← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§336.3-337.2

关系的分类与基于数的关系分析

阐释亚里士多德《形而上学》卷五第15章(1020b26–1021a8)关于关系者的三分法(基于数的、施动与受动的、尺度与被测量的),详析依数的关系之诸形态(确定数比、不定倍数、超出与不足、不可通约性),并解释相等与相似如何通过“一”归结于数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46

" Πρός τι λέγεται τὰ μὲν ὡς διπλάσια πρὸς ἥμισυ." Πληρώσας τὸν λόγον τὸν περὶ τοῦ ποιοῦ, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν πρός τι, καί φησιν οὕτως, ὅτι πρός τι λέγεται τὸ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ, καὶ τριπλάσιον πρὸς τριτημόριον, καὶ ὅλως τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὅπερ καὶ ἄδηλόν ἐστι,1 καὶ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον, τὰ τρία εἴδη τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως. τὰ δὲ ὡς τὸ θερμαντικὸν πρὸς τὸ θερμαντόν, ὥσπερ πῦρ πρὸς λίθον, καὶ τμητικὸν πρὸς τὸ τμητόν, ὥσπερ σίδηρος καὶ σῶμα, καὶ ὅλως τὸ ποιητικὸν πρὸς τὸ παθητικόν. τὰ δὲ ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν. λέγονται οὖν τὰ μὲν πρῶτα κατ’ ἀριθμὸν ἢ ἁπλῶς ἢ ὡρισμένως πρὸς αὐτὸν ἢ πρὸς ἔνια· τὸ μὲν διπλάσιον πρὸς ἓν ἀριθμὸς [ὡρισμένος] ὑπάρχει ὡρισμένος, τὸ δὲ πολλαπλάσιον πρὸς ἓν κατ’ ἀριθμὸν λέγεται, οὐ μέντοι γε ὡρισμένον, οἷον τόνδε ἢ τόνδε. πάλιν δὲ τὸ ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον, τουτέστι τὰ ἓξ πρὸς τὰ τέσσαρα, κατ’ ἀριθμὸν λέγεται πρὸς ἀριθμὸν ὡρισμένον· τὸ δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατὰ ἀόριστον· οὔτε γὰρ καταμετρεῖ τὸ ὅλον ὑπὸ μεγέθους,2 ἐπειδὴ οὐκ ἀπαρτίζει εἰς τέλειον· κατὰ ἀόριστον δὲ ὡς τὸ πολλαπλάσιον πρὸς τὸ ἕν. τὸ μέντοι γε ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ὅλως ἀόριστον ὑπάρχει κατ’ ἀριθμόν· ὁ γὰρ ἀριθμὸς σύμμετρος ὑπάρχει, κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται. τὸ γὰρ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν τέ ἐστι καὶ 〈ἔτι〉, τοῦτο 〈δ’〉 ἀόριστον· ὁπότερον γὰρ ἔτυχεν ἔστιν, ἢ ἴσον ἢ οὐκ ἴσον· σαφῶς δὲ τοῦτο ἐν τῇ θεωρίᾳ ἐξεθέμεθα.

“在关系者中,有的被称为如二倍相对于一半。” 在结束了关于质的论述之后,他从这里向我们论述关系者,并这样说:关系者在一方面被称为如二倍相对于一半,三倍相对于三分之一,以及总括地如若干倍相对于若干分之一,而这也是不定的,以及如超出者相对于被超出者——这是超出与不足的三种形式。而在另一方面被称为如能加热者相对于能被加热者,正如火相对于石头,以及能切割者相对于能被切割者,正如铁与物体,并且总括地如主动者相对于被动者。而在另一方面被称为如可度量者相对于度量,以及可知者相对于知识,可感觉者相对于感觉。因此,最初的那些是依数而被言说的,或者是绝对地,或者是在相对于数自身或相对于某些事物的方面被确定的:因为二倍相对于一作为确定的数而存立,而若干倍相对于一则是依数而被言说的,然而并不是确定的数,例如这个或那个。此外,一又二分之一相对于其对应部分,亦即六相对于四,是相对于确定的数依数而被言说的;而超单部分比相对于次超单部分比则是依不定而被言说的;因为整体并不会被量度所穷尽,因为它无法凑成完满的整体;而是依不定而被言说的,犹如若干倍相对于一。然而,超出者相对于被超出者,正如我们在理论讲课中所说的那样,依数而言是完全作为不定而存立的;因为数是可通约的,而它却是依不可通约的数而被言说的。因为超出者相对于被超出者既是“这么多并且更多”,而这乃是不定的;因为无论它是哪一种偶然的情形,或者相等或者不相等;而我们在理论讲课中已经清楚地阐述了这一点。

