- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:319.7-320.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》Δ卷第8章关于实体的四种含义(单纯物体、内在原因、界定部分与定义)及其向两类(主体与形式)的归结,并阐释了第9章关于依附带性与依其自身的同一性概念。
" Οὐσία λέγεται τά τε ἁπλᾶ σώματα." Πολλαχῶς λέγεται ἡ οὐσία. λέγεται γὰρ οὐσία καὶ τὰ ἁπλᾶ σώματα, οἷον γῆ πῦρ καὶ ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαιμόνια καὶ τὰ μόρια τούτων· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι ὑπάρχουσιν. ἅπαντα δὲ ταῦτα λέγονται οὐσίαι, ἐπειδὴ οὐ καθ’ ὑποκειμένου λέγονται, καθάπερ εἴρηται ἡμῖν ἐν Κατηγορίαις, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα ὡς αὐθυποστάτων· τοιοῦτον δὲ ἡ οὐσία ὑπάρχει. ἄλλον δὲ τρόπον λέγεται οὐσία ὅπερ αἴτιόν ἐστι τῆς τῶν σωμάτων συστάσεώς τε καὶ ὑποστάσεως, ἐν αὐτοῖς ὑπάρχον, ὅσα μὴ καθ’ ὑποκειμένου λέγεται, ὥσπερ τὸ εἶδος, οἷον αἱ ψυχαὶ τῶν ζῴων· αὗται γὰρ ζῳοποιοῦσι καὶ συνιστῶσι τὰ σώματα. πάλιν τρίτον λέγεται οὐσία τὰ μόρια τὰ ἐνυπάρχοντα ἐν τοῖς σώμασι καὶ ὁρίζοντα αὐτά (λέγει δὲ τὸ εἶδος τὸ κατὰ τὴν μορφὴν τὸ † περὶ θεόν), ὧν ἀναιρουμένων ἀναιρεῖται τὸ ὅλον. εἰ γάρ τις ἀνέλοι τὸ ἐπίπεδον, ἀναιρεῖται καὶ τὸ σῶμα, ἤγουν τὴν γραμμήν·1 οὐ γὰρ δυνατὸν εἶναι σῶμα ἄνευ ἐπιφανείας ἢ γραμμῆς, ὥσπερ καὶ τοῖς Πυθαγορείοις δοκεῖ εἶναι τοιοῦτος τρόπος, ὡς ἡμεῖς μεμαθήκαμεν. οὗτοι γὰρ τοὺς ἀριθμοὺς οὐσίας ὑπετίθεντο ὡς μετρητικούς, φασί, τῶν σωμάτων. τέταρτον σημαινόμενον τῆς οὐσίας ὁ ὁρισμὸς ἑκάστου, οἷον τὸ ζῷον λογικὸν θνητόν. οἱ τοίνυν τέσσαρες τρόποι, καθ’ οὓς λέγεται ἡ οὐσία, εἰς δύο συνάγονται· διό φησι συμβαίνει δὲ κατὰ δύο τρόπους τὴν οὐσίαν λέγεσθαι, τό τε ὑποκείμενον ἔσχατον, ὃ μηκέτι κατ’ ἄλλου λέγεται * * * εἶδος, ὅπερ ἐστὶ χωριστὸν κατ’ ἐνέργειαν, ὥσπερ ἡ λογικὴ ψυχή, ἢ κατ’ ἐπίνοιαν, ὥσπερ ἡ φύσις. ἢ μᾶλλον λέγει περὶ τοῦ κατὰ μορφὴν εἴδους.
