- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:321.30-323.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷五第十章关于对立者与相反者(1018a20–35)以及形式上的其他者(1018a38起)的论述。他梳理了对立的诸分类(矛盾、相反、关系、状态与缺失)及相反者的诸种定义方式,阐明“一”与“存在”的多重含义如何规定其他性,并分析了同属而不相互从属、具有形式差异等形式上相异的事物。
" Ἀντικείμενα λέγεται ἀντιφάσεις καὶ τὰ ἐναντία καὶ τὰ πρός τι καὶ στέρησις καὶ ἕξις καὶ ἐξ ὧν." Ἐντεῦθεν περὶ τῶν ἀντικειμένων ποιεῖται τὸν λόγον, καί φησιν ὅτι ἀντικείμενα ὑπάρχουσιν, ὡς καὶ ἐν Κατηγορίαις μεμαθήκαμεν, αἱ ἀντιφάσεις καὶ τὰ ἐναντία καὶ τὰ πρός τι καὶ αἱ ἕξεις καὶ αἱ στερήσεις καὶ ἐξ ὧν καὶ εἰς ἃ ἔσχατα, τουτέστιν αἱ γενέσεις καὶ αἱ φθοραί. δῆλον δὲ ὅτι καὶ ταῦτα ὑπὸ τὰ ἐναντία τελοῦσι καὶ ὅσα μὴ ἐνδέχεται ἅμα παρεῖναι κατὰ τὸ αὐτὸ μέρος. τῷ οὖν δεχομένῳ ἀμφότερα, τουτέστι τῷ σώματι, οὐ δυνατὸν ταῦτα ἅμα παρεῖναι ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστι· φαιὸν γὰρ καὶ λευκὸν ἅμα οὐχ ὑπάρχουσι τῷ αὐτῷ, ἐπειδὴ ἐξ ὧν ὑπάρχουσι, ταῦτα ἀντίκεινται ἀλλήλοις, [ὡς] τουτέστι τὸ λευκὸν καὶ τὸ μέλαν. ἐναντία οὖν κυρίως λέγονται τὰ μὴ δυνάμενα ἅμα τῷ αὐτῷ παρεῖναι τῶν διαφερόντων κατὰ γένος,1 ὥσπερ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία· οὔτε γὰρ δυνατὸν ἅμα ἀμφότερα παρεῖναι, καὶ τῆς μὲν ἀδικίας γένος κακία, τῆς δὲ δικαιοσύνης ἀρετή. πάλιν τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ αὐτὸ γένος τελοῦντα τὸ χρῶμα πλεῖστον ἀλλήλων διεστήκασι, καὶ δεκτικὸν ἀμφοτέρων ὑπάρχει τὸ σῶμα. καὶ ὅσα πλεῖστον ἀλλήλων διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, ὥσπερ τὸ λογικὸν καὶ τὸ ἄλογον· ὑπὸ μίαν γὰρ δύναμιν ὑπάρχουσι τοῦ ζῴου καὶ πλεῖστον ἀλλήλων διεστήκασι. καὶ πάλιν τὸ θερμὸν τὸ ἐν τῷ σώματι καὶ τὸ ψυχρὸν ὑπὸ φύσεως προέρχονται καὶ πλεῖστον διαφέρουσιν ἀλλήλων. καὶ ὧν ἡ διαφορά, φησί, μεγίστη, ταῦτα ἐναντία ὑπάρχουσιν ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος· ἁπλῶς μὲν ὡς τὸ ὂν 〈καὶ τὸ μὴ ὄν〉, κατὰ γένος δὲ ὡς τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, κατ’ εἶδος δὲ ὡς τὸ λογικὸν καὶ ἄλογον καὶ λευκὸν καὶ μέλαν. λέγονται ἐναντία τὰ μὲν τῷ ἔχειν ἐναντίωσιν,2 ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ, τὰ δὲ τῷ δεκτικὰ εἶναι τῶν ἐναντίων, ὥσπερ τὰ μετέχοντα (ποτὲ μὲν γὰρ διὰ τὰ μετεχόμενα, ποτὲ δὲ διὰ τὰ μετέχοντα), τὰ δὲ τῷ ποιητικὰ εἶναι ἢ παθητικὰ τῶν τοιούτων, ἢ ποιοῦντα ἢ πάσχοντα, ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ, ἐπειδὴ ποιοῦσι καὶ πάσχουσιν ὑπ’ ἀλλήλων, ἢ ὡς αἱ στερήσεις, οἷον σκότος καὶ φῶς, καὶ διότι τὰ μὲν ἀποβάλλει τὰ δὲ προσλαμβάνει, ἡνίκα γίνεται μεταβολὴ τῶν στοιχείων.