§5.47

"Ταῦτα οὖν τὰ πρός τι πάντα κατ’ ἀριθμὸν λέγεται." Φησὶν ὅτι ταῦτα πάντα τὰ πρός τι εἰρημένα κατ’ ἀριθμὸν λέγονται καὶ ἀριθμοῦ πάθη· φησὶν δὲ ὅτι καὶ τὸ ἴσον καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λέγονται, κατ’ ἄλλον μέντοι γε τρόπον. θεωρεῖται γὰρ τὸ ἓν καὶ ἐν τῷ ἴσῳ καὶ ἐν τῷ ὁμοίῳ· ἴσα γὰρ λέγονται κατὰ τὸ ἓν καὶ ὅμοια, καθὸ ἕν τι ἔχουσιν ἐν ἑαυτοῖς, τὸ δὲ ἓν τοῦ ἀριθμοῦ ἐστιν ἀρχή. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι καὶ τὸ ἴσον καὶ τὸ ὅμοιον κατ’ ἄλλον τρόπον λέγονται εἶναι τοῦ ἀριθμοῦ· κατὰ γὰρ τὸ ἓν λέγεται. ταὐτὰ μὲν γὰρ πάντα ὑπάρχουσιν ὧν * * * ἕν ἐστι τὸ ποσόν·3 τὸ δὲ ἓν τοῦ ἀριθμοῦ ἐστιν ἀρχὴ καὶ μέτρον. ὥστε ταῦτα πάντα πρός τι λέγονται κατ’ ἀριθμόν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον.

“因此,所有这些关系者都是依数而被言说的。” 他说,所有这些上述的关系者都是依数而被言说的,并且是数的变状;他又说,相等者与相似者也是依数而被言说的,然而却是以另一种方式。因为“一”既在相等者中也在相似者中被考察;因为事物依“一”被称为相等的和相似的,乃在它们于自身中具有某种单一者的方面,而“一”则是数的本原。因此,这就是他所说的:相等者与相似者也以另一种方式被说成是属于数的;因为这是依“一”而被言说的。因为[实体为一者是同一的,而]凡数量为一的事物都作为[相等者]而存立;而“一”乃是数的本原与尺度。所以,所有这些关系者都是依数而被言说的,但并非以同一种方式。

语法注3 条
  1. 5.46ὅπερ καὶ ἄδηλόν ἐστι

    中性单数关系代词 ὅπερ 指向前项“若干倍相对于若干分之一”(或 τὸ πολλαπλάσιον 本身)。它作为插入小句,指出不同于前述确定的“二倍”或“三倍”,这种一般的倍数关系尚未限定在特定的具体数值上,因此是不确定的(ἄδηλον)。

  2. 5.46οὔτε γὰρ καταμετρεῖ τὸ ὅλον ὑπὸ μεγέθους

    动词 καταμετρεῖ 为主动态,但在此与 ὑπὸ μεγέθους(被量度/依量度)连用,表达“量度并不能穷尽整体”或实际上“整体无法被量度穷尽”的被动含义。这说明了超单部分比(1 + 1/n)中存在余数、无法整除为完满单位的状况。

  3. 5.47ταὐτὰ μὲν γὰρ πάντα ὑπάρχουσιν ὧν * * * ἕν ἐστι τὸ ποσόν

    抄本在 ὧν 与 ἕν 之间存在脱文。根据亚里士多德原文(1021a11–12: ταὐτὰ μὲν γὰρ ὧν μία ἡ οὐσία, ὅμοια δʼ ὧν ἡ ποιότης μία, ἴσα δὲ ὧν τὸ ποσὸν ἕν),此处脱落了三重平行结构中的一部分(即“实体为一者是同一的,性质为一者是相似的,数量为一者是相等的”);残存的 ὧν ἕν ἐστι τὸ ποσόν 是界定“数量为一者[即相等者]”的关系从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:336.3-337.2