- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:330.33-332.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯疏解了亚里士多德在《形而上学》第5卷第13章中关于量的定义与划分(现实中的可分性、数目与量度、自身量与偶性量),并随后过渡到第14章关于质的四种划分,阐释了实体中的种差。
" Ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε πέφυκεν εἶναι.1" Ἐντεῦθεν περὶ τοῦ ποσοῦ ἡμῖν διαλέγεται, καί φησιν ὅτι τὸ ποσὸν διαιρετόν ἐστι κατ’ ἐνέργειαν, καὶ οὐχ ὥσπερ τὸ γένος. διαιρετὰ μὲν γὰρ ὑπάρχουσι καὶ τὰ γένη, ἀλλ’ οὐκέτι κατ’ ἐνέργειαν· αἱ γὰρ διαφοραὶ καθ’ ἃς διαιροῦνται, δυνάμει ὑπάρχουσιν ἐν τοῖς γένεσιν, ὥς φασιν οἱ Περιπατητικοί, καθάπερ μεμαθήκαμεν ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου. φησὶν οὖν ὅτι τόδε τὸ ποσὸν διαιρετόν ἐστι κατ’ ἐνέργειαν καὶ διαιρεῖται διχῶς εἴς τε ἀριθμὸν καὶ μέτρον. τοῦ γὰρ ποσοῦ τὰ μὲν ἀριθμητὰ ὑπάρχουσι, τὰ δὲ μετρητά· καὶ τὰ μὲν ἀριθμητὰ ἀναφέρονται ὑπὸ τὸ διωρισμένον ποσόν, εἴ γε καὶ ὁ ἀριθμὸς τοῦ διωρισμένου ὑπάρχει ποσοῦ, ὡς ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, τὰ μέντοι γε μετρητὰ ὑπὸ τὸ συνεχὲς ποσὸν τελοῦσι· μετρητὸν γάρ ἐστι τὸ συνεχές, οἷον τὸ δίπηχυ ἢ τὸ τρίπηχυ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συνεχῶν. πάλιν ἑτέραν ποιεῖται ὑποδιαίρεσιν, καί φησιν ὅτι τῶν ποσῶν τὰ μὲν καθ’ αὑτὰ λέγονται, τὰ δὲ κατὰ συμβεβηκός· οἷον ἡ μὲν γραμμὴ ποσόν τι καθ’ αὑτό, τὸ δὲ μουσικὸν κατὰ συμβεβηκός, διότι συνέβη τῷ τριπήχει ἀνθρώπῳ ποσῷ ὄντι, καθό ἐστι τρίπηχυς, μουσικῷ εἶναι. πάλιν τῶν καθ’ αὑτὸ τὰ μὲν κατ’ οὐσίαν ὑπάρχουσι, τὰ δὲ πάθη. κατ’ οὐσίαν ποσόν τί ἐστιν ἡ γραμμή· ἐν 〈γὰρ〉 τῷ ὁρισμῷ τῆς γραμμῆς παραλαμβάνεται τὸ ποσόν, μέγεθός τι διαστατόν, οἱ δὲ ὁρισμοὶ οὐσιώδεις ὑπάρχουσι. τὰ δὲ πάθη καὶ [αἱ] ἕξεις τῆς τοιαύτης οὐσίας ὑπάρχουσιν, οἷον τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ τὸ μακρὸν καὶ τὸ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαρὺ καὶ κοῦφον, καὶ πάντα τὰ τοιαῦτα. ἰστέον δὲ ὅτι καὶ τὸ 〈βαρὺ καὶ τὸ〉 κοῦφον, καθὸ μεγέθη ὑπάρχουσι. καὶ βαρὺ μὲν λέγεται τὸ θᾶττον φερόμενον ἐπὶ τὸ κάτω, κοῦφον δὲ τὸ μὴ ὁμοίως φερόμενον· ἀμφότερα δὲ τοῦ ποσοῦ, εἴ γε πᾶν μέγεθος τοῦ ποσοῦ ὑπάρχει. δυνατὸν δέ ἐστιν ὑπὸ τὸ ποιὸν αὐτὰ τελεῖν, καθὸ διακρίνει τὰς οὐσίας·2 τοιαύτη δέ ἐστιν ἡ φύσις τοῦ ποιοῦ, διὸ καὶ ἐν Κατηγορίαις ἐλέγετο περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν· οὕτως γάρ φαμεν τὴν μὲν γῆν βαρεῖαν εἶναι, τὸ δὲ πῦρ κοῦφον. ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον καὶ καθ’ αὑτὰ λεγόμενα τοῦ ποσοῦ καὶ πρὸς ἄλληλα· ὥστε κυρίως τοῦ ποσοῦ ταῦτα βούλεται εἶναι, εἴ γε [εἶναι] καὶ καθ’ αὑτὰ λεγόμενα τοῦ ποσοῦ ὑπάρχουσι καὶ πρὸς ἄλληλα. καὶ ἐντεῦθεν λαβόντες οἱ ἐξηγηταὶ αὐτοῦ ἀπεφήναντο αὐτὰ εἶναι τοῦ ποσοῦ, καὶ οὐκ ἔστιν ἀνάπλασμα αὐτῶν· ὅμως μέντοι γε δυνατὸν αὐτὰ τῶν πρός τι εἶναι, καθὸ πρὸς ἕτερον λέγονται, οὐ κυρίως μέντοι γε, ὡς ἔδειξεν ἐνταῦθα ὁ λόγος. τῶν δὲ κατὰ συμβεβηκὸς λεγομένων ποσῶν τὰ μὲν οὕτω λέγονται, ὥσπερ εἰρήκαμεν, ἐπειδὴ φαμεν τὸν τρίπηχυν ἄνθρωπον εἶναι μουσικόν, τὰ δὲ ὡς κίνησις καὶ χρόνος καὶ ὅσα ἄλλα λέγονται εἶναι συνεχῆ διὰ τὸ εἶναι τὸ μέγεθος διαιρετόν· ἐκ δὲ τοῦ μεγέθους ἔχουσι τὴν συνέχειαν καὶ τὴν διαίρεσιν, καθάπερ εἴρηται καὶ ἐν τῇ Φυσικῇ καὶ ἐν Κατηγορίαις. Πληρώσας τοίνυν τὸν περὶ τοῦ ποσοῦ λόγον ἐφεξῆς μετέρχεται ἐπὶ τὸ ποιόν, καί φησιν ὅτι τετραχῶς τὸ ποιόν. πρῶτον μὲν τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, οἷον τὰς διαφοράς, φημὶ δὴ τὸ λογικὸν καὶ τὸ ἄλογον. χρὴ γὰρ εἰδέναι, ὡς πολλάκις μεμαθήκαμεν, ὅτι ὁμωνύμως κατηγορεῖται τὸ ὂν καὶ τὸ ἓν τῶν δέκα κατηγοριῶν· εἰ γὰρ μὴ ὁμωνύμως αὐτῶν κατηγορεῖτο, τῷ ὄντι ἑκάστη τῶν κατηγοριῶν ἰδιάζουσαν ἄν εἶχεν ὕπαρξιν καὶ οὐκ ἐδέετο τῆς οὐσίας. νυνὶ δὲ πᾶσαι ἐν τῇ οὐσίᾳ θεωροῦνται. ἐπειδή, καθὸ οὐσίαι ὑπάρχουσι τὰ πράγματα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἀλλήλων διαφέρουσι, φανερὸν ὅτι ἡ διαφορὰ αὐτοῖς προσγίνεται ἐκ τῆς ποιότητος, καὶ παγκάλως ἐν Κατηγορίαις ἐλέγετο περὶ τῶν τοιούτων διαφορῶν ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι, τουτέστι τὸ λογικὸν καὶ τὸ ἄλογον. καὶ ἔστι πρώτη ἡ τοιαύτη ποιότης ἡ ἐν τῇ οὐσίᾳ θεωρουμένη, καθάπερ ἔλεγε, τὸ λογικὸν καὶ τὸ ἄλογον· δευτέρα δὲ ποιότης ἐστὶν ἡ ἐν τοῖς ἀριθμοῖς θεωρουμένη, καθάπερ φησὶν αὐτός, ἢ σύνθετοι.
