- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:31.15-33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德对恩培多克勒与阿那克萨哥拉等前人对质料因和动力因的不成熟运用所作的批评(985a10),这些前人被比作笨拙的拳击手或机械降神,并详细阐明了友爱与争斗在结合与分离的作用上未能保持首尾一贯的缺陷。
" Οὗτοι μὲν οὖν ὥσπερ λέγομεν." Τούτους, φησίν, Ἐμπεδοκλέα τε καὶ Ἀναξαγόραν καὶ ἔτι Ἑρμότιμον καὶ τῶν ποιητῶν Ἡσίοδόν τε καὶ Παρμενίδην φαμὲν δύο αἰτίων ἐφάψασθαι ὑλικοῦ τε καὶ ποιητικοῦ, περὶ ὧν αἰτίων ἡμεῖς εἰρήκαμεν ἐν τοῖς Περὶ φύσεως λόγοις, ὅτι τέσσαρα ὑπάρχουσι τὰ αἴτια, ὑλικόν, ποιητικόν, εἰδικόν, τελικόν. καὶ διεξέλθωμεν εἰ ἄρα δυνηθείημεν αὐτοὺς εὑρεῖν ἄλλο τι αἴτιον λέγοντας πλέον ὧν ἡμεῖς εἰρήκαμεν καὶ τοῦτο ἀποθέσθαι.1 οὔτε δὲ πάντα εἰρήκασιν, ἀλλὰ μόνον δύο, καὶ ταῦτα ἀδιαρθρώτως εἰρήκασιν, καθάπερ, φησίν, οἱ πυκτεύοντες. ὥσπερ γὰρ οἱ ἀσθενῶς ἔχοντες ἐν τῷ πυκτεύειν πολλάκις εἰκῇ φερόμενοι κατὰ τύχην τινὰ παρέχουσι καιρίαν πληγὴν κατὰ ἀναγκαίου μορίου, οὕτως καὶ οὗτοι περὶ τῶν δύο αἰτιῶν κατὰ τύχην τινὰ εἰρήκασι καὶ οὐκ ἐπιστημονικῶς. ἀμέλει τοι Ἀναξαγόρας ἔν τισιν ἀπορῶν ἀποδοῦναι τὰς αἰτίας, τὸν νοῦν αἴτιον ἔλεγεν τοῦ παντός· ἐρχόμενος δὲ εἰς τὰ κατὰ μέρος, ὡς φησι καὶ Πλάτων ἐν Φαίδωνι, αὖθις ὑλικὰ αἴτια ἀπεδίδου, μηδαμοῦ μνημονεύων τοῦ νοῦ, ὡς μὴ ἔχων ἐπιστήμην. ἔδει γὰρ πανταχοῦ τάττειν αὐτὸν καὶ πάντων αἴτιον αὐτὸν ἀποδεικνύναι. μόνον οὖν τοῦ ὑλικοῦ αἰτίου ἐμνημόνευσαν καὶ τοῦ ποιητικοῦ, καὶ τούτων ἀμυδρῶς καὶ οὐ σαφῶς, ἀλλ’ ὥσπερ οἱ ἀγύμναστοι ἐν ταῖς μάχαις. καὶ γὰρ ἐκεῖνοι πολλάκις περιφερόμενοι παρέχουσι πληγὰς δυναμένας ἀδικεῖν, ὡς εἴρηται. ἀλλ’ οὔτ’ ἐκεῖνοι τοῦτο ποιοῦσιν ἐξ ἐπιστήμης, οὔτε οὗτοι ἐοίκασι λέγειν εἰδέναι ἃ λέγουσι·2 σχεδὸν γὰρ ἐν μικροῖς πάνυ κέχρηνται τοῖς ποιητικοῖς αἰτίοις, ὅπερ οὐκ ἔδει, ἀλλ’ ἐπὶ πάντων τάττειν. μηχανῇ δὲ τὸν Ἀναξαγόραν εἶπε τῷ νῷ χρῆσθαι, ὥσπερ ἐν ταῖς τραγῳδίαις οἱ δαίμονες παράγονται ἀπὸ μηχανῆς [καὶ] ἐν τοῖς ἀπόροις, 〈οἷον〉 ἐν τῷ Ἱππολύτῳ ἐφάνη ἡ Ἄρτεμις ἀποροῦντι τῷ Θησεῖ· οὕτως οὖν καὶ ὁ Ἀναξαγόρας ἡνίκα ἀπορεῖ πρὸς τὴν κοσμοποιίαν διά τινα