← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§329.3-329.35

对应于潜能区分的可能者的诸含义

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷五第十二章(1019a32起),论述了与“潜能”的诸含义相对应,“潜能者/可能者”(to dynaton)如何从作因、受动、变化、对品性或匮乏的拥有以及抗灭性等方面被多重地述说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.38

" Λεγομένης τῆς δυνάμεως τοσαυταχῶς." Δείξας ποσαχῶς λέγεται ἡ δύναμις λέγει ὅτι ὁσαχῶς λέγεται ἡ δύναμις, τοσαυταχῶς λέγεται καὶ τὸ δυνατόν. ἕνα μὲν οὖν τρόπον λεχθήσεται τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τουτέστι ποιητικὸν αἴτιον. καλῶς δὲ προσέθηκεν ἢ μεταβολῆς, ἐπειδή, ὡς εἴρηται ἐν τοῖς τελευταίοις λόγοις τῆς Φυσικῆς, φέρεται ἡ μεταβολὴ οὐ μόνον ἐπὶ κινήσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἄνευ κινήσεως μεταβαλλόντων, ὡς ἐπὶ τῆς γενέσεως ἔλεγεν ἐκεῖσε καὶ τῆς φθορᾶς. διό φησι καὶ γὰρ τὸ στατικὸν δυνατόν τι ἐν ἑτέρῳ θεωρεῖσθαι,1 καθὸ ἕτερον ὑπάρχει, τουτέστιν οὐ μόνον κινήσεώς ἐστιν ἄλλοις αἰτία τὸ δυνατόν, ἀλλὰ καὶ ἠρεμίας καὶ στάσεως. φησὶν οὖν ὅτι λέγεται τὸ δυνατὸν καὶ ὡς ποιητικὸν αἴτιον, λέγεται δὲ καὶ ὡς παθητικόν, καὶ τοῦτο ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἕνα δὲ ἄλλον λέγεται, ἂν ἔχῃ τι αὐτοῦ ἄλλο δύναμιν τοιαύτην, τουτέστι παθητικήν. λέγεται δυνατὸν καὶ τὸ ἔχον δύναμιν μεταβλητικήν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον· διό φησι καὶ γὰρ τὸ φθειρόμενον δοκεῖ δυνατὸν εἶναι φθείρεσθαι, ἐπεὶ οὐχ ὡς φθαρῆναι ἀδύνατον νῦν ἔχει τινὰ διάθεσιν2 καὶ αἰτίαν καὶ ἀρχὴν τοῦ τοιούτου πάθους, τοῦ δύνασθαι φθείρεσθαι. ποτὲ μὲν τὸ ἔχειν τι δοκεῖ, ποτὲ δὲ τὸ ἐστερῆσθαι τοιοῦτον εἶναι. ἐπεὶ δὲ τὸ ἔχειν ἐπὶ ἕξεως κυρίως λέγεται, αὐτὸς δὲ τὸ τοιοῦτον καὶ ἐπὶ στερήσεως ἤγαγεν, ἀπολογούμενος ὑπὲρ τοῦ τοιούτου φησὶν 〈ὅτι〉 καὶ τὴν στέρησιν ἔχειν λέγομεν· οὐ γάρ ἐστιν ἡ στέρησις τῶν μὴ ὄντων, οὔτε δὲ ἀπόφασις, ἀλλὰ καταφατικῶς κατηγορεῖται τοῦ πράγματος, λεγόντων ἡμῶν τόνδε τυφλότητα ἔχειν καὶ καθ’ ἕξιν ἔχειν τόδε τὸ πάθος, οἷον τὸ τοῦ πυρετοῦ ἢ ἄλλου τινὸς τοιούτου. διό φησιν εἰ δὲ ἡ στέρησις ἕξις πως, πάντα λέγονται τῷ ἔχειν, καὶ ἡ στέρησις καὶ ἡ ἕξις, ὁμωνύμως λεγομένου τοῦ ὄντος, ὥστε τό τε ἔχειν ἕξιν τινὰ τὴν κυρίως ἕξιν δυνατὸν λέγεται καὶ τὸ ἔχειν στέρησιν, εἰ ὅλως ἐνδέχεται ἔχειν στέρησιν. τρίτον δὲ τὸ μὴ ἔχειν δύναμιν φθαρτικὴν ὑπὸ ἄλλου, καθὸ ἄλλο ἐστίν, ὥσπερ ἐπὶ τοῦ ἀδάμαντος ἐλέγομεν. πάντα οὖν ταῦτα ἢ τῶν δυναμένων μόνον γενέσθαι ὑπάρχει3 ἢ τῶν μὴ δυναμένων γενέσθαι, ἢ τῶν καλῶς. καὶ γὰρ ἐν τοῖς ἀψύχοις ἔνεστιν ἡ τοιαύτη δύναμις, οἷον ἐν τοῖς ὀργάνοις· φασὶ γὰρ τὴν μὲν καλῶς δύνασθαι φθέγγεσθαι λύραν, τὴν δὲ οὐ καλῶς, ἂν μὴ εὔφωνος ὑπάρχῃ.

