- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:327.23-329.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
该段疏解了《形而上学》第5卷第11章结尾处关于潜能、实现以及生成与消灭中的先后关系,随后讨论了第12章开头(1019a15)关于潜能(能力)的定义与分类,包括作因、受动潜能、向善的完善性以及抗变免受性。
" Ἐπεὶ δὲ τὸ εἶναι πολλαχῶς, πρῶτον μὲν τὸ ὑποκείμενον." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πολλαχῶς λέγεται τὸ εἶναι καὶ τὸ ὑπάρχειν, πρῶτον λέγεται τὸ ὑποκείμενον· διὸ ἡ οὐσία προτέρα τῶν ἄλλων κατηγοριῶν ὡς συναναιροῦσα καὶ μὴ συναναιρουμένη, εἴ γε ἐν αὐτῇ ἔχουσι τὸ εἶναι αἱ ἄλλαι πᾶσαι κατηγορίαι. ἔπειτα ἄλλως πρότερα τὰ κατὰ δύναμιν καὶ ἄλλως κατ’ ἐντελέχειαν· τὰ μὲν γὰρ κατὰ δύναμίν ἐστι πρότερα, τὰ δὲ κατ’ ἐντελέχειαν, οἷον κατὰ δύναμιν μὲν ἡ ἡμίσεια τῆς ὅλης γραμμῆς, ἵνα ὡς γενομένην παραδεξώμεθα τὴν γραμμήν,1 καὶ τὸ μόριον τοῦ ὅλου (πρότερον γὰρ τὸ μόριον τοῦ ὅλου ὡς γενόμενον) καὶ ἡ ὕλη τῆς οὐσίας (δεῖ γὰρ παραληφθῆναι τὴν ὕλην πρὸς γένεσιν τῆς οὐσίας), κατ’ ἐντελέχειαν δὲ ὕστερον· πρότερον γάρ ἐστι τὸ ὅλον τῶν μερῶν. ἐν γὰρ τῇ γραμμῇ δυνάμει ὑπάρχουσι τὰ μόρια· ἡνίκα δὲ δέξεται ἡ γραμμὴ ἐνεργείᾳ στιγμήν, τότε ὑπάρχουσι καὶ τὰ μόρια τῆς γραμμῆς ἐνεργείᾳ· διό φησι διαλυθέντος γὰρ κατ’ ἐντελέχειαν ἔσονται τὰ μόρια. καὶ τρόπον τινὰ πάντα τὰ πρότερον καὶ ὕστερον λεγόμενα κατ’ αὐτὰ τὰ πράγματα λέγονται· τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, τουτέστι τῶν μορίων, διό φησιν οἷον τὸ ὅλον τῶν μορίων, ἐὰν ἀθρόως ὑποθοῖο γεννᾶσθαι τὴν εὐθεῖαν (τὰ γὰρ μόρια δυνάμει ὑπάρχουσιν), ἐπειδὴ κατὰ φθορὰν τὰ μόρια ἐνδέχεται εἶναι ἄνευ τοῦ ὅλου, ὥσπερ ἐπὶ τῶν φθαρέντων νεκρῶν. τὰ γὰρ ὀστέα ἔτι μένουσι μόρια ὄντα, τὸ δ’ ὅλον ὡς ὅλον ἔφθαρται.
