← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§323.15-324.23

先于者与后于者的诸样态与区分

本节依据亚里士多德《形而上学》卷Δ第11章(1018b9),梳理了按自然、属、时间、空间、运动、潜能、序列及认识等多重维度划分的“先于者”,并过渡到下一章关于“潜能”的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.31#1

" Πρότερα καὶ ὕστερα λέγεται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, τὸ ἐγγύτερον.1" Ἐντεῦθεν περὶ προτέρου ἡμῖν ποιεῖται τὸν λόγον, καί φησιν ὅτι τὸ πρότερον ἢ ἁπλῶς λέγεται ἢ πρὸς ἡμᾶς καὶ πρὸς τὴν ἡμετέραν θέσιν· καὶ ἁπλῶς ἢ φύσει ἢ γένει ἢ χρόνῳ. γένει μέν, οἷον ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλων κατηγοριῶν, καὶ τὰ πλησίον τῆς οὐσίας πρότερα ὑπάρχουσι τῶν πορρωτέρω, οἷον πρότερόν ἐστι τὸ ἔμψυχον τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ λογικοῦ, ἐπειδὴ τὸ μὲν ἔμψυχον πλησίον ἐστὶ τῆς οὐσίας, τὸ δὲ ζῷον πορρωτέρω, καὶ πάλιν τὸ ζῷον πλησίον, τὸ δὲ λογικὸν πορρωτέρω. φύσει δὲ ὁ πατὴρ τοῦ υἱοῦ πρότερος ὑπάρχει καὶ ὁ υἱὸς τοῦ ἐκγόνου, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον τοῦ πατρός. χρόνῳ δὲ ὅτι πρότερα ὑπάρχουσι τὰ Τρωικὰ τῶν Μηδικῶν. τόπῳ δὲ ὅτι προτέρα ἐστὶν ἡ ἀπλανὴς τῶν πλανωμένων, ἐπειδὴ μᾶλλον πλησιάζει τῇ ἀνάστρῳ. ὁμοίως δὲ καὶ κατὰ κίνησιν θεωρεῖται τὸ πρότερον· τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερόν φαμεν εἶναι. οὕτως λέγομεν πρότερον τὸν υἱὸν τοῦ ἐκγόνου, οἷον τὸν Ὀδυσσέα τοῦ Τηλεμάχου, ἐπειδὴ πλησίον ἐστὶν ὁ Ὀδυσσεὺς τῷ Λαέρτῃ μᾶλλον ἤπερ ὁ Τηλέμαχος. πάλιν λέγονται πρότερα εἶναι κατὰ δύναμιν· τὸ γὰρ δυνατώτερον καὶ ὑπερέχον τῇ δυνάμει πρότερον λέγομεν, οἷον οὕτως φαμὲν τὸν βασιλέα πρότερον εἶναι, καὶ τὸν μᾶλλον πλησίον τοῦ βασιλέως τοῦ πορρωτέρω ὄντος πρότερον εἶναί φαμεν. καὶ πάλιν ἐν τῇ τάξει θεωρεῖται τὸ πρότερον, ὡς πρὸς τὴν ἡμετέραν θέσιν· οὕτως γὰρ πρότερόν φαμεν τὸν παραστάτην τοῦ τριτοστάτου καὶ τὴν παρανήτην τῆς νήτης, ἐπειδὴ ὁ μὲν παραστάτης πλησίον ἐστὶν τοῦ κορυφαίου, οἷον τοῦ βασιλέως, ἡ δὲ παρανήτη πλησίον μᾶλλον τῆς μέσης· ἔστι δὲ ἡ μέση ἀρχή. πάλιν λέγεται πρότερον τὸ τῇ γνώσει, τοῦτο δὲ ἢ πρὸς τὴν φύσιν ἢ πρὸς ἡμᾶς. τὰ μὲν γὰρ καθόλου πρότερά ἐστι τῇ φύσει, ὡς πολλάκις εἴρηται· γνώριμα γὰρ ὑπάρχουσι τὰ καθόλου 〈μᾶλλον〉 τῇ φύσει ἤπερ τὰ καθ’ ἕκαστα. τὰ δὲ καθ’ ἕκαστα πρότερά ἐστιν ὡς πρὸς ἡμᾶς· μᾶλλον γὰρ γινώσκομεν τὰ καθ’ ἕκαστα τῶν καθόλου. πάλιν πρότερα λέγεται τὰ συμβεβηκότα τοῖς πρότερον,2 οἷον προτέρα ἐστὶν ἡ γραμμὴ τῆς ἐπιφανείας, εἴ γε ἐκ τῆς γραμμῆς γεννᾶται ἡ ἐπιφάνεια· συμβέβηκε δὲ τῇ γραμμῇ τὸ εὐθὺ καὶ τὸ καμπύλον, τῇ δὲ ἐπιφανείᾳ τὸ τραχὺ καὶ τὸ λεῖον· πρότερον ἄρα τὸ εὐθὺ τοῦ λείου. τὰ δὲ κατὰ φύσιν καὶ οὐσίαν πρότερα ὑπάρχουσι, τοιαῦτα δέ3 ἐστι τὰ συναιροῦντα μέν, μὴ συναιρούμενα δέ, ὥσπερ τὸ ζῷον καὶ ὁ ἄνθρωπος, καθάπερ, φησί, διαιρεῖ καὶ ὁ Πλάτων λέγων τοιαῦτα φύσει εἶναι πρότερα. πάλιν πρότερον λέγεται τὸ δυνάμει τοῦ ἐνεργείᾳ ὡς πρὸς ἡμᾶς· πρότερον γὰρ γίνεται δυνάμει γραμματικὸν τὸ παιδίον, καὶ τότε ἐνεργείᾳ. ὡς δὲ πρὸς τὸ πᾶν πρότερον τὸ ἐνεργείᾳ τοῦ δυνάμει, καθάπερ εἴρηται αὐτῷ ἐν τῇ Περὶ ψυχῆς, ἐπειδὴ δεῖ προυπάρχειν τὰ τελεώτερα τῶν ἀτελεστέρων. καὶ πάλιν ἐὰν νοήσωμεν γεννωμένην τὴν γραμμήν, πρότερον ὑπάρχει τὸ ἥμισυ αὐτῆς τοῦ ὅλου. Ταῦτα εἰρηκὼς περὶ τῶν προτέρων ἐφεξῆς λέγει ἡμῖν περὶ τῆς δυνάμεως, καί φησιν ὅτι ἡ δύναμις τετραχῶς λέγεται. ἕνα μὲν τρόπον τὸ ποιητικὸν αἴτιον· δύναμιν γάρ φαμεν ἔχειν τὸ δυνάμενόν τι ποιεῖν· οὕτως φαμὲν τὸ πῦρ δύναμιν ἔχειν καυστικήν.

