← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§338.12-339.22

完全的诸定义与界限在四因中的涵义

阿斯克勒庇俄斯注解了《形而上学》卷Δ中亚里士多德关于完全(teleion)的规定,讨论了在数量(时间与量度)和性质(德性)中的完全性、对恶事的隐喻性转用、依成全他者的能力及依适合性而来的完全,随后阐明了界限(peras)的定义及其在四因中的体现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.50#1

" Τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν μηθὲν μόριον.1" Ἐντεῦθεν περὶ τοῦ τελείου ἡμῖν λέγει, καί φησιν ὅτι τέλειόν ἐστιν ἐκεῖνο οὗ μηθὲν ἔστιν ἔξω λαβεῖν, ὥσπερ ἐπὶ τοῦ χρόνου τέλειος χρόνος ἑκάστου ἐστὶν οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν. οἷον, εἰ τύχοι, ὥρισται ὁ τῶν ἀνθρώπων βίος μέχρι τῶν ἑκατὸν εἴκοσιν ἐνιαυτῶν· οὗτος τοίνυν ὁ χρόνος τέλειός ἐστιν ἐπὶ τῶν ἀνθρώπων· οὐδὲν γὰρ ἔστιν ἔξω αὐτοῦ λαβεῖν· οὐ γὰρ δυνατόν ἐστι τὴν ἀνθρωπίνην φύσιν ἐν τῷ νῦν βίῳ ὑπερβῆναι τὰ ἑκατὸν εἴκοσιν ἔτη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων ἄλλος χρόνος. οὐ μόνον δὲ ἐπὶ χρόνου τὸ τοιοῦτον ὑπάρχει, ἀλλὰ καὶ ἐπὶ μεγεθῶν· τέλειον γάρ ἐστι μέγεθος οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν. οἷον, εἰ τύχοι, ὥρισται τὸ ἀνθρώπειον μέγεθος μέχρι τεσσάρων πήχεων ἢ καὶ πέντε· τέλειον οὖν ἐστι μέγεθος τὸ τῶν πέντε πήχεων· ἀδύνατον γάρ ἐστιν ὑπερβῆναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεγεθῶν. οὕτως εἰρηκὼς ἐπὶ τοῦ ποσοῦ τὸ τέλειον ἐφεξῆς μετέρχεται καὶ ἐπὶ τὸ ποιόν, καί φησιν ὅτι καὶ ἐπὶ τοῦ ποιοῦ θεωρεῖται τὸ τέλειον, οἷον ὥσπερ ἐπὶ ἀρετῆς τέλειον λέγεται τὸ ἔχον εἰς ἄκρον τὴν οἰκείαν ἀρετήν. οὕτως γὰρ τέλειος λέγεται καὶ ἄνθρωπος καὶ ἵππος καὶ κύων καὶ ἄψυχα, ἡνίκα ἔχουσιν εἰς ἄκρον τὰ οἰκεῖα πλεονεκτήματα, ὥστε μὴ δύνασθαι ἔξω τι τούτων λαβεῖν. λέγεται δὲ πάλιν τέλειον καὶ ἐπὶ τῆς ἀνθρώπου ἀρετῆς μόνου, ἐπειδὴ τὸ ἀκρότατον τῶν ἀρετῶν ἐν τοῖς ζῴοις ὁ ἄνθρωπος ἔχει· καὶ ἔστι ταὐτὸν τῷ ὑποκειμένῳ τῷ προτέρῳ, τῇ δὲ ἐπινοίᾳ δοκεῖ διαφέρον.2 τέλειος γὰρ λέγεται ἄνθρωπος ὁ εἰς ἄκρον ἐληλακὼς ἀρετῆς, οἷον Παρμενίδης ἢ εἴ τις ἄλλος, φησί, τοιοῦτος. εἶτα λοιπὸν ἐντεῦθεν μεταφέροντες μεταφορικῶς καὶ ἐπὶ τῶν κακῶν ἁρμόττομεν τὸ τοιοῦτο, ἐπειδὴ τὸ τέλειον ἑκάστου τὸ ἀγαθόν ἐστιν· εἰς τοῦτο γὰρ ἕκαστον σπεύδει. μεταφορικῶς γάρ φαμεν συκοφάντην τέλειον καὶ κλέπτην τέλειον καὶ κακὸν τὸν μὴ καταλελοιπότα κακίας ὑπερβολήν. καὶ πάλιν φαμὲν τελείως ἁλῶναι τὸ πρᾶγμα τὸ τελείως φθαρὲν καὶ μηδὲ μίαν ἔχον ἔτι ὑπόστασιν· διὸ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέλος. πάλιν φαμὲν τέλειον εἶναι τὸ δυνάμενον ἄλλο τελειοῦν, οἷον τέλειον ἰατρὸν τὸν Ἱπποκράτη, ἐπειδὴ δύναται καὶ ἄλλους ἰατροὺς ποιῆσαι. καὶ παρὰ τὸ ἔχειν,3 οἷον τελείαν φαμὲν τὴν μελίαν τοῦ Ἀχιλλέως, ἐπειδὴ τῷ μεγίστῳ τῶν ἡρώων ἥρμοττε, καὶ τέλειον χιτῶνα τὸν ἁρμόττοντά τινι τῶν μεγίστων, οἷον τῷ Αἴαντι, εἰ τύχοι. Ταῦτα εἰρηκὼς περὶ τοῦ τελείου ἐφεξῆς μετέρχεται ἐπὶ τὸ πέρας, καί φησιν ὅτι πέρας ἐστὶν οὗ ἔξω μηδὲν ἔστι λαβεῖν, καὶ τὸ πάντα περιέχον ἔνδον ἐν ἑαυτῷ· οὕτως γάρ φαμεν τὴν ἐπιφάνειαν πέρας εἶναι σώματος, ἐπειδὴ οὐδὲν ἔστιν ἔξω λαβεῖν τῆς ἐπιφανείας ἐπὶ τῶν σωμάτων, ὅτι πάντα περιέχει ἔνδον ἑαυτῆς ἡ ἐπιφάνεια. θεωρεῖται δὲ τὸ πέρας καὶ ἐπὶ τῶν τεσσάρων αἰτίων, ὑλικοῦ, ποιητικοῦ, εἰδικοῦ, τελικοῦ. οἷον τελικὸν αἴτιον, ὥσπερ ἐπὶ τοῦ θανάτου· πέρας γάρ ἐστιν ἑκάστου, διὸ καὶ ὁ σοφώτατος Δημοσθένης φησὶ ‘πέρας μὲν γὰρ πάντων ὁ θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ’.4 λέγεται δὲ πέρας καὶ ἡ ὕλη ὡς ἔσχατον καὶ τρὺξ καὶ ὑποστάθμη τοῦ παντός. λέγεται δὲ πάλιν πέρας καὶ τὸ εἰδικὸν αἴτιον· ὁ γὰρ ὁρισμὸς ἑκάστου ἡ οὐσία ἑκάστου ἐστί, πέρας δὲ ἑκάστου τὸ ἀπολαβεῖν τὴν οἰκείαν ὁλότητα, ὡς εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ, τῷ δύνασθαι ποιεῖν οἷον αὐτό. λέγεται πάλιν πέρας καὶ τὸ ποιητικὸν αἴτιον ὡς ἀρχή· θέλει γὰρ ἡ ἀρχὴ τοῦ πράγματος ὡρισμένη εἶναι, τὸ δ’ ὡρίσθαι πέρατός ἐστι.

