← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§325.30-327.22

基于始基邻近度与认识的在先与在后区分

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Δ第11章中“在先与在后”的诸多含义,区分了基于距始基的邻近度(位置、时间、运动、潜能、次序)以及基于认识、定义(逻各斯)与自然本性的在先。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.32

" Πρότερα καὶ ὕστερα λέγεται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι πρότερα καὶ ὕστερα λέγονται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει καὶ πράγματι.1 τὸ γὰρ ἐγγύτερον καὶ πλησίον μᾶλλον τῆς ὡρισμένης ἀρχῆς πρότερον λέγεται, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι, ὡς ἐπὶ πατρὸς καὶ υἱοῦ, ἢ ποῦ ἢ * * * τουτέστι καὶ ἐκ τῶν ἄλλων κατηγοριῶν· οἷον τὰ μὲν κατὰ τόπον τῷ ὑπάρχειν πλησίον ἢ φύσει τινὸς τόπου ὡρισμένου, οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου, ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον. οἷον πρότερόν ἐστι τὸ ὕδωρ τοῦ πυρός, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον τοῦ μέσου τὸ ὕδωρ ἤπερ τὸ πῦρ. ὡς δὲ πρὸς τὴν σεληνιακὴν σφαῖραν τοὐναντίον πρότερόν ἐστι τὸ πῦρ τοῦ ὕδατος, ἐπειδὴ τὸ μὲν πλησίον ἐστὶ τῆς σεληνιακῆς, τὸ δὲ πορρωτέρω. καὶ ἐπὶ ἡμῶν αὐτῶν πρότερός ἐστιν, εἰ τύχοι, Διομήδης Ὀδυσσέως, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον Νέστορος.

“由于某种第一者的存在,有些事物被称为在先与在后。” 他所说的是这意思:即由于在每个属和事物中存在着某种第一者和始基,有些事物被称为在先与在后。因为正如在通论中所说的那样,离那被规定的始基更近和更相邻近者被称为在先,无论它是绝对地且按本性而言,或是就关系而言(如在父亲与儿子的情况下),抑或在位置上,或者[……],也就是说亦来自其余范畴。例如按位置而言的在先者,或是由于在自然本性上邻近某个被规定的位置(如中心或极点),或是就任意给定的基准而言更邻近,而更远者则是在后。例如水在先于火,因为水比火更靠近中心。但相对于月球天球而言则相反,火在先于水,因为前者靠近月球天球,而后者更远。并且在我们自身的情形中,比方说,狄俄墨得斯在先于奥德修斯,因为他更靠近涅斯托尔。

§5.33

"Τὰ δὲ κατὰ χρόνον." Καὶ ἐπὶ τοῦ χρόνου θεωρεῖται τὸ πρότερον· τὰ μὲν γὰρ τῷ πορρωτέρω τοῦ νῦν, οἷον ἐπὶ τῶν γενομένων * * * πρότερον γὰρ ὑπάρχουσι τὰ Νέμεα τῶν Πυθίων, ἐπειδὴ ἐγγύτερα ὑπάρχουσι τοῦ νῦν, τῷ νῦν ἀρχῇ καὶ πέρατι χρησαμένων ἡμῶν,2 καθάπερ εἴρηται καὶ ἐν τῇ θεωρίᾳ. πάλιν καὶ ἐν τῇ κινήσει θεωρεῖται τὸ πρότερον. τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερόν φαμεν εἶναι, οἷον ὁ παῖς τοῦ ἀνδρὸς καὶ ὁ υἱὸς τοῦ ἐκγόνου, ἐπειδὴ πλησίον ἐστὶ τοῦ πατρὸς τοῦ πρώτου κινήσαντος· ἀρχὴ δὲ καὶ αὕτη τις ὑπάρχει ἁπλῶς. πάλιν δὲ λέγεται πρότερον κατὰ δύναμιν. τὸ γὰρ ὑπερέχον τῇ δυνάμει καὶ ἰσχυρότερον ὑπάρχον λέγεται εἶναι πρότερον· τοιοῦτον δέ ἐστιν οὗ τινος κατὰ προαίρεσιν ἀνάγκη ἀκολουθεῖν τὸ ἕτερον καὶ τὸ ὕστερον, ὡς ἐπὶ τοῦ βασιλέως εἰρήκαμεν· ὁ γὰρ πλησίον αὐτοῦ ὑπάρχων τοῦ πόρρω πρότερος ὑπάρχει, ὥστε κατὰ τὴν ἐκείνου βούλησιν πάντα πράττειν καὶ κινεῖσθαι καὶ μὴ κινεῖσθαι. τὰ δὲ πρότερα ὑπάρχοντα κατὰ τάξιν· ταῦτα δὲ ὑπάρχουσιν ὅσα πρός τι ὑπάρχον ἓν ὡρισμένον διέστηκε κατὰ τὸν λόγον· οἷον ὁ παραστάτης πρότερός ἐστι τοῦ τριτοστάτου καὶ ἡ παρανήτη τῆς νήτης, ἐπειδὴ τὸ μὲν πλησιαίτερόν ἐστι τῷ κορυφαίῳ, τὸ δὲ τῇ μέσῃ ἀρχῇ. ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγονται τὸν τρόπον.

“而另一些事物是按时间而言的。” 在时间中在先者也受到考察;因为有些事物是通过离现在更远[而在先],例如在已发生的事物[过去的事情]上[……]。因为涅墨亚竞技会在先于皮托竞技会存在,因为它们离现在更近,正如在通论中也曾说过的,由于我们将现在用作始基和端点。再者,在运动中在先者也受到考察。因为我们说更靠近第一推动者的是在先的,例如幼童在先于成年男子,儿子在先于后代,因为他靠近第一推动者即父亲;而这也是某种绝对的始基。再者,依潜能也被称为在先。因为在潜能上卓越并且更强大者被称为在先;而这样的事物就是那根据其抉择,另一者及在后者必然随之而行者,正如我们在谈到国王时所说的。因为靠近他的人在先于远离的人而存在,以致按照那人的意愿去实行一切、被运动或不被运动。另一些事物是按次序而在先的;这些事物是按比例相对于某个被规定的单一事物而分隔开的所有事物;例如副手兵在先于第三排兵,次最高弦在先于最高弦,因为前者更靠近队长,而后者更靠近中音始基。于是这些事物便以这种方式被称为在先。

§5.34

"Ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον." Ποιησάμενος τὴν μίαν διαίρεσιν τοῦ προτέρου τὴν κατὰ τὸ ἁπλῶς ἐντεῦθεν ἐπὶ τὴν προτέραν μετέρχεται τὴν πρός τι θέσει,3 καί φησιν ἄλλον δὲ τρόπον λέγεται πρότερον τὸ τῇ γνώσει πρότερον ὡς ἁπλῶς πρότερον. τοῦτο δὲ * * * ποτὲ μὲν τὰ καθόλου ἐστὶ πρότερα ὡς πρὸς τὴν φύσιν παραβαλλόμενα (αὐτὰ γὰρ γνωριμώτερα ὑπάρχουσι), ποτὲ δὲ τὰ κατ’ αἴσθησιν καὶ τὰ καθ’ ἕκαστον γνώριμα ὑπάρχουσιν ὡς πρὸς ἡμᾶς.

“在另一种方式下,是在认识上在先者。” 他在作出了按绝对之物而论的在先者这一划分之后,便从那里过渡到通过设定而就关系而言的在先者,并且说,在另一种方式下,在认识上在先者作为绝对的在先者而被言说。而这[……],有时依本性比较而言普遍者是在先的(因为它们本身更为可知),有时相对于我们而言按感觉和个别的事物是可知的。