αἰτίαν ἐξ ἀνάγκης, τότε ἕλκει τὸν νοῦν. ἐν δὲ τοῖς κατὰ μέρος πάντα μᾶλλον αἰτιᾶται ἤπερ τὸν νοῦν. Ἐμπεδοκλῆς δὲ πλέον μὲν ἢ κατὰ Ἀναξαγόραν κέχρηται τοῖς ποιητικοῖς αἰτίοις, οὐ μὴν οὐδὲ οὗτος ἱκανῶς λέγει. φησὶ γὰρ τὴν φιλίαν συγκρίσεως εἶναι αἰτίαν, τὸ δὲ νεῖκος διακρίσεως, πολλάκις δὲ τὸ ἐναντίον ὁρῶμεν γινόμενον τὴν φιλίαν διακρίσεως·3 αὕτη γὰρ διακρίνει τὰ εἴδη ἐκ τῆς ὕλης κατ’ αὐτὸν καὶ ποιεῖ τὸν σφαῖρον. πάλιν τὸ νεῖκος συγκρίνει τὰ στοιχεῖα· τὸ γὰρ πῦρ τὸ τῇδε κἀκεῖσε ὑπάρχον εἰς ἓν συνάγει, καὶ τὰ εἴδη πάλιν τῇ ὕλῃ ἐπιτίθησιν. οὐδὲ αὐτὸν οὖν ἱκανῶς 〈φησιν〉 εὑρίσκειν τὸ ὁμολογούμενον·4 ἔδει γὰρ τὴν φιλίαν ἐν πᾶσι συγκρίσεως αὐτῷ αἰτίαν εἶναι, τὸ δὲ νεῖκος διακρίσεως· οὐ μὴν τοῦτο ποιεῖ, ἀλλὰ πολλαχοῦ αὐτῷ ἡ μὲν φιλία διακρίνει, τὸ δὲ νεῖκος συγκρίνει. καὶ λέγει ἐν τίσιν. ὅταν μὲν γὰρ ὑπὸ τοῦ νείκους ἐκ τοῦ ἑνὸς εἰς τὰ στοιχεῖα διίστηται καὶ διαιρῆται καὶ χωρίζηται, τότε τὰ τέως τῶν στοιχείων μόρια ἀνακεκραμένα ἀλλήλοις (οὕτως γὰρ ἦν ἓν τὰ πάντα) συγκρίνεται καὶ συνάγεται εἰς ταὐτόν, τὰ μόρια τὰ τοῦ πυρὸς ὡς εἶναι μετ’ ἀλλήλων, καὶ τὰ τοῦ ἀέρος ὡσαύτως, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἑκάστων· οὕτως γὰρ ἡ εἰς τὰ στοιχεῖα τοῦ ἑνὸς διαίρεσις. καὶ οὕτως μὲν αὐτῷ τὸ νεῖκος οὐ διακρίσεως μᾶλλον ἀλλὰ συγκρίσεως 〈αἴτιον〉. πάλιν ἡ φιλία ταῦτα τὰ σώματα πρῶτον αὐτὴ διαιρεῖ καὶ κατακερματίζει καὶ διακρίνει. οὐ γὰρ δή γε ὁλόκληρα ὄντα φυλάττει, ἐπεὶ τὰ αὐτὰ ἔμενον· οὕτως δὲ οὐκ ἦν μεταβολή. Ἐμπεδοκλῆς οὖν παρὰ τοὺς πρότερον πρῶτος ταύτην τὴν αἰτίαν τῶν κακῶν διελὼν εἰσήγαγεν, οὐ μίαν ποιήσας τὴν ποιητικὴν ἀρχήν, ἀλλὰ δύο ἐναντίας ἀλλήλαις, τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν κακῶν, τῶν πρὸ αὐτοῦ μηδὲν τοιοῦτον ποιησάντων. πάλιν δὲ τὰ ὑλικὰ στοιχεῖα τέσσαρα πρῶτος εἰσηγήσατο, οὐ μὴν κέχρηται αὐτοῖς ὡς τέτρασιν, ἀλλ’ ὡς δυσίν· τὸ γὰρ πῦρ λέγει θερμόν, τὰ δὲ ἄλλα ψυχρά, ὡς εἴρηται ἡμῖν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. καὶ τοῦτο ἔστιν εὑρεῖν κείμενον ἐν τοῖς ἔπεσιν αὐτοῦ.