“既然潜能有如此多种含义……” 在指出了潜能以多少种方式被述说之后,他说,潜能以多少种方式被述说,潜能者[可能者]也就以多少种方式被述说。因此,以一种方式而言,拥有运动或变化的始基(即作因)者将被如此述说。而他恰当地补充了“或变化的”,因为正如在《物理学》最后的诸篇论述中所说的那样,变化不仅适用于运动,也适用于无运动而变化的事物,正如他在那里论及生成与毁灭时所说的那样。因此他说“因为使静止者也是在另一事物中、只要它作为另一事物而存在就被考察的某种潜能者”,也就是说,潜能者对其他事物而言不仅是运动的原因,也是安息与静止的原因。所以他说,潜能者既作为作因被述说,也作为受动者被述说,并且他通过说“但以另一种方式,如果某种其他事物对它具有这样的潜能就被述说” ——即受动潜能——表明了这一点。拥有变化潜能者也被称为潜能者,无论朝向更坏还是朝向更好;因此他说“因为被毁灭者也似乎是可能被毁灭的,既然它现在并不像不可能被毁灭那样,而是拥有如此受动、即能够被毁灭的状态、原因和始基”。有时拥有某种东西似乎是如此的,有时被剥夺则似乎是如此的。但是,既然“拥有”严格来说是就品性而言的,而他自己却把这样的表述也运用到匮乏上,为了给这样的用法辩护,他说我们也说拥有匮乏;因为匮乏并不属于非存在者,也不是否定,而是对事物作肯定性的谓述,正如我们说这个人拥有盲目,并作为品性拥有这种受动,例如发烧或某种其他类似之物。因此他说“如果匮乏在某种意义上是一种品性,那么一切都通过拥有而被述说”,匮乏与品性皆是如此,由于存在是被同名异义地述说的,从而拥有作为严格意义上的品性的某种品性被称为潜能者,拥有匮乏(如果全然可以拥有匮乏的话)也被称为潜能者。第三则是,如我们在金刚石的情形中所说的那样,不具有被另一事物(只要它是另一事物)毁灭的潜能。因此,所有这些事物要么属于仅能够生成的事物,要么属于不能够生成的事物,要么属于能够完满生成的事物。因为在无生命之物中,例如在工具中,也存在着这样的潜能;因为人们说,一张里拉琴能够完满地发声,而另一张若声音不悦耳则不能完满地发声。

语法注3 条
  1. 5.38τὸ στατικὸν δυνατόν τι ἐν ἑτέρῳ θεωρεῖσθαι

    由 φησί 引出的间接引语,是由主格性宾格 τὸ στατικόν 和不定式 θεωρεῖσθαι 构成的“宾格加不定式”结构,其中 δυνατόν τι 作 τὸ στατικόν 的谓语补足成分。

  2. 5.38ἐπεὶ οὐχ ὡς φθαρῆναι ἀδύνατον νῦν ἔχει τινὰ διάθεσιν

    否定词 οὐχ 否定 ὡς φθαρῆναι ἀδύνατον(“非作为不可能被毁灭者”),修饰 ἔχει 的宾语所体现的状态,并与后文的说明 τοῦ δύνασθαι φθείρεσθαι(“能够被毁灭”)构成对比:即并非处于不可毁灭的状态,而是具有能够被毁灭的原因与始基。

  3. 5.38πάντα οὖν ταῦτα ἢ τῶν δυναμένων μόνον γενέσθαι ὑπάρχει

    动词 ὑπάρχει 在此支配表所属/范畴的属格结构,意为“属于……此类事物”。三组属格短语由 ἢ ... ἢ ... ἢ ... 并列连接(即 τῶν δυναμένων μόνον、τῶν μὴ δυναμένων 以及省略了分词的 τῶν καλῶς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:329.3-329.35