← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§324.23-325.29

受动潜能与无潜能以及可能与不可能的诸区分

阿斯克勒庇俄斯探讨了受动潜能与无潜能的关系,论述成全性受动以及涉及容易性与卓越性的借用潜能,继而阐释可能者的分类、不可能性的划分、命题上的不可能性与必然性,以及在几何学中对幂的隐喻用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.31#2

δεύτερον δὲ σημαινόμενον τὸ δυνάμενον πάσχειν· οὕτως γάρ φαμεν τὸ ξύλον δύναμιν ἔχειν τοῦ πάσχειν καὶ φθείρεσθαι ὑπὸ τοῦ πυρός. χρὴ μέντοι εἰδέναι ὅτι τὸ τοιοῦτον μᾶλλον ἀδυναμίας ἐστὶν ἤπερ δυνάμεως. ὡς γάρ φησιν ὁ Πλάτων, ἡ δύναμις σωστικὴ μᾶλλον ὑπάρχει ἢ φθαρτική. τὸ γοῦν πάσχειν, ὡς εἴρηται, ἀδυναμίας ἐστὶ μᾶλλον ἤπερ δυνάμεως. κυρίως οὖν λέγεται δύναμις ἐπὶ τῶν δυσχερῶς τι ὑπομενόντων ἢ οὐδὲ ὅλως, ὥσπερ λέγομεν τὸν ἀδάμαντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν, καὶ ἐπὶ τῶν τελειωτικὰ πάθη ὑπομενόντων, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν· πάσχων γὰρ ὁ ὀφθαλμὸς καὶ διακρινόμενος ἢ συγκρινόμενος ἀντιλαμβάνεται τῶν αἰσθητῶν. τοῦτο δὲ τὸ πάθος τελειωτικόν ἐστιν· οὐ γὰρ φθείρει τὸ ὄμμα, ἀλλὰ τῆς κατὰ φύσιν αὐτοῦ ἐνεργείας ὑπηρέτης γίνεται. καταχρηστικῶς δὲ λέγεται δύναμις καὶ ἐπὶ τῶν δύναμιν ἐχόντων πρὸς τὸ πάσχειν τὸ σημαινόμενον τῆς δυνάμεως, καθὸ εὐκόλως τις δύναται δέχεσθαι καὶ ποιεῖν τόδε τὸ πρᾶγμα· οἷον τὸν ἔχοντα εὐφυῶς πρὸς τὰ γραμματικὰ θεωρήματα λέγομεν δυνάμει εἶναι γραμματικόν, τὸν δὲ μὴ ἔχοντα οὔ φαμεν, εἰ μὴ ἁπλῶς συμπεριλαμβάνοι αὐτῷ τὸ καθόλου καὶ ἁπλῶς πᾶσιν ἀνθρώποις. καὶ τοῦ καλῶς ἐπιτελεῖν.1 τὸν γὰρ ἀρξάμενον βαδίζειν καὶ καλῶς τοῦτο ποιήσαντά φαμεν δύναμιν ἔχειν τοῦ βαδίζειν, τὸν δὲ διεστραμμένως πορευόμενον οὔ φαμεν δύναμιν ἔχειν τοῦ βαδίζειν, ἐπειδὴ οὐ δύναται καλῶς τὴν τοιαύτην ἐπιτελέσαι ἐνέργειαν. πάλιν καὶ τὰ ἀπαθῆ καὶ τὰ δυσχερῶς πάσχοντα δυνάμει λέγονται, ὅτι δύναμιν ἔχει τόδε μὴ πάσχειν ὑπὸ σιδήρου, ὥσπερ ὁ ἀδάμας, καὶ ὅτι ὁ λίθος οὐ ῥᾳδίως κατεάσσεται. ὁσαχῶς τοίνυν λέγεται ἡ δύναμις, τοσαυταχῶς καὶ τὸ δυνατόν· ὥστε τετραχῶς λέγεται τὸ δυνατόν. δύναμις δέ ἐστιν αὐτὴ ἡ διάθεσις ἡ ποιοῦσα· δυνατὸν δέ ἐστιν ἡ δύναμις ἡ ἐν οὐσίᾳ θεωρουμένη καὶ ἐνεργοῦσα περὶ τόδε τὸ πρᾶγμα. καὶ τὸ δυνατὸν οὖν ποιητικόν ἐστιν ἢ παθητικόν. δυνατὸν ἐστι ποιεῖν καὶ πάσχειν ἤγουν μεταβάλλειν τόδε τὸ πρᾶγμα καὶ ποιεῖν αὐτὸ λευκὸν ἐκ μέλανος, ἤγουν εὐκόλως μεταβάλλειν καὶ ἐπὶ τὸ κρεῖττον. * * * τριχῶς δὲ τοῦτο θεωρεῖται·2 ἢ γὰρ οὐδὲ ὅλως πέφυκεν ἔχειν, καθάπερ ὁ λίθος (οὐ γὰρ δυνατόν ἐστι γενέσθαι γραμματικόν· οὐδὲ γὰρ πέφυκε τοῦτο ἔχειν), καὶ ὅτε μὴ πέφυκεν ἔχειν, ὥσπερ τὸ παιδίον (ἀδύνατον γὰρ τεκεῖν αὐτὸ ἐν τῇ τοιαύτῃ ἡλικίᾳ) ἢ πεφυκὸς ἔχειν οὐκ ἔχει, ὥσπερ ὁ εὐνοῦχος. λέγεται δὲ τὸ ἀντικείμενον οὐκέτι ἀντικείμενον τῷ δυνατῷ, ἀλλὰ τῷ ἀληθεῖ τῷ ἐν ταῖς προτάσεσι θεωρουμένῳ. οὕτως γάρ φαμεν ἀδύνατον τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ· τὸ γοῦν ἀντικείμενον ἀληθές ἐστιν ἐξ ἀνάγκης· πᾶσα γάρ ἐστιν ἀνάγκη τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ, ὥστε τὸ ἄλλο ψεῦδός ἐστιν. ἄλλως λέγεται δύναμις κατὰ μεταφορὰν ἐν γεωμετρίᾳ, ὥσπερ ἐν τῷ δεκάτῳ λόγῳ τῶν Εὐκλείδου ‘καὶ † ἡ δυναμένη αὐτῷ ἀλόγως, καλείσθω δὲ ἀποτομή’. ἔστι δὲ δύναμις ὡς ποιητικὸν αἴτιον, ἐπειδὴ ποιεῖ τὸ τετράγωνον, εἰ τύχοι, ἡ εὐθεῖα. εἰδέναι μέντοι γε χρὴ ὅτι τὰ μὲν πράγματα λέγονται εἶναι δυνάμει, ἐπειδὴ ἐξέρχονται εἰς ἐνέργειαν, οἱ μέντοι γε λόγοι οἱ περὶ αὐτῶν, καθὸ λόγοι ὑπάρχουσιν, οὐ λέγονται εἶναι δυνάμει· οἷον λέγεται δυνάμει Σωκράτης καθέζεσθαι, οὐκ ἔστι 〈δὲ〉 δυνάμει καὶ * * * ὡς ἐπὶ τῶν πραγμάτων.