“因此这些人,正如我们所说。” 他说,我们主张这些人——恩培多克勒、阿那克萨哥拉,还有赫尔摩提穆,以及诗人中的赫西俄德和巴门尼德——触及了两种原因,即质料因和动力因;关于这些原因,我们在《自然学讲义》中已经说过,原因共有四种:质料因、动力因、形式因、目的因。让我们考察一下,是否能够发现他们谈及了某种超出我们所说的其他原因,并将其记录下来。但他们并未言及所有的原因,而仅仅谈到了两种,并且正如他所说,谈得毫无条理,就像拳击手一样。因为正如拳术不精的人往往胡乱挥拳,凭着某种侥幸在关键部位击出决定性的一拳,这些人关于这两种原因也是凭着某种侥幸而谈论,并非出于科学认知。无疑,阿那克萨哥拉在某些事情上面临无法给出原因的困境时,便把理智说成是万物的原因;但一旦涉及到具体事物,正如柏拉图在《斐多篇》中所说,他又搬出质料因,完全不提理智,宛如不具备科学知识。因为他本应在一切地方配置理智,并证明它是万物的原因。因此,他们仅仅提到了质料因和动力因,而且提到这两者时也是模模糊糊、含混不清,就像战斗中未受训练的人一样。因为那些人也往往到处冲闯而造成能够伤人的击打,正如前面所说的。但他们这样做并非出于科学认知,而这些哲学家似乎也不知道自己在说些什么;因为他们几乎只在极少的事情上使用了动力因,这本是不应该的,而应该将其配置在一切事物之上。他又说阿那克萨哥拉把理智当作机械来使用,正如悲剧中的神祇在困境中从机械装置中出场一样,比如在《希波吕托斯》中阿耳忒弥斯在忒修斯束手无策时现身;阿那克萨哥拉也是这样,每当他出于某种原因在必然性的宇宙创生中陷入困境时,便拉出理智。但在具体事物中,他宁可把一切事物当作原因,而不把理智当作原因。另一方面,恩培多克勒比起阿那克萨哥拉更多地使用了动力因,但他讲得同样不够充分。因为他说友爱是结合的原因,争斗是分离的原因,但我们经常看到相反的情况,友爱成了分离的原因;因为按照他的说法,友爱将形式从质料中分离出来,从而造就了球体。反过来,争斗又结合了各元素;因为它把散落于各处的火聚集为一,并把形式重新置于质料之上。因此他说,连恩培多克勒自己也没有充分地找到首尾一致的学说;因为友爱本应在他那里在一切事物中都是结合的原因,而争斗则是分离的原因;但他并没有这样做,反而有许多地方在他那里是友爱在分离,而争斗在结合。他也指明了是在哪些情况下如此。因为每当被争斗从“一”分裂、划分并分离为各元素时,此前彼此混合的各元素部分(因为一切此前曾以这种方式为一)便结合并聚集到同一处,使火的部分彼此在一起,气的部分同样如此,对于其余各元素也是一样;因为“一”向各元素的分裂正是这样进行的。这样一来,在他那里争斗与其说是分离的原因,不如说是结合的原因。反过来,友爱首先亲自划分、粉碎并分离这些物体。因为它绝不会把它们作为完整之物来保留,否则它们就会保持原样;若是这样,就不会有变化了。因此,恩培多克勒不同于前人,首次区分并引入了恶的这一原因,没有使动力原理保持为一个,而是设定为互相对立的两个原理,即诸善的原理与诸恶的原理,在他之前的人没有任何人这样做过。他又首次引入了四种质料元素,但他并没有把它们当作四种来使用,而是当作两种;因为他说火是热的,而其余的是冷的,正如我们在《论生成与消灭》中所说的那样。而这一点也可以在他的诗篇中找到。
- 1.39καὶ διεξέλθωμεν εἰ ἄρα δυνηθείημεν αὐτοὺς εὑρεῖν ἄλλο τι αἴτιον λέγοντας πλέον ὧν ἡμεῖς εἰρήκαμεν καὶ τοῦτο ἀποθέσθαι
劝勉语气第一人称虚拟式 διεξέλθωμεν 后面引导由 εἰ ἄρα 带祈愿式 δυνηθείημεν 构成的间接疑问从句。在从句中,εὑρεῖν 支配宾语补足结构 αὐτοὺς λέγοντας,不定式 ἀποθέσθαι 与 εὑρεῖν 并列,均由 δυνηθείημεν 支配;中动语态 ἀποθέσθαι 意为“收存、记下以备考查”。
- 1.39οὔτε οὗτοι ἐοίκασι λέγειν εἰδέναι ἃ λέγουσι
动词 ἐοίκασι 带有重叠的不定式结构:λέγειν 直接补足人称结构的 ἐοίκασι(“他们似乎在说……”),而 εἰδέναι 修饰该言说状态(“知道着”),并进而支配关系从句 ἃ λέγουσι(“他们所说的内容”)。
- 1.39πολλάκις δὲ τὸ ἐναντίον ὁρῶμεν γινόμενον τὴν φιλίαν διακρίσεως
属于感官动词带宾语补足分词的结构:τὸ ἐναντίον γινόμενον 作为 ὁρῶμεν 的宾语(“我们看到相反的事情发生”),随后的名词短语 τὴν φιλίαν διακρίσεως 作为解释性同位语,省略了 αἰτίαν οὖσαν,与前文的 φιλίαν συγκρίσεως εἶναι αἰτίαν 形成严格对称。
- 1.39οὐδὲ αὐτὸν οὖν ἱκανῶς 〈φησιν〉 εὑρίσκειν τὸ ὁμολογούμενον
由补入的动词 〈φησιν〉(指亚里士多德)支配的宾格不定式结构,不定式 εὑρίσκειν 的逻辑主语 αὐτόν 指恩培多克勒。中性被动分词 τὸ ὁμολογούμενον 意为“首尾一贯之事”或“与自身主张相调和者”。