“所谓完全,一方面是指在那之外不能取得任何部分的。” 从这里起他向我们论述完全,并且说,完全就是在那之外不能取得任何东西的那一者,正如在时间的情形中,每一事物的完全时间就是在那之外不能取得任何东西的时间。例如,人的寿命被限定在一百二十岁以内;因此这一时间就人而言是完全的;因为在那之外不能取得任何东西;因为人的本性在现世生命中不可能超过一百二十年。同样,在其他动物的情形中则有别的时间。这样的情形不仅存在于时间中,而且也存在于量度中;因为完全的量度就是在那之外不能取得任何东西的量度。例如,人的量度被限定在四腕尺或五腕尺以内;因此五腕尺的量度就是完全的;因为不可能超过它。同样在其他量度的情形中也是如此。在就数量而言这样论述了完全之后,他接下来也转入性质,并且说在性质中也考察完全,例如在德性中,将固有的德性具备至极致者被称为完全。因为在人、马、狗以及无灵魂之物具备其固有的卓越性至极致,以致不能在这些之外取得任何东西时,它们就是这样被称为完全的。然而,又单就人的德性而言被称为完全,乃是因为在动物之中人具有德性的顶峰;并且这在基底上与前者相同,但在概念上被认为是有所区别的。因为达到德性极致的人,例如巴门尼德,或者他说,任何其他诸如此类的人,被称为完全的人。随后,我们从这里隐喻性地转用,把这样的名称也施加于恶的事物,因为每一事物的完全状态乃是它的善;因为每一事物都奔向善。因为我们隐喻性地说一个完全的诬告者、一个完全的贼,以及一个未留下任何更过分的邪恶的恶人。我们又说彻底毁坏且不再具有哪怕一种持存实体的事物已被完全毁灭;因此死亡也依隐喻被称为终极。我们又说能够使另一者达到完全的事物是完全的,例如称希波克拉底为完全的医者,乃是因为他也能够造就其他医者。并且依其占有[被称为完全]:例如我们说阿喀琉斯的梣木枪是完全的,乃是因为它适合最伟大的英雄;又说适合最伟大者之一(例如大埃阿斯)的短袍是完全的。在论及完全的这些事情之后,他接下来转入界限,并且说,界限就是在那之外不能取得任何东西、且将所有事物包摄在自身内部的那一者;因为我们正是这样说表面是物体的界限,乃是因为在物体的情形中不能取得表面之外的任何东西,因为表面将所有事物包摄在其自身内部。并且界限也在四种原因中被考察:质料因、动力因、形式因、目的因。例如目的因,正如在死亡的情形中;因为它是每个人的界限,正因如此最明智的德摩斯梯尼说:“因为死亡对所有人而言都是界限,哪怕有人将自己关闭在小屋中戒备。”质料也被称为界限,乃因它是最末者,是万物的糟粕和沉淀物。形式因也再次被称为界限;因为每一事物的定义即是每一事物的实体,而正如在《物理学》论著中所说的那样,每一事物的界限乃是藉由能够制造出类似于它自身之物而获得其固有的完整性。动力因也再次作为始基被称为界限;因为事物的始基要求是被限定的,而被限定乃是属于界限的。

