← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§332.12-333.27

质的其余含义与关系的分类及相关性

阿斯克勒庇俄斯将质的其余两种含义(运动实体的变状、德性与恶习)归结为实体与数的两大类,随后阐释了关系者的三种形式(超出与不足、能动与受动、判定者与被判定者)以及知识与可知对象之间非对称的关联结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.40#2

ἐὰν γὰρ εἴπω ἅπαξ ἓξ ἕξ ἐστι, φανερὸν ὅτι τοῦτο κοινόν ἐστι πάντων τῶν ἀριθμῶν· ἐπὶ πάντων γὰρ λέγεται τὸ ἅπαξ· τὸ μέντοι γε λέγειν δὶς τρεῖς ἓξ καὶ τρὶς πέντε δεκαπέντε, τοῦτο οὐκ ἐπὶ πάντων θεωρεῖται. τρίτον σημαινόμενον τοῦ ποιοῦ, ὅπερ καὶ κυρίως ἐστί, τὰ πάθη, ὡς φησιν αὐτός, τῶν κινουμένων οὐσιῶν, οἷον θερμότης ψυχρότης, λευκότης μελανία, βαρύτης κουφότης. ἰδοὺ καὶ ἐνταῦθα ἔταξε τὴν βαρύτητα καὶ τὴν κουφότητα, καθάπερ ἄνω ἐλέγομεν. τέταρτον τὸ κατὰ τὴν ἀρετὴν καὶ τὴν κακίαν, καὶ ὅλως τὸ κακὸν καὶ τὸ ἀγαθόν. ταῦτα δὲ πάντα εἰς δύο τρόπους ἀναφέρονται τοὺς καθολικωτάτους· πρώτη μὲν γὰρ καὶ κυρίως ποιότης ἡ ἐν τῇ οὐσίᾳ θεωρουμένη, δευτέρα δὲ ἡ ἐν τοῖς ἀριθμοῖς. Ταῦτα εἰρηκὼς μετέρχεται ἐπὶ τὸν λόγον τῶν πρός τι, καί φησιν ὅτι τριχῶς λέγονται τὰ πρός τι· τὰ μὲν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, τὰ δὲ ὡς τὸ ποιητικὸν καὶ τὸ παθητικόν, τὰ δὲ ὡς τὸ κρῖνον καὶ τὸ κρινόμενον. καὶ εἰκότως τὰ τοιαῦτα εἶπε τῶν πρός τι, εἰ καὶ ἑπταχῶς διαιροῦμεν ἐν Κατηγορίαις, ἐπειδὴ κυρίως ταῦτα ὑπάρχουσιν. ἡ μὲν γὰρ ὑπεροχὴ καὶ ἔλλειψις θεωρεῖται ἐν τοῖς νοητοῖς, περὶ ὧν τὸν λόγον ποιεῖται ὁ ἐπιστήμων· τὰ μὲν γὰρ ὑπερέχουσι, τὰ δὲ ἐλλείπουσι. πάλιν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ τὰ μὲν ποιοῦσι τὰ δὲ πάσχουσι. καὶ τὸ κρῖνον καὶ τὸ κρινόμενον ὡς ἐπιστήμη καὶ ἐπιστητόν, ἄνευ δὲ ἐπιστήμης οὐ δύναταί τι τούτων εἰδέναι. εἶτα λοιπὸν φησιν ὅτι τῶν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τὰ μὲν ὡρισμένα ὑπάρχουσι, τὰ δὲ ἀόριστα· ὡρισμένα δὲ ἐν ἀριθμοῖς. τὰ δὲ οὐδὲ ἐν ἀριθμοῖς ὡρισμένα, οἷον διπλάσιον καὶ ἥμισυ ὡρισμένα ὑπάρχουσι κατὰ ὑπεροχὴν καὶ ἔλλειψιν ὄντα. τὸ δὲ πολλαπλάσιον ἀόριστόν ἐστιν· οὐκ ἴσμεν γὰρ πόσον ἐστίν, εἴτε διπλάσιον εἴτε τριπλάσιον ἢ καὶ ἄλλως πως· ὅμως δὲ ἐν ἀριθμοῖς ἔχει τὸ εἶναι. τὸ μέντοι γε ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον ὅλως ἀόριστον ὑπάρχει κατ’ ἀριθμόν, καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν. εἰ γὰρ δῶμεν αὐτῷ μέτρον ὡρισμένον, οὐκέτι γίνεται ὑπερέχον, ἀλλ’ ἢ διπλάσιον ἢ τριπλάσιον. θεωρεῖται δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο. τὰ δὲ ποιητικὰ καὶ παθητικὰ λέγονται κατὰ δύναμιν ποιητικὴν καὶ παθητικήν, οἷον τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον, ὅτι τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει. λέγονται δὲ καὶ κατὰ χρόνους τὰ πρός τι, ὥσπερ ἐπὶ πατρὸς καὶ υἱοῦ· λέγεται γὰρ τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικὸν ὡς πρὸς τὸν παρελθόντα χρόνον· τὸ μὲν γὰρ γέγονε ποιητικὸν τὸ δὲ παθητικόν. εἶτα λοιπὸν λέγει ἡμῖν περὶ τοῦ κρίνοντος καὶ τοῦ κρινομένου, ὥσπερ ἐπιστήμη καὶ τὸ ἐπιστητόν. εἰδέναι μέντοι γε χρὴ ὅτι ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐν ἀλλήλοις ταῦτα θεωροῦνται, ἐπὶ μέντοι γε τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ οὐκέτι ὁμοίως ἔχει. λέγεται μὲν γὰρ ἡ ἐπιστήμη ἐπιστητοῦ εἶναι ἐπιστήμη, ἐπειδὴ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει ἐν τῷ ἐπιστητῷ· ἐπὶ μέντοι γε τοῦ ἀνάπαλιν, ἡνίκα φαμὲν ‘τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐστὶν ἐπιστητόν’, οὐχ οὕτως λέγομεν ὡς τοῦ ἐπιστητοῦ τὸ εἶναι ἔχοντος ἐν τῇ ἐπιστήμῃ (οὔτε γὰρ ἐνέργεια τοῦ ἐπιστητοῦ ἐστιν ἡ ἐπιστήμη οὔτε ἕξις οὔτε ἄλλο τι), ἀλλ’ οὕτως ἐν ἐκείνῃ θεωρουμένου,1 ὥσπερ λέγομεν τὸν ἄνθρωπον λευκὸν εἶναι, καίτοι τοῦ λευκοῦ τὸ εἶναι ἔχοντος ἐν τῷ ἀνθρώπῳ. ὥσπερ οὖν αἱ οὐσίαι καὶ τὰ συμβεβηκότα· μιμεῖται γὰρ τὸ μὲν ἐπιστητὸν τὰς οὐσίας, ἡ δὲ ἐπιστήμη τὰ συμβεβηκότα, καθὸ ἐν τῷ ἐπιστητῷ ἔχει τὴν ὕπαρξιν. εἶτά φησιν ὅτι δεῖ τὸ ἐπιστητὸν πρὸς τὴν ἐπιστήμην ἀποδίδοσθαι καὶ τὴν ἐπιστήμην πρὸς τὸ ἐπιστητόν· οὔτε γὰρ πρὸς τὸν ἐπιστήμονα. εἰ γὰρ οὕτως εἴπωμεν, συμβήσεται ἡμᾶς ἀδολεσχεῖν δὶς τὸ αὐτὸ λέγοντας. οἷον ἐρωτῶντές φαμεν ‘τίνος ἐστὶν οὗ ἐστιν ἐπιστήμη;’2 εἶτα λοιπὸν ἀποκρίνεται ἐκεῖνος λέγων ὅτι οὗ ἐστιν ἐπιστήμη, ὥστε συμβήσεται δὶς τὸ αὐτὸ λεχθῆναι. εἰ οὖν λέγοιτο τὸ ἐπιστητὸν πρὸς τὸν ἐπιστήμονα, ὡς πρὸς τὴν αὐτοῦ ἐπιστήμην λεχθείη ἄν· οὐ γὰρ πρὸς τὸν ἐπιστήμονα διὰ τὸ εἰρημένον ἄτοπον. ὁμοίως δὲ καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν.