“先于与后于被言说为,某些事物是由于在每一个属中存在着某种第一者和本原,因而更近者[被称为先于]。” 由此出发他向我们展开关于先于者的论述,并指出先于者要么被绝对地言说,要么是相对于我们以及相对于我们的配置而言的;而绝对地言说,要么凭自然,要么按属,要么依时间。按属而言,例如实体先于其他范畴,而接近实体的事物作为先于较远的事物而存在,例如有灵魂者先于动物,动物先于理性的,因为有灵魂者接近实体,而动物较远,而且动物接近,理性的则较远。凭自然而言,父亲作为先于儿子而存在,儿子先于孙子,因为[儿子]更接近父亲。依时间而言,特洛伊战争的诸事件作为先于波斯战争的诸事件而存在。就位置而言,恒星天层先于诸行星天层,因为它更接近无星天层。同样在运动方面,先于者也被考察;因为我们说更接近第一推动者的是先于的。这样我们说儿子先于孙子,例如奥德修斯先于忒勒玛科斯,因为奥德修斯比忒勒玛科斯更接近拉厄耳忒斯。再者,事物就能力而言被称为是先于的;因为我们把更有能力的、在能力上居于优胜的事物称为先于的,例如这样我们说国王是先于的,并且我们说更接近国王的人先于较远的人。再者,先于者在序列中被考察,正如相对于我们的配置而言;因为这样我们说列旁者先于第三列者,次高音弦先于最高音弦,因为列旁者接近领队,例如国王,而次高音弦更接近中音弦;中音弦则是本原。再者,在认识上先于者被言说,而这要么是相对于自然,要么是相对于我们。因为普遍者在自然上次序居先,正如屡次谈及的那样;因为普遍者作为在自然上比个别者〈更〉可知而存在。而个别者是相对于我们而言居先的;因为比起普遍者,我们更多地认识个别者。再者,先于者的诸偶性也被称为先于的,例如若面确实由线生成,则线先于面;直与曲是线的偶性,粗糙与光滑则是面的偶性;因此直先于光滑。而就自然与实体而言作为先于而存在的,则是那些导致他物随其一同消灭、自身却不随他物一同消灭的事物,正如动物与人,正如他所说,柏拉图也是这样划分的,说此类事物在自然上是先于的。再者,就潜能而言者相对于我们而言被称为先于就现实而言者;因为小童首先在潜能上成为文法家,然后才在现实上[如此]。但相对于全体而言,就现实而言者先于就潜能而言者,正如他在《论灵魂》中所说的那样,因为更完满者必须预先存在于较不完满者之前。再者,如果我们设想线被生成,那么它的一半作为先于其整体而存在。在谈论了关于先于者的这些之后,他紧接着向我们谈论潜能,并指出潜能有四种言说方式。在一种方式上是作用因;因为我们说能够做某事的事物具有潜能;这样我们说火具有燃烧的潜能。

语法注3 条
  1. 5.31τὸ ἐγγύτερον

    该句位于引文末尾,承接前文的谓语 πρότερα λέγεται,构成省略结构“更近者[被称为先于]”。它作为中性主格单数,充当省略句的主语或表语名词。

  2. 5.31τὰ συμβεβηκότα τοῖς πρότερον

    与格 τοῖς πρότερον 由分词 συμβεβηκότα 所支配,充当其补足语与格。πρότερον 在此名词化,表示“先于之物”。整个短语意为“属于先于之物的偶性”。

  3. 5.31τὰ συναιροῦντα μέν, μὴ συναιρούμενα δέ

    主动分词 συναιροῦντα 与被动分词 συναιρούμενα 的对比。συναιρέω 意为“随……一同消灭/取消”;前者表示“随自身的毁灭而使他物一同毁灭者”,后者表示“随他物的毁灭而被一同毁灭者”。这是表达单向存有蕴涵的经典句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:323.15-324.23