“既然存在有多种含义,首先便是底层。” 他所说的是这意思:既然存在与作为存在有多种含义,首先被说及的便是底层;因此实体在先于其余范畴,作为一同取消却不[被它们]一同取消者,如果确实所有其余范畴都在实体中具有存在的话。其次,依潜能而在先与依实现而在先是以不同方式而言的;因为有些事物是依潜能而在先,有些则是依实现而在先。例如依潜能而言,如果我们把线当作已经生成的事物来接受,半条线便在先于整条线,部分也在先于整体(因为部分作为已生成者在先于整体),质料也在先于实体(因为为了实体的生成必须采用质料);但依实现而言则是后。因为整体在先于部分。在一条线中,诸部分只是潜在地存在;而当线在现实中接受了一个点时,那时线的各部分也在现实中存在了;因此他说“因为当它被分解时,各部分便将在实现中存在”。并且在某种方式下,所有被称为在先与在后的事物都是依事物本身而言的。因为按生成而言,有些事物可以没有另一方(即部分)而存在,因此他说“例如整体〔可以没有〕部分”,如果你假定直线是一下子生成的(因为各部分是潜在地存在的);既然按消灭而言,部分可以没有整体而存在,正如在已毁灭的尸体的情形中那样。因为骨头作为部分仍然保留着,但整体作为整体却已经毁灭了。
"Δύναμις λέγεται ἡ μὲν ἀρχὴ κινήσεως ἢ μεταβολῆς." Πληρώσας τὸν περὶ τοῦ προτέρου λόγον ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς δυνάμεως, καί φησιν ὅτι ‘δύναμις δὲ λέγεται ἀρχὴ κινήσεως καὶ μεταβολῆς (ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον), ἡ ἐν ἑτέρῳ θεωρουμένη, καθὸ ἕτερον ἐστιν· οἷον ἡ οἰκοδομικὴ δύναμίς ἐστιν, ἥτις δύναμις οὐ θεωρεῖται ποιητικὴ οὖσα ἐν τῷ οἴκῳ τῷ οἰκοδομουμένῳ· οὐ γὰρ ὁ οἶκος δημιουργεῖ. ἡ μέντοι γε ἰατρικὴ δύναμις οὖσα θεωρεῖται ἐν τῷ ἰατρευομένῳ’ κατὰ συμβεβηκός, εἰ τύχοι, ἐὰν ὁ ἰατρευόμενος ἅμα εἴη καὶ ἰατρός, ὡς εἴρηται ἐν τῇ Φυσικῇ· διό φησιν ἀλλ’ οὐχ ᾗ ἰατρευόμενος. ἡ οὖν ἀρχὴ τῆς μεταβολῆς καὶ τῆς κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ θεωρεῖσθαι, καθὸ ἕτερον ὑπάρχει.2 καὶ πάλιν τὸ πάσχον ὑφ’ ἑτέρου πάσχειν, καθὸ ἕτερόν ἐστι· καθ’ ἣν γὰρ δύναμιν τὸ πάσχον πάσχει τι, φαμὲν αὐτὸ δύναμιν ἔχειν παθητικήν, καθὸ δύναται πάσχειν. κυρίως δὲ ἡ δύναμις οὐ κατὰ πᾶν πάθος λέγεται, ἀλλ’ ὅταν ἐπὶ τὸ βέλτιον, τουτέστιν ὅταν τελειωτικὸν πάθος ὑπομείνῃ. κυρίως γάρ, ὥς φησι Πλάτων, ἡ δύναμις σώζει, τὸ δὲ φθείρεσθαι ἀδυναμία μᾶλλον ὑπάρχει. ἔτι δύναμις λέγεται καὶ τὸ καλῶς τοῦτο ἐπιτελεῖν ἤγουν κατὰ προαίρεσιν· πολλάκις γὰρ τοὺς μόνον πορευθέντας ἢ εἰρηκότας, μὴ καλῶς δὲ ἢ βαδίσαντας ἢ εἰρηκότας, καθάπερ ὑπέσχοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν, ἐπειδὴ τὴν δύναμιν νῦν ὑπεθέμεθα ἐπὶ τὸ βέλτιον ἄγειν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν δεῖ τὴν δύναμιν κατὰ τὸ τελειωτικὸν πάθος προσδέχεσθαι, οὐ κατὰ τὸ φθαρτικόν. ἔτι δυνάμεις λέγονται ὅσαι ἕξεις, καθ’ ἃς δυνάμεις ἀπαθῆ ὅλως γίνονται3 τὰ γινόμενα ἢ ἀμετάβλητα ἢ μὴ ῥᾳδίως φερόμενα ἐπὶ τὸ χεῖρον. κλᾶται μὲν 〈γὰρ〉 καὶ συντρίβεται καὶ κάμπτεται καὶ ὅλως φθείρεται οὐ κατὰ δύναμιν, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ, ἀλλὰ κατὰ ἀδυναμίαν. ἀπαθῆ δὲ τῶν τοιούτων ὑπάρχουσιν ἅτινα μόγις καὶ ἠρέμα πάσχουσι διὰ δύναμιν τὴν ἐν αὐτοῖς καὶ τὸ διακεῖσθαι κατὰ τὴν δύναμιν.