“对立者被言说为矛盾、相反者、相关者、缺失与状态,以及从之而出的事物。” 由此出发他展开关于对立者的论述,并指出正如我们在《范畴篇》中所学到的,矛盾、相反者、相关者、状态与缺失,以及作为极端的从之而出与入于其中的事物,也就是生成与毁灭,都作为对立者而存在。显而易见,这些事物,以及凡不能在同一部分上同时存在的一切事物,也都归于相反者之下。因此,对于接受二者的承受者即物体而言,这些事物无论是其自身还是它们从之构成的事物,都不可能同时存在;因为灰色与白色并不同时存在于同一事物中,因为它们从之构成的事物即白色与黑色是彼此对立的。因此,严格意义上的相反者,被言说为在属上有差别的事物中不能同时存在于同一事物之中的那些,正如正义与不正义;因为二者既不可能同时存在,而不正义的属是恶,正义的[属]则是德。另一方面,白色与黑色归于同一的属即颜色之下,彼此相距最远,而物体作为二者的接受者而存在。凡在同一潜能之下的事物中彼此差别最大者也是如此,正如理性的与无理性的;因为它们存在于动物的单一潜能之下,并且彼此相距最远。再者,物体之中的热与冷是由自然产生的,并且彼此差别最大。正如他所说,凡差异最大者,它们便作为相反者而存在,或者绝对地,或者在属上,或者在形式上:绝对地如存在〈与非存在〉,在属上如有灵魂者与无灵魂者,在形式上如理性的与无理性的,以及白色与黑色。被称为相反者,有些是因具有相反性,正如水与火;有些是因能够接受相反者,正如分有者(因为有时是由于被分有者,有时则是由于分有者);有些则是因对此类事物是能动的或受动的,或者施动或者受动,正如火与水,因为它们由彼此施动并受动;或者如诸缺失,例如黑暗与光明,还因为在元素发生转变时,一者丧失而另一者获得。
"Ἐπειδὴ τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται." Ὃ λέγει τοῦτό ἐστιν· ἐπειδὴ μεμαθήκαμεν ὅτι τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγονται, εἴ γε κατὰ πασῶν τῶν κατηγοριῶν φέρονται, ἀνάγκη καὶ τὸ ταὐτὸν ἀκολουθεῖν τούτοις καὶ πολλαχῶς λέγεσθαι. ὅπου γὰρ τὸ ἓν καὶ τὸ ὄν, ἐκεῖσε πάντως ὑπάρχει καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἐναντίον, ὥστε εἶναι ἕτερον καθ’ ἑκάστην κατηγορίαν, εἴ γε μὴ ἕν ἐστι τὸ ὄν, ὡς Παρμενίδης ὑπελάμβανεν.
