- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:333.28-334.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》卷五第十三章关于数量的定义(1020a7–17),论述了分割为在内存在者、多数与量度,以及就自身而言的数量与依偶性的数量之划分。
" Ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἑκάτερον ἢ ἕκαστον.1" Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, τουτέστι κατ’ ἐνέργειαν, ὧν ἑκάτερον ἢ ἕκαστον (ταὐτὸν γὰρ δηλοῖ, εἴτε ἑκάτερον εἴποις εἴτε ἕκαστον) ὧν οὖν ἑκάτερον ἢ ἕκαστον ἕν τι δηλοῖ καὶ τόδε τι πέφυκεν εἶναι. τὸ οὖν πλῆθος ποσόν τι ὑπάρχει, ἐὰν ἀριθμητὸν ὑπάρχῃ, τουτέστι διωρισμένον, μέγεθος δὲ συνεχές, ἐὰν μετρητόν. διὸ ἑαυτὸν ἐπεξηγούμενός φησιν ὅτι λέγεται δὲ πλῆθος μὲν τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ μεγέθη (οἱ γὰρ δέκα ἵπποι πλῆθος ὄντες διῃρημένοι μεγέθει ὑπάρχουσι) μέγεθος δὲ τὸ εἰς συνεχῆ μεγέθη. μεγέθους δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς λέγεται εἶναι μῆκος, τὸ δὲ ἐπὶ δύο πλάτος, τὸ δὲ ἐπὶ τρία βάθος· τούτων δὲ πλῆθος μὲν πεπερασμένον ἀριθμὸς ὑπάρχει, μῆκος δὲ γραμμή, πλάτος δὲ ἐπιφάνεια, βάθος δὲ σῶμα.
“数量被称为可分割为在内存在者之物,其中的两者或各一[自然是一]。” 他所说的是指:数量被称为可分割为在内存在者之物,即分割为现实存在的部分,其中的两者或各一(因为无论你说“两者”还是“各一”,都指明同一回事)——因此其中的两者或各一都指明某种单一之物,并且自然是某个特定之物。因此,多数若作为可数之物,亦即确定之物,便作为某种数量而存立;而量度若作为可测之物,便作为连续的[数量而存立]。因此他在自我解释时说,多数被称为潜能上可分割为不连续量度之物(因为十匹马虽然是多数,却是作为在量度上被分割的事物而存立的),而量度则是可分割为连续量度之物。在量度之中,在一个维度上连续的被称为长度,在两个维度上被称为宽度,在三个维度上被称为深度;在这些之中,有限的多数作为数而存立,长度作为线,宽度作为面,深度作为体而存立。
"Ἔτι τὰ μὲν λέγεται καθ’ αὑτὰ ποσὰ ἄττα." Ἐντεῦθεν ἑτέραν ἡμῖν διαίρεσιν τοῦ ποσοῦ παραδίδωσι, καί φησιν ὅτι τῶν ποσῶν τὰ μὲν λέγονται καθ’ αὑτὰ τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ μὲν γραμμὴ λέγεται ποσόν τι καθ’ αὑτό, τὸ δὲ μουσικὸν κατὰ συμβεβηκός, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.
“此外,有些事物就其自身而言被称为某种数量,”从这里起,他向我们传授了数量的另一种划分,并说在数量中,一些就其自身而言被述说,另一些则依偶性被述说;例如线就其自身而言被称为某种数量,而通晓音律者则是依偶性[被称为数量],正如我们在理论讲课中所说的那样。
"Τῶν δὲ καθ’ αὑτό." Τοῦ πρώτου ἡ ἐπιδιαίρεσις· τῶν καθ’ αὑτὸ ποσῶν τὰ μὲν κατ’ οὐσίαν ὑπάρχουσιν, οἷον ἡ γραμμὴ ποσόν τι (ἐν γὰρ τῷ λόγῳ τῷ τί ἐστι λέγοντι, τουτέστι τῷ δηλοῦντι τὴν οὐσίαν τοῦ πράγματος, τὸ ποσὸν ὑπάρχει), τὰ δὲ πάθη καὶ ἕξεις τῆς τοιαύτης οὐσίας ὑπάρχουσιν, οἷον τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν, βαρὺ καὶ κοῦφον, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρόν, καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, καὶ καθ’ αὑτὸ καὶ πρὸς ἄλληλα λεγόμενα τοῦ ποσοῦ καθ’ αὑτά· μεταφέρονται μέντοι γε καὶ ἐπ’ ἄλλα ταῦτα τὰ ὀνόματα. φαμὲν γὰρ μεγάλην εἶναι τὴν πρᾶξιν καὶ μέγαν τὸν πυρετόν, ὡς ἐν Κατηγορίαις ἐλέγετο ὅτι λέγομεν τὸ λευκὸν πολὺ εἶναι τῷ τὴν ἐπιφάνειαν πολλὴν εἶναι ἐν ᾗ θεωρεῖται. τὸ δὲ κατὰ συμβεβηκὸς λεγόμενον ποσὸν τὸ μὲν οὕτως λέγεται, ὥσπερ ἐλέχθη ὅτι τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, τῷ εἶναι ποσόν τι ᾧ ὑπάρχουσι πράγματι2 (λέγομεν γὰρ τὸν ἄνθρωπον λευκὸν κατὰ συμβεβηκός, ἐπειδὴ συμβέβηκε τῷ ποσῷ τὸ λευκὸν ὥσπερ καὶ τὸ μουσικόν), τὰ δὲ ὡς κίνησις καὶ χρόνος· καὶ ταῦτα καὶ ποσὰ εἶναι λέγονται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι τὰ μεγέθη, ὧν μεγεθῶν πάθη ταῦτα ὑπάρχουσι. λέγω δὴ οὐ τὸ κινούμενον, οἷον τὴν λεύκανσιν, ἀλλ’ ὃ ἐκινήθη, τοῦτο εἶναι διαιρετόν,3 τουτέστι τὸ μέγεθος· τῷ γὰρ ποσὸν εἶναι ἐκεῖνο τὸ μέγεθος λέγεται εἶναι ποσὴ καὶ ἡ κίνησις, ὁ δὲ χρόνος τῷ τοιαύτην εἶναι τὴν κίνησιν, διὰ μέσης τῆς κινήσεως, ὡς εἴρηται ἐν Κατηγορίαις.
“在就其自身而言的[数量]中,”这是对第一类的细分:在就其自身而言的数量中,一些依实体而存立,例如线是某种数量(因为在陈述“是什么”的定义中,亦即在表明事物实体的定义中,存在着数量);另一些则是作为此类实体的变状和状态而存立,例如多与少,长与短,宽与窄,深与浅,重与轻,以及其他诸如此类之物。大与小,以及较大与较小,无论就其自身而言被述说还是相对于彼此被述说,也就其自身而言属于数量;然而,这些名称也被转借用到其他事物上。因为我们说行为宏大或发烧很重[很大],正如在《范畴篇》中所说的那样,我们说白是多的,乃是因为它在其中被观察到的那个表面是多的[大的]。另一方面,被称为依偶性的数量,一种是按上述方式被述说的,正如所说的那样,通晓音律者和白乃是由于它们所存立于其中的那个事物本身是某种数量而是数量(因为我们依偶性称人为白的,乃是因为白正如通晓音律一样附随于该数量);另一些则是如同运动和时间一样[被述说的]。这些事物既被称为数量也被称为连续的,乃是由于它们作为其变状而存立的那些量度是可分割的。我所说的并不是指被运动的状态,例如变白的过程,而是指被运动之物,即这个量度是可分割的;因为由于彼量度是数量,运动也被称为数量,而时间则由于运动是此类之物,通过运动的中介[被称为数量],正如在《范畴篇》中所说的那样。
- 5.41ὧν ἑκάτερον ἢ ἕκαστον
亚里士多德原文(1020a7–8)后文接 ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι(“自然是一且是某一特定之物”),此处引文被省略截断。阿斯克勒庇俄斯在注解正文(Ὃ λέγει...)中补全了谓词部分 ὧν οὖν ἑκάτερον ἢ ἕκαστον ἕν τι δηλοῖ καὶ τόδε τι πέφυκεν εἶναι 来说明其完整结构。
- 5.43τῷ εἶναι ποσόν τι ᾧ ὑπάρχουσι πράγματι
带与格定冠词的不定式(τῷ εἶναι...)表示原因或根据。关系代词 ᾧ 的先行词 πράγματι 被吸引并纳入了关系从句内部,骨干结构相当于 τῷ τὸ πρᾶγμα, ᾧ ὑπάρχουσι, ποσόν τι εἶναι(“由于它们所内在其中的那个事物自身是某种数量”)。
- 5.43λέγω δὴ οὐ τὸ κινούμενον, οἷον τὴν λεύκανσιν, ἀλλ’ ὃ ἐκινήθη, τοῦτο εἶναι διαιρετόν
动词 λέγω 引导带宾格的不定式结构(... εἶναι διαιρετόν)。不定式的逻辑主语是 οὐ τὸ κινούμενον ... ἀλλ’ ὃ ἐκινήθη, τοῦτο,前者表示被运动的过程本身(οὐ τὸ κινούμενον,如变白),后者 ὃ ἐκινήθη, τοῦτο 则指被运动的载体即量度,作为不定式 εἶναι 的真正主语。