“实体既被言说为单纯物体,”实体按多种方式被言说。因为实体既被言说为单纯物体,例如土、火、水以及所有其他这类事物,又被言说为由这些构成的动物与神性物,以及它们的各部分;因为实体的各部分作为实体而存在。所有这些之所以被称为实体,是因为它们不就一个主体而被言说,正如我们在《范畴篇》中所说的那样,而是其他事物就它们这些自存者而被言说;而实体正是这样一种存在。按另一种方式,实体被言说为物体的构成与成立的原因,它内在存在于它们之中,凡不就一个主体而被言说者皆是如此,正如形式一样,例如动物的灵魂;因为灵魂使物体具有生命,并构成它们。再者,第三,实体被言说为内在存在于物体中并限定它们的部分(他指的是依形态的形式,即†关于神的),如果它们被取消,整体也就被取消了。因为如果有人取消了平面,或者确实取消了线,物体也就被取消了;因为不可能有不具有表面或线的物体,正如我们所学到的那样,这种方式在毕达哥拉斯学派看来也是成立的。因为他们把数设定为实体,照他们所说,数是物体的度量原则。实体的第四种含义是各事物的定义,例如“有理性的必死动物”。因此,言说实体的这四种方式被归结为两种;所以他说,实体结果是按两种方式被言说的:即不再就其他事物被言说的最终主体,以及[另一方面是]……形式,形式或是依现实活动可分离的(如有理性的灵魂),或是依思想[可分离的](如本性)。或者更确切地说,他谈论的是依形态的形式。
"Ταὐτὰ δὲ λέγεται τὰ μὲν κατὰ συμβεβηκός." Πληρώσας τὸν περὶ τῆς οὐσίας λόγον, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν ταὐτῶν ποῖα ὑπάρχουσι, καί φησιν ὅτι ταὐτὰ λέγονται τὰ μὲν κατὰ συμβεβηκός, οἷον τὸ λευκὸν καὶ τὸ μουσικὸν ταὐτὰ λέγονται, ἐπειδὴ ἑνὶ καὶ τῷ αὐτῷ πράγματι συμβεβήκασι, τουτέστι τῷ Σωκράτει ἢ ἄλλῳ τινὶ τοιούτῳ. πάλιν ταὐτὰ λέγονται καὶ ἄνθρωπος καὶ μουσικός, ἐπειδὴ θάτερον θατέρῳ συμβέβηκε, τουτέστι τῷ ἀνθρώπῳ τὸ μουσικόν. καὶ τὰ τοιαῦτα φύσει τῆς ταυτότητος μετέχουσιν, ἤγουν 〈τῷ〉 εἶναι· τὸ δὲ μουσικὸν λέγεται ἄνθρωπος παρὰ φύσιν ποιούντων ἡμῶν τὴν κατηγορίαν, ἐπειδὴ καὶ κατὰ φύσιν ἔστι, καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ μουσικόν. ἑκατέρῳ δὲ τούτῳ, τῷ ἀνθρώπῳ μουσικῷ τὸ μουσικόν, καὶ τούτων ἑκάτερον ἐκείνῳ·2 καὶ γὰρ τῷ ἀνθρώπῳ τῷ μουσικῷ καὶ τὸ ἄνθρωπος καὶ τὸ μουσικὸν τὸ αὐτὸ λέγεται, καὶ τούτοις ἐκεῖνο, τουτέστι τὸ ἄνθρωπος μουσικὸς τῷ ἀνθρώπῳ 〈καὶ τῷ〉 μουσικῷ. ταῦτα δὲ πάντα καθόλου οὐ λέγονται· οὔτε γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι πᾶς ἄνθρωπος ταὐτὸ καὶ μουσικόν· οὐ γὰρ πᾶς ἄνθρωπος μουσικός ἐστι· τὰ γὰρ καθόλου καθ’ αὐτὸ ὑπάρχουσι, ταῦτα δὲ συμβεβηκότα