“既然‘一’与‘存在’有多重含义。” 他的意思是:既然我们已经学到“一”与“存在”有多重含义,如果它们确实贯彻于所有范畴之中,那么“同一者”也必然伴随它们并有多重含义。因为凡是有“一”与“存在”的地方,在任何情况下也必然存在“同一者”、“其他者”与“相反者”,以至于按照每一个范畴而言都存在一个其他者,如果存在确实并非像巴门尼德所假定的那样是一的话。
"Ἕτερα δὲ τῷ εἴδει λέγεται." Ταῦτα λέγονται καὶ εἶναι ἕτερα τῷ εἴδει ὅσα ταὐτοῦ γένους ὑπάρχοντα μή εἰσιν ὑπάλληλα, ὥσπερ τὸ πτηνὸν ζῷον καὶ τὸ χερσαῖον καὶ τὸ ἔνυδρον· ὑπὸ γὰρ τὸ αὐτὸ γένος τελοῦντα τὸ ζῷον οὐχ ὑπάρχουσιν ὑπάλληλα. καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφορὰν ἔχει, καὶ ταῦτα ἕτερα λέγεται, οἷον ἄνθρωπος καὶ ἵππος· καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν ἔχει, ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ. καὶ τὰ ἐναντία πάλιν ἕτερα ὑπάρχουσιν ἀλλήλων κατὰ τὸ εἶδος, ὥσπερ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ἐπειδὴ καὶ τὸ φαιὸν καὶ τὸ ξανθὸν εἰ καὶ διάφορα ὑπάρχουσι κατ’ εἶδος, ἀλλ’ οὔ γε ὑπάρχουσιν ἐναντία. καὶ ὅσα ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι ἕτεροι ὑπάρχουσιν,3 οἷον ἄνθρωπος καὶ ἵππος ἄτομα τῷ γένει, οἱ δὲ λόγοι αὐτῶν ἕτεροι, ζῷον λογικὸν θνητόν, ζῷον ἄλογον χρεμετίζον. καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφοράν· τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν ἐν μιᾷ οὐσίᾳ ὑπάρχοντα τῇ τοῦ ἀνθρώπου ἔχουσι διαφοράν, ὥστε ἕτερα τῷ εἴδει ὑπάρχουσιν, ἢ ὡς τὸ φωτιστικὸν τοῦ πυρὸς καὶ τὸ θερμόν. ταὐτὰ δὲ τῷ εἴδει ὑπάρχει τὰ ἀντικειμένως τούτοις λεγόμενα, τουτέστι τὰ μὴ ἔχοντα διαφοράν, ὥσπερ τὸ λευκὸν καὶ τὸ ἐν ψιμυθίῳ καὶ τὸ ἐν χιόνι, καὶ τὸ λογικὸν τὸ ἐν τῷ Σωκράτει καὶ τὸ ἐν Πλάτωνι· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.
“形式上的其他者被言说为……” 凡属于同一属而不相互从属的事物,都被言说为并且确实是形式上的其他者,正如飞禽、陆生动物与水生动物;因为它们虽然归于动物这一相同的属之下,却不相互从属。凡在同一个属中而具有差别的一切事物,也被称为其他者,例如人与马;凡在实体中具有相反性的一切事物也是如此,正如火与水。再者,相反者在形式上也彼此作为其他者而存在,正如白色与黑色,因为灰色与苍黄色即便在形式上作为有差别者而存在,却绝非相反者。凡在属的最底层的形式中其定义为其他的一切事物也是如此,例如人和马在属上是不可分割的,但它们的定义却是其他的:理性的凡人动物,以及鸣叫的无理性动物。凡在同一实体中而具有差别的一切事物也是如此;因为热与冷存在于人的单一实体中并具有差别,因此它们在形式上作为其他者而存在,或者如火的发光性与热。而与这些事物相反地被言说的事物,即不具有差别的事物,则作为形式上的同一者而存在,正如白色,既在铅白中也在雪中的白色;又如理性,在苏格拉底中和在柏拉图中的理性;在其他事物上亦是如此。
- 5.28τῶν διαφερόντων κατὰ γένος
实质化分词 τῶν διαφερόντων 作部分属格,依附于前置短语 τὰ μὴ δυνάμενα ἅμα τῷ αὐτῷ παρεῖναι(“不能同时存在于同一事物之中的那些”),表示“在属上有差别的事物中……者”。
- 5.28λέγονται ἐναντία τὰ μὲν τῷ ἔχειν ἐναντίωσιν
带冠词的不定式与格(τῷ ἔχειν、τῷ δεκτικὰ εἶναι、τῷ ποιητικὰ εἶναι)形成并列结构,表示事物被称为相反者的理由或根据(原因与格)。后文的 ἢ ὡς αἱ στερήσεις 与 καὶ διότι 从句亦汇入这一原因的并列列举中。
- 5.30καὶ ὅσα ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι ἕτεροι ὑπάρχουσιν
关系代词 ὅσα(主格中性复数)提出该小节的主题与框架,在从句内部则以 οἱ λόγοι 作为语法主语支配谓语 ἕτεροι ὑπάρχουσιν,构成双重主语或“整体-部分”的关涉结构(即“凡在属的最底层的形式中,其定义为其他的一切事物”)。