“量是指可分割为内在组成部分的事物,其中二者之每一或各者依本性都是某个‘一’与‘这一个’。” 从这里开始,他向我们论述量,并且说量在现实中是可分的,而不像属那样。因为属虽然也是可分的,但不再是在现实中;因为它们据以被划分的种差,是潜在地存在于各属之中的,正如漫步学派的人们所说,也正如我们在波菲利的《引论》中所学到的那样。因此他说,这量在现实中是可分的,并且以两种方式被划分,即划分为数目与量度。因为在量之中,一些是可数的,另一些则是可度量的;可数者被归入离散的量之下(如果数确实属于离散的量,正如我们在《范畴篇》中所学到的那样),而可度量者则属于连续的量;因为连续者是可度量的,比如二肘长或三肘长,在其他连续事物上也是同样。他又作了另一种细分,说在量之中,一些是依自身的,另一些则是偶性地被述说的;例如线是某种依自身的量,而有音乐修养的则是偶性地作为量,因为对于一个三肘高、作为一个量的人而言,只要他是三肘高,有音乐修养便偶性地发生于他。再者,在依自身的量之中,一些是依实体存在的,另一些则是变状。线是依实体的某种量;因为在线的定义中包含着量,即某种广延的大小,而定义是实体性的。而另一些则是作为这样实体的变状与状态而存在的,如多与少、长与短、宽与窄、重与轻,以及所有此类事物。必须知道,重与轻只要作为大小存在,也是属于量的。那更快向下移动的被称为重,不这样移动的则被称为轻;两者都属于量,如果一切大小确实都属于量的话。然而,只要它们区分实体,将它们归于质之下也是可能的;质的本性正是如此,因此在《范畴篇》中也曾说质划定实体的特性;因为我们正是这样说土是重的而火是轻的。大与小、较大与较小,无论就自身被述说还是彼此相对被述说,也都是属于量的;因此,只要它们无论就自身被述说还是彼此相对都被述说为属于量,他便意图使这些严格属于量。他的解释家们由此出发,断言它们属于量,而这并不是他们的杜撰;然而,只要它们是相对于另一事物被述说的,它们也有可能是属于关系者的,不过并不是严格地,正如这里的论证所指出的那样。在偶性地被述说的量中,一些正如我们所说的那样被述说,因为我们说三肘高的人是有音乐修养的;另一些则如运动和时间,以及凡因大小是可分的而被说成是连续的事物那样被述说;正如在《物理学》和《范畴篇》中所说的那样,它们是从大小中获得连续性与可分性的。在完成了关于量的论述之后,他接着过渡到质,并说质有四种。第一种是在实体中被观察到的,例如种差,我指的是有理性的与无理性的。因为应当知道,正如我们多次学到的那样,存在与一是对十个范畴以同音异义方式被述说的;因为如果不是以同音异义方式被述说,各范畴在实际上就将具有各自独特的存立,而不需要实体了。然而现在,所有范畴都是在实体中被观察到的。既然在生成与毁灭中的事物只要作为实体便彼此相异,显然种差是通过性质而附加于它们的,而在《范畴篇》中关于此类种差说得极为出色,即它们划定关于实体的性质,也就是有理性的与无理性的。正如他所说,这种在实体中被观察到的性质,即有理性的与无理性的,是第一种;第二种性质则是在数中被观察到的,正如他自己所说,或者[在]复合[数中被观察到的]。
- 5.40ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε πέφυκεν εἶναι
关系代词 ὧν 的先行词是 ἐνυπάρχοντα。ἑκάτερον 指分为两部分时的每一部分,ἕκαστον 则指分为三部分或更多部分时的各部分。谓语短语 ἕν τι καὶ τόδε 为并列谓语,表明分割所得的每个组成部分都不是不定的残片,而是按本性便作为确定的“某个一”(统一性)与“这一个”(个体性/指称对象)而存立。
- 5.40καθὸ διακρίνει τὰς οὐσίας
连词 καθό 引导说明视角的状语从句(“只要……”)。动词 διακρίνει 为单数形式,既可以解释为与前面的中性复数主语 αὐτά(重与轻)搭配的雅典构式(中性复数主语接单数动词),亦可补入上下文中的 τὸ ποιόν(质)作为单数主语(“只要质区分实体”)。鉴于紧随其后的 τοιαύτη δέ ἐστιν ἡ φύσις τοῦ ποιοῦ(“质的本性正是如此”),此处采纳前一解释,即以性质本身为主语:“只要它们区分实体”。
