← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§330.1-330.32

无潜能的诸义与指向第一始基的汇聚

阿斯克勒庇俄斯注解了《形而上学》Δ卷第12章关于无潜能的定义,区分了作为自然匮乏的无潜能与命题逻辑上的不可能(必然为假),并在提及几何学中的转义用法的同​​时,阐明一切潜能的含义都汇聚指向作为作因的第一始基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.39

" Ἀδυναμία δέ ἐστι στέρησις δυνάμεως." Ἐπεξελθὼν τῷ δυνατῷ ἐντεῦθεν ἡμῖν φησι περὶ ἀδυναμίας, καὶ ὁσαχῶς λέγεται ἡ δύναμις, τοσαυταχῶς δῆλον ὅτι καὶ ἡ ἀδυναμία. διό φησιν ἀδυναμία δέ ἐστι στέρησις δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς ἄρνησις, ἢ ὅλως τῷ μὴ πεφυκότι ἔχειν, ὡς εἰρήκαμεν, ἢ τῷ πεφυκότι ἔχειν καὶ ὅτε πέφυκεν ἔχειν. οὐ γὰρ ὁμοίως ἂν φαίημεν ἀδύνατον εἶναι γεννᾶν παῖδα καὶ ἄνδρα καὶ εὐνοῦχον· ὁ μὲν γὰρ μὴ πεφυκὼς ἔχειν οὐδέποτε ἴσχει ὁ εὐνοῦχος, ὁ δὲ παῖς τέως οὐ πέφυκεν, ὁ δὲ ἀνὴρ ἔχει πρὸς τοῦτο. ὡς δὲ καθ’ ἑκατέραν δύναμίν ἐστιν ἀδυναμία ἀντικειμένη τῇ τε μόνον κινητικῇ καὶ τῇ καλῶς κινητικῇ. καὶ ἀδύνατα δὲ τὰ μὲν κατὰ τὴν ἀδυναμίαν ταύτην λέγονται τὴν ἤδη εἰρημένην ὑφ’ ἡμῶν, τὰ δὲ ἄλλον τρόπον, οἷον δυνατόν τε καὶ ἀδύνατον. ἀδύνατὸν μὲν οὗ τὸ ἐναντίον, ὡς ἐν προτάσει, οὐκ ἔστι δυνατόν, ἀληθὲς δὲ ἐξ ἀνάγκης,1 οἷον τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἀδύνατόν ἐστιν, ἐπειδὴ ψεῦδος ὑπάρχει τὸ τοιοῦτον, οὗτινος τὸ ἐναντίον οὐ μόνον ἀληθὲς ὑπάρχει, ἀλλὰ καὶ ἐξ ἀνάγκης τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ· ὥστε τὸ σύμμετρον οὐ μόνον ψεῦδος, ἀλλὰ καὶ ἐξ ἀνάγκης ψεῦδός ἐστι. τὸ δὲ ἐναντίον τούτῳ τὸ δυνατόν, ὅταν μὴ ἀναγκαῖον ὑπάρχῃ τὸ ἐναντίον ψεῦδος εἶναι, οἷον τὸ καθῆσθαι ἄνθρωπον δυνατόν· οὐ γὰρ ἐξ ἀνάγκης τὸ μὴ καθῆσθαι ψεῦδος ὑπάρχει. τὸ τοίνυν δυνατὸν καθ’ ἕνα μὲν τρόπον, ὥσπερ εἰρήκαμεν, τὸ μὴ ἐξ ἀνάγκης ψεῦδος δηλοῖ, ὡς εἴρηται προσεχῶς, ἄλλον δὲ τὸ ἀληθὲς εἶναι, ἄλλον δὲ τὸ ἐνδεχόμενον ἀληθὲς ἤδη. κατὰ μεταφορὰν δὲ ἡ ἐν τῇ γεωμετρίᾳ λέγεται εἶναι δύναμις ὡς ποιητικὴ πᾶσα, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ τὰ ἐν λόγοις οὐ κατὰ δύναμιν ὑπάρχοντα, ἀλλὰ τὰ ἐν τοῖς πράγμασι.2 τὰ μέντοι γε πράγματα τὰ λεγόμενα κατὰ δύναμιν πάντα λέγονται πρὸς τὴν πρώτην ἀρχὴν ἢ τὴν μίαν ἀντὶ τῆς πρώτης· διττὴ γὰρ φέρεται ἡ γραφή. αὕτη δέ ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ, καθὸ ἄλλο, ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον. τὰ γὰρ ἄλλα λέγονται δυνατὰ τῷ ἔχειν ἄλλο τι τοιαύτην δύναμιν τὰ δὲ τῷ μὴ ἔχειν, ὁμοίως δὲ καὶ τὰ ἀδύνατα. ὥστε ὁ κυρίως ὅρος τῆς πρώτης δυνάμεως εἴη ἂν τὸ μεταβλητικὸν ἐν ἄλλῳ, τουτέστι τὸ ποιητικόν· κυρίως γὰρ τὸ ποιοῦν λέγεται δύναμιν ἔχειν.

