- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:334.30-336.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯对亚里士多德《形而上学》卷五第14章(1020a33–1020b8)进行注释,解释了“质”的诸种含义(实体的种差、数学对象中的质、运动实体的变状、德性/恶习与善恶),并阐明了这些含义如何归纳为两大类并最终归于实体的种差。
" Τὸ ποιὸν λέγεται ἕνα μὲν τρόπον ἡ διαφορὰ τῆς οὐσίας." Πληρώσας τὸν περὶ τοῦ ποσοῦ λόγον καὶ κάλλιστα ἡμῖν τεχνολογήσας αὐτὸν μετέρχεται ἐντεῦθεν ἐπὶ τὸν περὶ τοῦ ποιοῦ λόγον, καί φησιν ὅτι τὸ ποιὸν λέγεται ἕνα μὲν τρόπον ἡ διαφορὰ τῆς οὐσίας, ὥσπερ ὁ ἄνθρωπος ποιόν τί ἐστι ζῷον, ἐπειδὴ δίπουν ἐστί (κατ’ αὐτὸ γὰρ διακρίνεται τῶν τετραπόδων), ἵππος δὲ ὅτι τετράπουν, καὶ κύκλος ποιόν τι σχῆμα ὅτι ἀγώνιον, ὡς τῆς διαφορᾶς τῆς κατὰ τὴν οὐσίαν ποιότητος οὔσης. ἰδοὺ σαφῶς ἐνταῦθα ἡρμήνευσε τὸ ‘περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει’. ὥστε ἕνα τρόπον τοῦτον ἡ ποιότης διαφορὰ οὐσίας ὑπάρχουσα, ἄλλον δὲ ὡς τὰ ἀκίνητα1 καὶ τὰ μαθήματα (περὶ γὰρ τούτων ἔλεγον οἱ Πυθαγόρειοι ὅτι οὐ κατὰ ἀφαίρεσιν θεωροῦνται ἀλλ’ ὅτι ἔχουσιν οἰκείαν ὕπαρξιν), ὥσπερ οἱ ἀριθμοὶ ποιοί τινες ὑπάρχουσιν οἱ σύνθετοι καὶ 〈μὴ μόνον〉 ἐφ’ ἓν ὄντες ἀλλ’ ὧν μίμημά ἐστι τὸ ἐπίπεδον καὶ τὸ στερεόν. τοιῶσδε γὰρ πολυπλασιασθέντες ποιοῦσι τὸν ἐπίπεδον ἀριθμόν, τοιῶσδε τὸν στερεόν, καθάπερ ἐν τῇ ἀριθμητικῇ μεμαθήκαμεν. οὗτοι δέ εἰσιν οἱ ποσάκις ποσοὶ ἢ ποσάκις ποσάκις ποσοί· ἀριθμὸς γὰρ ἐφ’ ἑαυτὸν πολυπλασιασθεὶς ποτὲ μὲν γεννᾷ ἐπίπεδον ποτὲ δὲ στερεόν. καὶ ὅλως ὅπερ ἄποσον ὑπάρχει ἐν τῇ οὐσίᾳ τοῦ ἀριθμοῦ· οὐσία γὰρ ἑκάστου τὸ ἅπαξ, τουτέστι τὸ ἕν, ὅπερ οὐκ ἔστι τοῦ ποσοῦ, οἷον τῶν ἓξ οὐχ ὁ δὶς ἢ τρὶς ὑπάρχουσιν, ἀλλ’ ὁ ἅπαξ·2 ἓξ γὰρ ἅπαξ. ὥστε κατὰ τοῦτο κοινωνοῦσι, διαφέρουσι 〈δὲ〉 κατὰ τὸ δὶς τρεῖς, τρὶς δύο, τετράκις πέντε καὶ τὰ ἄλλα ὅσα εἴρηται ἐν τῇ θεωρίᾳ.
“质在一层意义上被称为实体的种差。” 在结束了关于数量的论述,并为我们对它作了极为出色的系统论述之后,他从这里转向关于质的论述,并说质在一层意义上被称为实体的种差,正如人是某种质的动物,因为他是两足的(因为他凭此而与四足者区分开来),马则因为是四足的,而圆是某种质的图形,因为它是不具角的,这是因为依实体的种差就是性质。看哪,他在此清楚地阐明了“关于实体限定质”这一说法。因此,以这一种方式,质作为实体的种差而存立;而在另一种方式下,则如同不动之物和数学对象一样(因为关于这些,毕达哥拉斯学派曾说它们不是通过抽象被考察的,而是拥有自身固有的实存),正如复合数,即那些不仅存在于一个维度上,而且平面和立体为其摹本的数,作为某种质的[数]而存立。因为当它们以此种方式相乘时就产生平面数,以此种方式相乘时就产生立体数,正如我们在算术中所学到的那样。而这些就是“若干倍的若干”或“若干倍的若干倍的若干”的数;因为一个数自乘,有时产生平面,有时产生立体。总括而言,凡在数的实体中无数量地存立者[皆为质];因为每一者的实体是“一次”,亦即“一”,这并不属于数量;例如在六中,存立的不是“两次”或“三次”,而是“一次”;因为六是一次。因此,在这一点上它们是相通的,但在二乘三、三乘二、四乘五以及在理论讲课中所述及的一切其他方面则是相异的。
"Ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν." Ἐντεῦθεν ἐπὶ τὸ τρίτον μετῆλθε σημαινόμενον τῆς ποιότητος, καί φησιν ὅτι ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν, οἷον θερμότης ψυχρότης, λευκότης μελανία, βαρύτης κουφότης, καὶ ὅσα τοιαῦτα, καθ’ ἃς ποιότητας καὶ ἀλλοιοῦνται τὰ σώματα, μεταβαλλουσῶν τῶν ποιοτήτων τούτων. ἔτι κατ’ ἀρετὴν καὶ κακίαν καὶ ὅλως τὸ κακὸν καὶ τὸ ἀγαθόν. οὗτοι δὲ οἱ τέσσαρες τρόποι εἰς δύο ἀναφέρονται τοὺς καθολικωτάτους, καὶ τούτων ἕνα τὸν κυριώτατον. πρώτη μὲν γὰρ ποιότης ἐστὶν ἡ τῆς οὐσίας διαφορά, ταύτης δ’ ἐστὶ καὶ ἡ ἐν τοῖς ἀριθμοῖς ποιότης μέρος· διαφορὰ γὰρ καὶ αὕτη τις οὐσιῶν, 〈ἀλλ’ ἢ οὐ〉 κινουμένων ἢ οὐχ ᾗ κινούμενα· οὔτε γὰρ τὰ ἀριθμητὰ ποιότητα ἔχουσιν ἐν ἑαυτοῖς, καθὸ κινούμενα ὑπάρχουσι *** καὶ αἱ τῶν κινήσεων διαφοραί, οἷον κυκλοτερὲς καὶ κατ’ εὐθύ. ἀρετὴ μέντοι γε καὶ κακία τῶν παθημάτων μέρος τι ὑπάρχουσι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, καθ’ ἃς ποιοῦσιν ἢ πάσχουσι καλῶς ἢ φαύλως τὰ ἐν κινήσει ὄντα πράγματα· τὸ μὲν γὰρ τοιῶσδε δυνάμενον κινεῖσθαι ἢ ἐνεργεῖν ἀγαθὸν λέγεται, οἷον τὸ βαδίζειν ὀξέως, τὸ δὲ ἐναντίως μοχθηρόν. μάλιστα δὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐπὶ τῶν ἐμψύχων τὸ ποιὸν δηλοῖ, καὶ τούτων μάλιστα ἐπὶ τοῖς ἔχουσι προαίρεσιν· τὴν γὰρ εὖ ἔχουσαν ψυχὴν λέγομεν πεποιῶσθαι πρὸς τὸ ἀγαθόν, τὸν δὲ πρὸς τὸ κακόν.3
“此外,凡是运动着的实体的变状。” 从这里起他转向质的第三种含义,并说凡是运动着的实体的变状[也都被称为质],例如热与冷、白与黑、重与轻,以及凡是诸如此类之物;依这些性质,物体也发生质变,随着这些性质的改变。此外,依德性与恶习,以及总括地依恶与善[也被称为质]。这四种方式被归纳为最普遍的两种,而在这些之中又归纳为最主要的一种。因为最初的质是实体的种差,而数之中的质也是此[实体的种差]的一部分;因为这也是实体的某种种差,但或者是不动的〔实体〕的,或者不是在其运动的方面[被考察];因为即便是可数之物,也不是在其作为运动之物而存立的方面在其自身中具有性质的[……]运动的种差也是如此,例如圆周运动和直线运动。然而,德性与恶习作为变状的一部分而存立;因为它们表明运动和现实活动的种差,处于运动中的事物依此而好地或坏地施加作用或承受作用;因为能以此种方式被运动或活动的事物被称为善的,例如迅疾地行走,而相反的事物则被称为劣败的。尤其在有灵魂的事物中,善与恶表明性质,在这些事物中尤其在具有抉择能力者身上更是如此;因为我们说状态良好的灵魂朝向善而被塑造成型,而[处于劣态的]人则朝向恶[被塑造成型]。
- 5.44ὥστε ἕνα τρόπον τοῦτον ἡ ποιότης διαφορὰ οὐσίας ὑπάρχουσα, ἄλλον δὲ ὡς τὰ ἀκίνητα
由 ὥστε 引导的分句省略了主要动词,带有主格分词 ὑπάρχουσα 构成省略句:ὥστε ἕνα τρόπον τοῦτον [λέγεται] ἡ ποιότης διαφορὰ οὐσίας ὑπάρχουσα, ἄλλον δὲ [λέγεται] ὡς [ἐπὶ τῶν] ἀκινήτων(“因此在一层意义上,质作为实体的种差[被述说],在另一层意义上,则如同不动之物那样[被述说]”)。
- 5.44οὐχ ὁ δὶς ἢ τρὶς ὑπάρχουσιν, ἀλλ’ ὁ ἅπαξ
阳性单数定冠词 ὁ 置于副词 δίς、τρίς 和 ἅπαξ 之前,使其名词化(“两次者”、“三次者”、“一次者”)。谓语动词 ὑπάρχουσιν 采用复数形式,是受“两次或三次”所含意义上的复数概念牵引而形成的意合构文(破格构文)。
- 5.45τὴν γὰρ εὖ ἔχουσαν ψυχὴν λέγομεν πεποιῶσθαι πρὸς τὸ ἀγαθόν, τὸν δὲ πρὸς τὸ κακόν
在对比结构中,前半句使用了 τὴν... ψυχήν(阴性单数宾格),而后半句则使用了 τὸν δέ(阳性单数宾格)。阳性冠词表明语意转向了具体的人(ἄνθρωπον)(“状态良好的灵魂朝向善被赋形,而[处于不良状态的]人则朝向恶[被赋形]”)。