第二个含义是能够受动的;因为我们这样说木材具有被火受动和毁灭的潜能。然而应当知道,此类事物与其说属于潜能,不如说属于无潜能。因为正如柏拉图所说,潜能与其说是毁灭性的,不如说是保存性的。受动无论如何,如前所述,与其说属于潜能,不如说属于无潜能。因此严格意义上的潜能,是就那些难以承受某物或完全不承受某物的事物而言的,正如我们说金刚石具有不受动的潜能,也是就那些承受成全性受动的事物而言的,正如就眼睛而言那样;因为眼睛在受动并被分离或结合时,把握可感觉对象。而这种受动是成全性的;因为它并不毁灭眼睛,而是成为其顺应自然的现实活动之仆人。但在转用意义上,潜能也被用于指那些对受动具有能力的事物,这是就潜能的这一涵义而言,即在某人能够轻易接受并作出此事物的限度内;例如,对于在文法学诸定理方面有天赋的人,我们说他在潜能上是文法家,但对于没有此天赋的人我们则说不是,除非普遍的东西、即绝对属于一切人的东西被一并包括在他之内。并且[潜能也是指]很好地完成[的能力];因为我们说开始行走且走得很好的人具有行走的潜能,但行走歪斜的人我们则说不具有行走的潜能,因为他不能很好地完成这样的现实活动。再者,不受动的事物和难以受动的事物也是就潜能而言的,这是由于此事物正如金刚石那样具有不被铁受动的潜能,以及石头不易被击碎。因此,潜能以多少种方式被言说,可能者也就以多少种方式被言说;以致可能者以四种方式被言说。潜能本身是造成作用的性向;而可能者则是在实体中被考察、并就此事物发挥现实活动的潜能。因此可能者要么是能动的,要么是受动的。可能做某事和受动,即改变此事物并使之从黑变白,或者轻易地、朝向更好的一方改变。* * * 但这是以三重方式被考察的:要么是根本未生就拥有某物,正如石头(因为[石头]不可能成为文法家;因为它甚至未生就拥有此物),要么是尚未到生就拥有之时,正如小儿(因为在这样的年龄生育是不可能的),要么是生就应有却未拥有,正如阉人。但[可能者的]对立项不再是作为可能者的对立项被言说,而是作为在命题中被考察的真者的对立项被言说。因为这样我们说对角线与边可通约是不可能的;其对立项无论如何必然为真;因为对角线与边不可通约是全然必然的,以致另一方为伪。在另一种方式下,潜能是在几何学中依转义被言说的,正如在欧几里得第十篇中“且对其在平方上不可通约者,当被称为截线”。而潜能是作为作用因的,因为举例来说,直线造成了正方形。然而应当知道,诸事物本身因为走入现实活动而被说成是在潜能中,但关于它们的论述,在其作为论述而存在的限度内,并不被说成是在潜能中;例如说苏格拉底在潜能上坐着,但并不在潜能上存在并且 * * * 正如在诸事物的情形中那样。

语法注2 条
  1. 5.31καὶ τοῦ καλῶς ἐπιτελεῖν

    带冠词属格不定式 τοῦ καλῶς ἐπιτελεῖν 起到了说明性属格的作用,依附于上下文省略的表达(即潜能也被称为“很好地完成[的潜能]”,呼应《形而上学》Δ卷12章 1019a23 的定义)。它引出了潜能关于完成卓越性方面的进一步含义。

  2. 5.31τριχῶς δὲ τοῦτο θεωρεῖται

    由于此前文本存在脱漏标记,指示代名词 τοῦτο 在紧邻前文中缺少显式先行词。然而后文给出的三层划分(天生完全无法具备、尚未到具备年龄、生就应有却被剥夺)直接对应于亚里士多德在《形而上学》Δ卷12章(1019b22–33)中关于“不可能者”(ἀδύνατον)或“匮乏”的划分,表明 τοῦτο 指向在脱漏处引入的“不可能者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:324.23-325.29