- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:337.3-338.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷五第15章,阐明依主动与被动、潜能、时间及潜能缺乏而成立的关系者,区分了依自身本质指涉他者而被言说的关系者与因他者指涉自身而被言说的关系者(如可知者、可思想者)。随后,他进一步阐释了依自身的关系者(依属或依性状)与依偶性的关系者之间的区别。
" Τὰ δὲ ποιητικὰ καὶ παθητικά." Ὃ λέγει τοῦτό ἐστιν ὅτι τὰ ποιητικὰ καὶ παθητικὰ κατὰ δύναμιν λέγονται ποιητικὴν καὶ παθητικὴν καὶ ἐνέργειαν τῶν δυνάμεων, οἷον τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον, ὅτι δύναται, καὶ τὸ τέμνον πρὸς τὸ τεμνόμενον ὡς ἐνεργοῦν. τῶν δὲ κατ’ ἀριθμὸν οὔκ εἰσιν ἐνέργειαι, καθὸ ἀριθμοὶ ὑπάρχουσι· ποία γάρ ἐστιν ἐνέργεια τοῦ ἀριθμοῦ, καθὸ ἀριθμός ἐστιν; ἀλλὰ καθ’ ὃν τρόπον ἔχουσιν ἐνέργειαν, ἐν ἑτέροις εἴρηται. λέγει δὲ αὐτῶν τῶν ἀριθμῶν ἐνεργείας, καθὸ ὅλως νοούμενα ὑπάρχουσι· τὴν οὖν νόησιν τὴν περὶ αὐτῶν ἐνέργειαν ἐκάλεσεν· ἢ ὅτι ἔχουσιν ἐνέργειαν καὶ οἱ ἀριθμοί, καθάπερ φασὶν οἱ Πυθαγόρειοι, διὸ καὶ δρῶσιν ἡ ἑβδόμη καὶ ἡ τετάρτη. καὶ ἐν τοῖς νοήμασι καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρῶμεν τὰ τοιαῦτα γινόμενα· αἱ μέντοι γε κατὰ κίνησιν ἐνέργειαι οὐχ ὑπάρχουσιν· οὔτε γὰρ κινοῦνται οἱ ἀριθμοὶ καθὸ ἀριθμοί. τῶν δὲ κατὰ δύναμιν καὶ κατὰ χρόνον ἤδη λέγονται πρός τι, οἷον τὸ πεποιηκὸς πρὸς τὸ πεποιημένον ὡς ἐπὶ τοῦ παρελθόντος χρόνου, καὶ τὸ ποιῆσον πρὸς τὸ ποιησόμενον. οὕτως γὰρ λέγεται καὶ πατὴρ υἱοῦ πατήρ· τὸ μὲν γὰρ πεποιηκός ἐστι, τὸ δὲ πεπονθός τι. ἔτι δὲ ἔνια λέγονται κατὰ στέρησιν δυνάμεως, ὥσπερ τὸ ἀδύνατον καὶ ὅσα οὕτως λέγεται, οἷον τὸ ἀόρατον πρὸς τὸ ὁρατόν. τὰ τοίνυν κατ’ ἀριθμὸν καὶ δύναμιν λεγόμενα πρός τι πάντα ὑπάρχουσι πρός τι τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅπερ ἐστίν, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο·1 ἔστι γὰρ ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκέτι πρὸς ἄνθρωπον, εἰ τύχοι. τὸ δὲ μετρητὸν καὶ τὸ ἐπιστητὸν καὶ τὸ διανοητὸν τῷ ἄλλα πρὸς αὐτὰ λέγεσθαι πρός τι λέγονται· τό τε γὰρ διανοητὸν δηλοῖ ὅτι ἔστιν αὐτοῦ διάνοια, οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἔστι διάνοια, τουτέστι πρὸς τὸν διανοούμενον ἄνθρωπον,2 ἀλλὰ πρὸς τὸ διανοητὸν αὐτό. εἰ γὰρ πρὸς τὸν ἔχοντα τὴν διάνοιαν ἐλέγετο, δὶς ἂν ταὐτὸν εἰρημένον ὑπῆρχε, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. ὁμοίως δὲ καὶ τίνος ἐστὶν ἡ ὄψις; οὐχ οὗ ἐστιν ἡ ὄψις. καίτοι ἀληθὲς τοῦτο εἰπεῖν ὅτι οὗ ἐστιν ὄψις, ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον, τουτέστι πρὸς τὸ ὁρατόν. ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχθήσεται, καθάπερ εἴρηται, ὅτι ἔστιν ἡ ὄψις οὗ ἐστιν ὄψις.