§5.35

"Καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον. " Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι κατὰ τὸν ὁρισμὸν τὸ συμβεβηκὸς πρότερον τοῦ ὅλου ἐστίν, εἴ γε οἱ ὁρισμοὶ πρότεροι ὑπάρχουσι τῶν πραγμάτων, ὧν εἰσιν ὁρισμοὶ ὡς δηλοῦντες τὰς οὐσίας αὐτῶν καὶ τὰς φύσεις, οἷον τοῦ συνθέτου. βούλομαι ὁρίσασθαι τὸ σύνθετον τῷ Σωκράτει ὡς μουσικόν, καὶ λέγω ὅτι ζῷον λογικὸν θνητὸν εἰδὼς κιθαρίζειν τοιῶσδε. ὥστε πρότερον ὑπάρχει τὸ συμβεβηκὸς τῆς οὐσίας κατὰ τὸν λόγον, καίτοι ἐν τῇ οὐσίᾳ θεωρουμένου τοῦ συμβεβηκότος. διὰ τοῦτο οὖν φησιν ὅτι κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον ὑπάρχει, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου· οὐ γὰρ δυνατὸν ὅλον τὸν ὁρισμὸν γενέσθαι τοῦ συνθέτου ἄνευ τοῦ μέρους τοῦ ὁρισμοῦ τοῦ μουσικόν. καίτοι ἀδύνατον εἶναι μουσικὸν μὴ ὄντος μουσικοῦ τινος, ἐν ᾧ θεωρεῖται τὸ μουσικόν, τουτέστι προυπάρχει ἡ οὐσία τῶν συμβεβηκότων. ἔτι πρότερα λέγονται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος, καθάπερ εἴρηται ἐν τῇ θεωρίᾳ· τὸ μὲν γὰρ γραμμῆς ἐστι πάθος, τὸ δὲ ἐπιφανείας. πάλιν τὰ κατὰ φύσιν πρότερα ὑπάρχουσι τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δέ,4 ὥσπερ τὸ ζῷον καὶ ὁ ἄνθρωπος. τοιαύτῃ δὲ διαιρέσει καὶ ὁ Πλάτων ἐχρήσατο.

“并且按定义而言,偶性在先于整体。” 他所说的是这样的:如果定义作为显明事物的实体和自然本性者而在先于它们作为其定义的诸事物(例如复合体)而存在,那么按定义而言偶性是在先于整体的。我想要把苏格拉底身上的复合体作为有音乐修养者来下定义,并且我说它是有理性的能死的动物、晓得如此这般地弹奏齐特拉琴。因此,尽管偶性是在实体中被考察的,但偶性按定义而言在先于实体而存在。所以正因如此他说,按定义而言偶性在先于整体存在,例如“有音乐修养的”在先于“有音乐修养的人”;因为若没有“有音乐修养的”这一定义部分,复合体的整个定义就不可能生成。尽管如果不存在可以在其中考察音乐性的某种有音乐修养之物,音乐性的存在就是不可能的,也就是说实体先于偶性存在。此外,在先者的受动性态被称为在先,正如在通论中所说的那样,例如直线在先于平滑;因为前者是线的受动性态,而后者是面的受动性态。再者,按自然本性而言在先的事物是那些一同取消、却不被一同取消者,正如动物与人。柏拉图也使用了这样的划分。

语法注4 条
  1. 5.32ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει καὶ πράγματι

    带 ὡς 的属格独立结构,在此充当原因从句(“由于在每个属和事物中存在着某种第一者和始基”)。

  2. 5.33τῷ νῦν ἀρχῇ καὶ πέρατι χρησαμένων ἡμῶν

    表原因或手段的属格独立结构 χρησαμένων ἡμῶν,其中 χρησαμένων(χράομαι 的不定过去分词)支配与格宾语 τῷ νῦν(“现在”)和表语与格 ἀρχῇ καὶ πέρατι(“作为始基和端点”),意为“由于我们将‘现在’用作始基和端点”。

  3. 5.34Ποιησάμενος τὴν μίαν διαίρεσιν τοῦ προτέρου τὴν κατὰ τὸ ἁπλῶς ἐντεῦθεν ἐπὶ τὴν προτέραν μετέρχεται τὴν πρός τι θέσει

    分词 ποιησάμενος 与主句主语(亚里士多德)一致,作时间副词性分词(“作出了……之后”)。主句骨干为“ἐντεῦθεν ἐπὶ τὴν προτέραν μετέρχεται τὴν πρός τι θέσει”(“从那里过渡到通过设定而就关系而言的在先者”),前后均使用了冠词重复修饰的结构。

  4. 5.35τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δέ

    中性复数分词的名词化结构对比:τὰ συναναιροῦντα(一同取消者)与 μὴ συναναιρούμενα(不被一同取消者),用作表语以界定依本性在先者(一者取消则另一者必随之取消,但反之不然)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:325.30-327.22