语法注4 条
  1. 5.50οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν μηθὲν μόριον

    在以 οὗ 引导的关系从句中,τι 与 μηθέν 连用,这是古典希腊语中强化否定的惯用法,意为“绝无任何部分”。注疏者承袭了亚里士多德原文(1021b12)的句构。

  2. 5.50ἔστι ταὐτὸν τῷ ὑποκειμένῳ τῷ προτέρῳ, τῇ δὲ ἐπινοίᾳ δοκεῖ διαφέρον

    τῷ ὑποκειμένῳ 与 τῇ ἐπινοίᾳ 均为表视角的与格,意为“在基底上与前者相同,但在概念上被认为有所不同”,在逻辑上区分了普遍的德性极值与专属于人的最高德性。

  3. 5.50καὶ παρὰ τὸ ἔχειν

    此为省略结构,承接前文的 φαμέν 及谓语 τέλειον εἶναι:“并且依据具有(占有或适称)[称之为完全]”。后文所举的枪和短袍适合于英雄的例子具体说明了这一涵义。

  4. 5.50κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ

    引自德摩斯梯尼《金冠篇》第97节。κἄν 为 καὶ ἐάν 的缩合,引导带有虚拟式 τηρῇ 的让步从句:“即使有人将自己关在小屋里看守自己”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:338.12-339.22