“而能动者与被动者[依潜能而被言说]。” 他的意思是:能动者与被动者是依能动的和被动的潜能,以及依诸潜能的现实活动而被言说的,例如加热者相对于被加热者,乃因其具有潜能,而切割者相对于被切割者,则是作为现实活动的。然而依数而言的事物,就其作为数而存立而言,并没有现实活动;因为就数作为数而言,数具有什么样的现实活动呢?但它们以何种方式具有现实活动,已在其他地方论述过。而他言及数自身的现实活动,乃在它们完全作为可理知者而存立的方面;因此他把关于它们的思想称为现实活动。或者[他的意思是]数自身也具有现实活动,正如毕达哥拉斯学派的人所说,正因如此第七日与第四日才发生作用。并且在思想中以及在所有其他事物中,我们都看到此类事情发生;然而依运动而来的现实活动并不[在数中]存立;因为数就其作为数而言是不运动的。但依潜能而言的事物,如今也依时间而被说成是关系者,例如已制造者相对于已被制造者,正如在过去时间的情形中那样,以及将制造者相对于将被制造者。因为父亲被称为儿子的父亲也是以这种方式;因为一者是已制造者,而另一者是在某种程度上受作用者。此外,有些事物是依潜能的缺乏而被言说的,正如不可能者以及所有这样被言说的事物,例如不可见者相对于可见者。因此,凡依数与潜能而被言说的关系者,全都是因其自身所是的那样东西被说成是属于另一者的,而不是因另一者相对于它们[被言说],而作为关系者存立的;因为父亲是相对于儿子存立,儿子是相对于父亲存立,假定而言,并不再是相对于人存立。但可度量者、可知者与可思想者,乃是因其他事物相对于它们被言说,而被说成是关系者的;因为可思想者表明存在着关于它的思想,但思想并不是相对于其作为谁的思想的那一者,亦即并不是相对于思想着的人存立,而是相对于可思想者自身存立。因为如果它是相对于具有思想的人被言说的,那么正如我们在理论讲课中所展示的那样,同样的话就会被说两次。同样地,视力是谁的视力?它并不是相对于其作为谁的视力的那一者;尽管说“它是[此人的]视力”乃是真实的,但它却是相对于颜色或相对于某种诸如此类的其他事物,亦即相对于可见者[而存立]。否则,正如所说的那样,同样的话将被说两次,即视力是其作为谁的视力的那一者的视力。
"Τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα πρός τι." Τὰ μὲν οὕτω λέγονται ὥσπερ πατὴρ καὶ υἱός, τὰ δὲ ἐὰν τὰ γένη αὐτῶν ὑπάρχωσι πρός τι, ὡς εἴρηται ἐν Κατηγορίαις. λέγεται γὰρ ἡ ἰατρικὴ τῶν πρός τι, ἐπειδὴ τὸ γένος αὐτῆς ἡ ἐπιστήμη τῶν πρός τι ὑπάρχει· πρὸς ἐπιστητὸν γάρ. ἔτι λέγονται πρός τι, καθ’ ὅσα τὰ ἔχοντα 〈λέγεται πρός τι〉· λέγεται γὰρ ἰσότης τῶν πρός τι, ἐπειδὴ τὸ ἴσον ἴσῳ ἐστὶν ἴσον. διὰ γὰρ τοῦτο καὶ ἡ λευκότης λέγεται οὐσία, ἐπειδὴ καὶ τὸ λευκὸν λέγεται ἄνθρωπος κατὰ συμβεβηκός, ἐπειδὴ συμβέβηκε τῇ οὐσίᾳ· ἔχει δὲ τὸ λευκὸν ἡ λευκότης ἐν ἑαυτῇ καὶ ἡ ὁμοιότης τὸ ὅμοιον. τὰ δὲ κατὰ συμβεβηκός, οἷον ὁ ἄνθρωπος τῶν πρός τι, ὅτι συμβέβηκεν αὐτῷ διπλασίῳ εἶναι, τοῦτο δὲ τῶν πρός τι ὑπάρχει· ἢ τὸ λευκόν, εἰ τῷ αὐτῷ συμβέβηκε διπλασίῳ εἶναι καὶ λευκῷ. λέγεται δὲ εἶναι 〈ὁ ἄνθρωπος καὶ〉 τὸ λευκὸν τῶν πρός τι, ἐπειδὴ ἅμα θεωροῦνται μετὰ τοῦ διπλασίου.
“因此,那些就自身而言被称为关系者的事物……” 有些事物像父亲与儿子那样被言说,而有些事物则是若其属作为关系者存立,正如在《范畴篇》中所说的那样。因为医学被说成属于关系者,乃是因为它的属即知识作为关系者而存立;因为知识是相对于可知者而言的。此外,事物在拥有它们者[被称为关系者]的范围内被称为关系者;因为相等被说成属于关系者,乃是因为相等者相对于相等者是相等的。因为正因如此,白也被称为实体,因为白的事物也藉由偶性被称为人,因为它偶然属于实体;而白在自身中具有白的事物,相似性在自身中具有相似者。而在另一方面,依偶性而言的事物,例如人属于关系者,乃因对他而言偶合了二倍,而这属于关系者;或者就白的事物而言,如果同一事物偶合了既是二倍又是白的。而[人与]白的事物之所以被说成属于关系者,乃是因为它们与二倍者一起被考察。
- 5.48τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅπερ ἐστίν, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο
带冠词不定词与格短语 τῷ...λέγεσθαι 表示原因或根据(“由于……/因……之故”)。短语内部的 ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅπερ ἐστίν 化用了《范畴篇》第7章的定义句式,其主语 αὐτὸ ὅπερ ἐστίν(“其自身所是的那样东西”)被表述为属格表语 ἄλλου(“属于另一者的”)。与之相对置的 ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο 省略了不定词 λέγεσθαι(“而不是因另一者相对于它们[被言说]”)。
- 5.48οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἔστι διάνοια, τουτέστι πρὸς τὸν διανοούμενον ἄνθρωπον
在 οὗ ἔστι διάνοια 中,οὗ 为属格关系代词。为了解释亚里士多德原文(1021a31–33)中“思想不是相对于其作为谁的思想的那一者”这一费解表述,注解者随即以 τουτέστι πρὸς τὸν διανοούμενον ἄνθρωπον 作了解说。这意味着此处并未将 οὗ 视为宾格性属格(思想的对象),而是理解为领属性属格或主格性属格(“拥有思想的人,即思想的主体”),从而指明思想是相对于其对象(可思想者)而非相对于思想者被定义的。