“潜能一方面被称为运动或变化的始基。” 在结束了关于在先者的论述之后,他从这里开始向我们谈论潜能,并且说:“潜能被称为运动和变化的始基(意指作因),这是在另一事物中被考察的,只要它是另一事物;例如建筑术是一种潜能,这一潜能并不被考察为存在于那正被建造的房屋之中的作因;因为房屋并不进行制作。然而医术作为一种潜能却被考察为存在于被医治者之中”,但这正如在《物理学》中所说的那样是出于偶性,假若被医治者同时也是医生的话;因此他说“但不是就其作为被医治者而言”。所以,变化的始基和运动的始基被称为在另一事物中、只要它作为另一事物而存在就被考察的潜能。再者,受动者由另一事物受动,只要它是另一事物;因为受动者依照何种潜能而受到某种影响,我们便说它拥有受动潜能,只要它能够受动。但严格意义上的潜能并不是按每一种受动而言的,而是在朝向较好状态时,也就是在经受完善性的受动时所说的。因为正如柏拉图所说,严格意义上的潜能是保全的,而被毁灭则宁可说是一种无能。此外,完满地、即根据抉择来完成此事也被称为潜能;因为我们常常不说那些仅仅走了路或说了话、却没有像他们所承诺的那样完满地行走或说话的人能够说话或行走,因为我们现在假定潜能是引向较好状态的。同样在受动上,也必须按完善性的受动而不是按毁灭性的受动来接受潜能。此外,凡是那些品性,依其潜能而使生成之物变得全然不受影响、或者不可改变、或者不容易转向更坏,也都被称为潜能。因为被折断、被粉碎、被弯曲以及全然毁灭并不是依潜能发生的(正如我们在通论中所向大家说明的那样),而是依无能发生的。而对诸如此类的事情不受影响的,是那些由于存在于它们之中的潜能以及依潜能而处于的状态,而勉强且轻微地受动的事物。
- 5.36ἵνα ὡς γενομένην παραδεξώμεθα τὴν γραμμήν
由 ἵνα 加虚拟式(παραδεξώμεθα)构成的目的从句,在此并非表示主语施事的行动目的,而是论述上的假定或前提限制(“为了让我们接受/假定……”)。ὡς γενομένην 为作补足语的分词。
- 5.37ἡ οὖν ἀρχὴ τῆς μεταβολῆς καὶ τῆς κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ θεωρεῖσθαι, καθὸ ἕτερον ὑπάρχει
句子的核心结构是主语 ἡ ἀρχή 搭配 λέγεται δύναμις(“……的始基被称为潜能”),不定词短语 ἐν ἑτέρῳ θεωρεῖσθαι(“在另一事物中被考察”)对其进行补充说明,意在释义亚里士多德关于潜能作为“在他物中或作为他物”的运动始基的定义。
- 5.37ὅσαι ἕξεις, καθ’ ἃς δυνάμεις ἀπαθῆ ὅλως γίνονται
关系代词 καθ' ἃς 内部吸纳了名词 δυνάμεις,起同位或回指先行词 ἕξεις 的作用(“依照其潜能……”)。在句法上等同于单纯的 καθ' ἃς。