因为如果我说“一次六是六”,显然这对所有数都是共通的;因为“一次”是对所有数都被述说的;然而说“两次三是六”以及“三次五是十五”,这并不是在所有数上都被观察到的。质的第三种含义,也是其严格的含义,正如他自己所说,是被运动的诸实体的变状,如热与冷、白与黑、重与轻。看啊,正如我们在上面所说的那样,他在这里也安放了重与轻。第四种是依德性与恶习的,以及一般的恶与善。所有这些都被归结为两种最普遍的方式;因为第一种严格的质是在实体中被观察到的,第二种则是在数中[被观察到的]。 说完了这些之后,他过渡到关于关系者的论述,并说关系者是以三种方式被述说的:一些是依超出与不足,另一些是作为能动者与受动者,还有一些是作为判定者与被判定者。即使我们在《范畴篇》中将它们划分为七种,他讲出此类关系者也是合情合理的,因为这些是严格存立的。因为超出与不足是在理智对象中被观察到的,具有知识的人正是围绕这些对象进行论述;因为一些超出,另一些不足。再者,在处于生成与毁灭的事物中,一些发生作用,另一些承受作用。而判定者与被判定者则如同知识与可知对象,没有知识便无法认识这些事物中的任何一个。接着他进而说,在依超出与不足的关系者中,一些作为确定的而存立,另一些作为不确定的[而存立];并且确定的乃是在数中。有些甚至在数中也是不确定的,例如二倍和一半虽然依超出与不足而存在,却是确定的。而多倍则是不确定的;因为我们不知道它是多少,无论是二倍还是三倍还是其他某种情况;然而它在数中具有其存在。然而,超出者相对于被超出者而言,依数目、而且在一切其他事物上也都是完全不确定的。因为如果我们赋予它一个确定的尺度,它便不再是[单纯的]超出者,而是或为二倍或为三倍了。在所有其他事物上也可以观察到这一点。能动的与受动的事物是依能动的与受动的能力而被述说的,例如加热者相对于被加热者,乃是因为一者施加作用而另一者承受作用。关系者也依时间而被述说,正如在父亲与儿子的情况中那样;因为相对于过去的时间,一者被称为能动的,另一者被称为受动的;因为一者变成了能动者,另一者变成了受动者。接着他进而向我们论述判定者与被判定者,如同知识与可知对象一样。然而应当知道,在父亲与儿子的情况中,这些是在彼此之中被观察到的,但在知识与可知对象的情况中却不再是同样的。因为知识确实被称为可知对象的知识,因为知识在可知对象中具有其存在;但在相反的情况下,当我们说“可知对象借由知识是可知的”时,我们并不像可知对象在知识中具有其存在那样去述说(因为知识既不是可知对象的现实活动,也不是其状态,亦不是其他任何东西),而是作为在彼知识中被观察到的事物而被述说的,正如我们说人是白的,尽管白是在人之中具有其存在的。因此,正如实体与偶性那样:因为可知对象模仿实体,而知识模仿偶性,只要知识在可知对象中具有其存立。接着他说,必须把可知对象归对应于知识,把知识归对应于可知对象;因为并不是归对应于知者。因为如果我们这样说,就会发生我们说了两次同样的话而成了多嘴多舌。例如我们在发问时说:“知识所属的那样东西是属于什么者的?”接着那人回答说“是属于知识所属的那样东西的”,从而导致同样的话被说了两次。因此,即使可知对象是相对于知者而被述说的,它也是作为相对于他的知识而被述说的;因为由于上述荒谬,它并不是相对于知者被述说的。同样,知识也是相对于可知对象[被述说的]。

语法注2 条
  1. 5.40ἀλλ’ οὕτως ἐν ἐκείνῃ θεωρουμένου

    此处理解为与前面的 οὐχ οὕτως λέγομεν ὡς τοῦ ἐπιστητοῦ τὸ εἶναι ἔχοντος ἐν τῇ ἐπιστήμῃ(“并不像可知对象在知识中具有其存在那样去述说”)相呼应的独立属格结构,即 ἀλλ’ οὕτως [ὡς τοῦ ἐπιστητοῦ] ἐν ἐκείνῃ θεωρουμένου(“而是作为[可知对象]在彼知识中被观察到的事物[而被述说的]”)。其省略的逻辑主语 τοῦ ἐπιστητοῦ 承接上文补出。

  2. 5.40τίνος ἐστὶν οὗ ἐστιν ἐπιστήμη;

    这是一个疑问句结构,其中关系从句 οὗ ἐστιν ἐπιστήμη(“有知识所属的那个对象”=可知对象)不带先行词而整体充当主语:“[有]知识所属的那个对象究竟属于什么?”阿斯克勒庇俄斯借此问答结构说明若将可知对象直接相对应于知者,将导致同义反复的荒谬(ἀδολεσχεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:332.12-333.27