶ οὗτοι τὰς διαφορὰς αἰτίας τῶν ἄλλων εἶναί φασιν. ταύτας δὲ τρεῖς εἶναι λέγουσι, σχῆμα καὶ τάξιν καὶ θέσιν, καὶ διαφέρειν φασὶ τὸ ὂν ῥυσμῷ καὶ διαθιγῇ καὶ τροπῇ, Ἀβδηριτικαῖς φωναῖς. τὸν οὖν ῥυσμὸν σχῆμα καλοῦσι, τὴν δὲ διαθιγὴν τάξιν, τὴν δὲ τροπὴν θέσιν. καὶ ἐντεῦθεν τὰ διάφορα φασι σχήματα ἀποτελεῖσθαι, καί φασιν ὅτι διαφέρει τὸ Α τοῦ Ν σχήματι, τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει, τὸ δὲ Ζ τοῦ Ν θέσει. τί δὲ τὸ αἴτιον τῆς κινήσεως τῆς διαφορᾶς ταύτης οὐκ εἰρήκασιν,2 ἀλλὰ καὶ οὗτοι ὥσπερ οἱ ἄλλοι ἐρρᾳθύμησαν· τὸ γὰρ αἴτιον τοῦ εἰδοποιεῖσθαι τοιῶσδε τὴν ὕλην καὶ μετατάττεσθαί ἐστι τὸ ποιητικόν, περὶ οὗ οὐδὲν παντελῶς εἰρήκασιν. διὸ καὶ Ἐμπεδοκλέα εὐθύνει λέγοντα τοῦ μὲν σφαίρου τὴν φιλίαν, τοῦ δὲ αἰσθητοῦ κόσμου τὸ νεῖκος. φησὶν οὖν πρὸς αὐτὸν ὅτι ἐπειδὴ πάντα τὸ ἓν ὑπερβέβηκεν, εἰπέ μοι, ποῖόν ἐστι τὸ ἁπλῶς αἴτιον τούτων; περὶ μὲν οὖν τῶν δύο αἰτίων ἐπὶ τοσοῦτον ἔοικεν ἐζητῆσθαι πρότερον.
“留基伯和他的同伴德谟克利特。” 在审查了恩培多克勒和阿那克萨哥拉的观点之后,他接下来转向留基伯及其学生德谟克利特,并说他们主张原子和虚空是存在者的质料元素;并且他们把原子称为“存在”,把虚空称为“非存在”。他们还说存在并不比非存在更多,因为物体(即原子)并不比虚空更多;因为在任何地方都同时存在着虚空与原子。柏拉图在《国家篇》中也这样说,即非存在并不比存在更少;但他所说的“非存在”是指按相异性而言的非存在;因为相异性贯穿于一切存在者之中。因为一切存在者彼此相对比时,都是非存在;例如人相对于马就是非存在。但对于无论如何绝不存在的事物,他说既不能说出也不能被设想——关于这种事物,德谟克利特却说它并不比存在更少。因此,德谟克利特一派把原子和虚空假定为质料因。正如他所说,那些把底层实体设定为单一的人,通过其在稀与密方面的性状变化而生成其余事物,而稀与密作为动力原理;同样,这些人也说各种差异是其余事物的原因。他们说这些差异有三种:形状、次序和位置,并且他们用阿布德拉方言说,存在者在“节奏”、“接触”和“转位”上有所差异。他们把节奏称为形状,接触称为次序,转位称为位置。由此他们说产生出各种各样的形状,并且他们说Α与Ν在形状上不同,ΑΝ与ΝΑ在次序上不同,Ζ与Ν在位置上不同。然而这种差异的运动原因是什么,他们并未提及,而是像其他人一样敷衍塞责;因为使质料如此这般被赋予形式并重组的原因乃是动力因,关于这一点他们完全没有谈及。因此,他也审查了恩培多克勒,后者把友爱说成是球体的原因,而把争斗说成是感觉世界的原因。于是他向恩培多克勒问道:“既然‘一’超越万物,那么请告诉我,这些事物纯粹的原因到底是什么?”关于这两种原因,此前似乎就探究到了这种程度。
- 1.40ὄντων ποιητικῶν ἀρχῶν
紧接介词短语 διὰ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ(通过稀与密)之后的属格独立结构(原文作 ὄντων)。它解释了自然哲学家们的预设,即稀与密在此作为引起变化的“动力原理”发挥作用。
- 1.40τί δὲ τὸ αἴτιον τῆς κινήσεως τῆς διαφορᾶς ταύτης οὐκ εἰρήκασιν
倒装句构,间接疑问子句(τί δὲ τὸ αἴτιον...)前置于主动词 οὐκ εἰρήκασιν(他们并未提及)之前,充当其宾语子句,结构为“他们并未说明这种差异的运动原因是什么”。
