- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:320.27-321.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注疏亚里士多德《形而上学》卷Δ第9章(1018a9–1018a15),探讨“其他者”(ἕτερα)、“有差别者”(διάφορα)与“相似者”(ὅμοια)的定义。他指出其他性是彻底的分离,而差别则是保留某种共通性(在形式、属或比例上)的其他性,并将相似性解释为性质上的共通。
" Ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη." Πληρώσας τὸν περὶ ταὐτοῦ λόγον ἐνταῦθα βούλεται διδάξαι πῶς λέγονται τὰ ἕτερα, καί φησιν ὅτι τὰ πάντῃ διεστηκότα ἀλλήλων ἕτερα ὑπάρχουσιν, ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη ἢ ὁ λόγος τῆς οὐσίας, οἷον ὥσπερ ἐπὶ ξυλίνου σκεύους καὶ χρυσοῦ, ἵνα τὸ μὲν ὑποθώμεθα εἶναι λέβητα, τὸ δὲ ἀβάκιον·1 τοῦ μὲν γάρ ἐστιν ἡ ὕλη χρυσὸς τοῦ δὲ ξύλον, καὶ τοῦ μὲν εἶδος λέβης τοῦ δὲ ἀβάκιον. ἐπὶ τούτοις δὲ ἄλλος ὁρισμὸς λέβητος καὶ ἄλλος ἀβακίου ὑπάρχει. φησὶν οὖν ὅτι ἀντικειμένως λέγεται τῷ ταὐτῷ τὸ ἕτερον. ἐκ γοῦν τῆς κοινωνίας τῆς ταυτότητος ἔστιν ἡμᾶς ἑλεῖν τὴν ἑτερότητα.
“其他者被言说为那些形式或质料为多数的事物。” 在完成了关于同一者的论述之后,在此他意在教导其他者是如何被言说的,并指出在各个方面彼此分离的事物作为其他者而存在,即那些形式或质料或实体的定义为多数的事物,正如在木制器皿与金制器皿的情形中,以便我们假定其一为釜,而另一为盘;因为一者的质料是金,另一者是木,一者的形式是釜,另一者是盘。除这些之外,釜的定义是一回事,盘的定义是另一回事。因此他说,其他者是与同一者相对立地被言说的。至少从同一性的共通性出发,我们能够把握其他性。
"Διάφορα δὲ λέγεται ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα.2" Μετὰ τὸ εἰπεῖν περὶ ἑτερότητος ἐντεῦθεν βούλεται ἡμῖν εἰπεῖν περὶ διαφορᾶς, καί φησιν ὅτι οὐ κατὰ πάντα διεστήκασιν ἀλλήλων τὰ διάφορα (τοῦτο γὰρ ἐπὶ τῶν ἑτέρων θεωρεῖται), ἀλλ’ ἔχουσί τινα καὶ κοινωνίαν πρὸς ἄλληλα. διό φησι διάφορα δὲ λέγεται ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, τουτέστι κατά τι κοινωνοῦντα, μὴ μόνον ἀριθμῷ,3 ἀντὶ τοῦ κἂν μὴ μόνον ἀριθμῷ, ὥσπερ ὁ Ἀλέξανδρος καὶ ὁ Πάρις· ταῦτα γὰρ δοκοῦσι † πολλὴν ἔχειν κοινωνίαν ὀνόματι, καὶ ἐν τούτοις ἔστι τις διαφορὰ κατ’ αὐτὸ τὸ ὄνομα. ὁμοίως δὲ λέγεται διάφορα καὶ τὰ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ, οἷον ὁ ἵππος διαφέρει ἀνθρώπου κατ’ εἶδος, καὶ ἔχει τινὰ κοινωνίαν πρὸς αὐτὸν κατὰ τὸ ζῷον. πάλιν διαφέρει ὁ ἄνθρωπος τοῦ φυτοῦ κατὰ γένος καὶ ἔχει κοινωνίαν κατὰ τὸ ἔμψυχον. ὁμοίως ἡ ναῦς τοῦ ζῴου διαφέρει καὶ ἔχει κοινωνίαν κατὰ ἀναλογίαν· ὡς γὰρ ἐπὶ τῆς νεώς ἐστι τρόπις, οὕτως ἐπὶ τοῦ ζῴου καρδία. διό φησιν ἔτι ὧν ἕτερον τὸ γένος, διάφορα ὑπάρχει· ὅμως κοινωνοῦσι κατὰ ἀναλογίαν. φησὶν οὖν ὅτι καὶ τὰ ἐναντία διάφορα λέγονται, καὶ ὅσα ἔχει ἐν τῇ οὐσίᾳ τὴν ἑτερότητα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν διάφορα ὑπάρχουσι καθὸ ἐναντία, κοινωνοῦσι δὲ καθὸ ἀμφότερα χρώματα. καὶ ἔχουσι πάλιν ἐν τῇ οὐσίᾳ ἑτερότητα τὸ πῦρ καὶ τὸ ὕδωρ· τὸ μὲν γάρ ἐστι θερμὸν καὶ ξηρόν, τὸ δὲ ὑγρὸν καὶ ψυχρόν· ὥστε διάφορα μέν εἰσι κατὰ τὰς ποιότητας, κοινωνοῦσι δὲ καθὸ οὐσία ἀμφότερα.