“无潜能则是潜能的匮乏。” 在详论了潜能者[可能者]之后,他从此开始向我们论及无潜能;并且潜能以多少种方式被述说,显然无潜能也就以多少种方式被述说。因此他说“无潜能则是潜能的匮乏以及对这样始基的否定,或者就全然按本性不具有者而言,正如我们所说过的,或者就按本性具有且在按本性具有的时候而言”。因为我们不会同样地说一个孩童、一个成年男子和一个阉人是不能生育的;因为阉人按本性不具有,故而决不具有,孩童暂时在自然上不具有,而成年男子则对此具有[能力]。而且对应于每一种潜能,都存在着相对立的无潜能,既有相对于仅能运动者的,也有相对于完满运动者的。不能者一部分是按照我们已经说过的这种无潜能被述说的,另一部分则是以另一种方式被述说的,正如潜能者与不能者[在命题意义上]那样。所谓不能,是指其相反者(如在命题中)是不可能的,而是必然为真的,例如对角线是可通约的这件事是不能的[不可能的],因为这样一件事是假的,它的相反者(即对角线与边不可通约)不仅是真的,而且必然是真的;因此可通约不仅是假的,而且是必然假的。与此相反的则是可能者,即其相反者并非必然为假的情形,例如人坐着是可能的;因为不坐着并不是必然为假的。因此,可能者以一种方式,正如我们所说的,表示并非必然为假,如刚才所说的那样;以另一种方式表示为真;以另一种方式则表示已经可以为真。而几何学中的潜能是依转义被述说的,全都是作为作动的,正如我们在通论中所说的那样。因此,这些在言论中的可能者并非按照潜能而存在,而是在事物中的那些才是。然而,所有按照潜能被述说的事物,都是朝向第一始基被述说的,或者代替第一始基而朝向“唯一的”[始基]被述说;因为流传着两种读法。而这便是“在另一事物中、只要它是另一事物而言的变化的始基”,以便指明作因。因为其他事物被称为潜能者,或是由于另一事物具有这样的潜能,或是由于不具有,同样地不能者也是如此。因此,第一潜能的严格定义当是在另一事物中引起变化者,也就是作动者;因为严格说来,作动者才被称为拥有潜能。

语法注2 条
  1. 5.39ἀδύνατὸν μὲν οὗ τὸ ἐναντίον, ὡς ἐν προτάσει, οὐκ ἔστι δυνατόν, ἀληθὲς δὲ ἐξ ἀνάγκης

    关系代词 οὗ 的先行词是隐含的命题或事态,构成主节述语 ἀδύνατόν [ἐστιν] 的主语从句。在从句中,τὸ ἐναντίον 充当共同主语,并列连接了 οὐκ ἔστι δυνατόν 和 ἀληθὲς δὲ [ἐστιν] ἐξ ἀνάγκης 两项。

  2. 5.39ταῦτα μὲν οὖν τὰ δυνατὰ τὰ ἐν λόγοις οὐ κατὰ δύναμιν ὑπάρχοντα, ἀλλὰ τὰ ἐν τοῖς πράγμασι

    对比结构中的动词省略。前半句补足系动词 ἐστίν:ταῦτα μὲν οὖν τὰ δυνατὰ τὰ ἐν λόγοις [ἐστὶν] οὐ κατὰ δύναμιν ὑπάρχοντα(言论中的可能者并非按潜能而存立);后半句 ἀλλὰ τὰ ἐν τοῖς πράγμασι 则省略了谓语 [κατὰ δύναμιν ὑπάρχει],以此将命题上的可能性与实际事物中的实体潜能加以对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:330.1-330.32