“有差别者被言说为凡作为某种相同者而是其他者的一切事物。” 在谈论了其他性之后,由此出发他意在向我们谈论差别,并指出有差别者并非在所有方面彼此分离(因为这是在其他者身上见到的),而是彼此之间也有某种共通性。因此他说,有差别者被言说为凡作为某种相同者而是其他者的一切事物,也就是在某方面共通的事物;“不仅在数量上”,是代替“即使不仅在数量上”,正如亚历山大与帕里斯;因为这些在名称上似乎具有†许多共通性,且在这些之中就名称本身而言也存在某种差别。同样地,在形式、在属或在比例上[有差别]的事物也被称为有差别者,例如马在形式上与人有差别,并且在动物这一方面与人具有某种共通性。再者,人在属上与植物有差别,并且在有灵魂者这一方面具有共通性。同样地,船与动物有差别,并且按照比例具有共通性;因为正如船上有龙骨,动物身上亦有心脏。因此他还说,凡属为其他者的事物,也是作为有差别者而存在的;然而它们按照比例是共通的。因此他说,相反者也被称为有差别者,凡在其实体中具有其他性的一切事物也是如此,例如白与黑作为相反者是作为有差别者而存在的,但就二者都是颜色而言它们是共通的。再者,火与水在其实体中具有其他性;因为一者是热且干的,另一者是湿且冷的;因此按性质而言它们是有差别的,但就二者都是实体而言它们是共通的。
"Ὅμοια λέγεται." Ἐντεῦθεν περὶ τῶν ὁμοίων ἡμῖν διαλέγεται, καί φησιν ὅτι ὅμοια λέγονται τὰ τὸ αὐτὸ πεπονθότα, τουτέστι τὰ κοινωνοῦντα κατὰ τὴν ποιότητα· οἷον ὁμοία λέγεται ἡ χιὼν τῷ λευκῷ ἱματίῳ, ἐπειδὴ ἀμφότερα λευκὰ ὑπάρχουσι, καὶ πάλιν ἡ ἔβενος τῷ Αἰθίοπι (κατὰ γὰρ τὸ χρῶμα), καὶ πάλιν τὸ πῦρ τῷ ἀέρι διὰ τὸ εἶναι ἄμφω θερμά, καὶ ἡ γῆ τῷ ὕδατι διὰ τὸ ψυχρόν. ἀντικειμένως δὲ τοῖς ὁμοίοις τὰ ἀνόμοια λέγονται, οἷον τὸ λευκὸν τῷ μέλανι.
“相似者被言说为……” 由此出发他向我们论述相似者,并指出承受了相同状态的事物,即在性质上共通的事物,被称为相似者;例如雪被称为与白斗篷相似,因为二者都作为白者而存在;再如乌木与埃塞俄比亚人[相似](因为是就颜色而言);再如火与空气由于二者皆热[而相似],土与水由于寒冷[而相似]。与相似者相对立地,不相似者被言说,例如白对于黑。
- 5.25ἵνα τὸ μὲν ὑποθώμεθα εἶναι λέβητα, τὸ δὲ ἀβάκιον
连词 ἵνα 接虚拟式(ὑποθώμεθα)并非引导目的从句,而是在注疏与论证中用于引出举例性假定(“让我们假定一者为釜,另一者为盘”)。
- 5.26τὸ αὐτό τι ὄντα
分词 ὄντα 就主语 ὅσα 的谓词 ἕτερα 而言具有让步意义(“尽管是某种相同者”),直接引自亚里士多德本文(1018a12)的句法。
- 5.26μὴ μόνον ἀριθμῷ, ἀντὶ τοῦ κἂν μὴ μόνον ἀριθμῷ
ἀντὶ τοῦ + 短语是注疏者转述或阐释原典文句含义时的固定句式。此处用以解释亚里士多德的 μὴ μόνον ἀριθμῷ(不仅在数量上),意为“即使不仅在数量上”(κἂν μὴ μόνον ἀριθμῷ)。