ὑπάρχουσι· διό φησι τὰ συμβεβηκότα οὐ καθ’ αὑτὰ ἀλλ’ ἐπὶ τῶν καθ’ ἕκαστα καλῶς λέγεται· τὰ αὐτὰ γὰρ δοκεῖ εἶναι Σωκράτης καὶ Σωκράτης μουσικός· τὸ γὰρ Σωκράτης τῶν καθ’ ἕκαστά ἐστι καὶ οὐ φέρεται ἐπὶ πολλῶν· διὸ οὐ πᾶς Σωκράτης λέγεται, ὥσπερ πᾶς ἄνθρωπος. καὶ τὰ μὲν κατὰ συμβεβηκὸς οὕτως λέγονται, τὰ δὲ καθ’ αὑτά, ὥσπερ καὶ ἕν· καὶ γὰρ ὧν ἡ ὕλη μία ἐστί, λέγονται ταὐτὰ εἶναι καθ’ αὑτά, ὥσπερ Σωκράτης καὶ Ἀλκιβιάδης, καὶ τὰ ξύλινα σκεύη ἤγουν τὰ χαλκᾶ καὶ ἀργυρᾶ ἢ τὰ χρυσᾶ, καὶ μὴ ἄλλο καὶ ἄλλο. ὧν οὖν, φησίν, ἡ ὕλη μία ἐστὶν ἢ εἴδει ἢ ἀριθμῷ, ταὐτὰ λέγονται, εἴδει μὲν ὥσπερ Σωκράτης καὶ Πλάτων, ἀριθμῷ δὲ ὥσπερ Ἀλέξανδρος καὶ Πάρις. πάλιν ταὐτὰ λέγονται, ὧν ἡ οὐσία μία ὑπάρχει. φανερὸν ἄρα ὅτι ἡ ταυτότης ἑνότης τίς ἐστιν ἢ πλειόνων τοῦ εἶναι,3 ὥσπερ ἐπὶ Σωκράτους καὶ Πλάτωνος, ἢ ὅταν τις χρῆται ὡς πλείοσι τῷ ἑνί, οἷον ὡς ὅταν λέγῃ τις ὅτι Σωκράτης αὐτὸς ἑαυτῷ ὁ αὐτός ἐστι· διό φησιν οἷον ὅταν λέγῃ αὐτὸ 〈αὑτῷ〉 ταὐτόν, ὡς δυσὶ κέχρηται τῷ ἑνί.
“同一者,一方面是依附带性而言,”在完成了关于实体的论述之后,他由此出发向我们谈论同一者是怎样的,并指出同一者一方面是依附带性而言的;例如白者与音乐者被称为同一,是因为它们附带发生于同一个事物,即苏格拉底或某个其他这样的人。再者,人与音乐者也被称为同一,是因为其一附带发生于另一者,即音乐的附带发生于人。这类事物在本性上分有同一性,也就是〈凭〉存在;至于说“音乐者是人”,则是我们在作违背本性的述谓,因为它是依本性存在的,而音乐的附带发生于人。对于这[单独项]中的每一个而言,音乐者就[复合的]音乐的人而言[被称为同一],而这[单独项]中的每一个就那一者而言[也被称为同一];因为对于音乐的人而言,人与音乐的都被称为同一,而对于这些而言那一者也是同一,即音乐的人对于人〈以及对于〉音乐者而言是同一的。但所有这些都不是普遍地被言说的;因为说“每个人都与音乐的同一”不是真的;因为并非每个人都是音乐的;因为普遍者是依其自身而存在的,而这些则是作为附带属性而存在的;因此他说,附带属性不是依其自身,而是在个别事物上被妥当言说的;因为苏格拉底与音乐的苏格拉底看起来是同一的;因为“苏格拉底”属于个别事物,并不施加于多数事物;因此人们不像说“每个人”那样说“每个苏格拉底”。依附带性而言的事物是按这种方式被言说的,而依其自身而言的事物则正如“一”那样被言说;因为凡质料是一的事物,都被称为依其自身是同一的,例如苏格拉底与阿尔西比亚德,以及木制器皿,或是青铜、白银或黄金的器皿,而不是由不同的[质料构成的]。因此他说,凡质料在形式上或在数量上是一的事物都被称为同一:在形式上如苏格拉底与柏拉图,在数量上如亚历山大与帕里斯。再者,凡实体是一的事物也被称为同一。由此显然,同一性或是多数事物的存在的某种单一性(如苏格拉底与柏拉图的情形),或是当某人把一当作多数来运用时(例如当某人说苏格拉底自身与他自己是同一的时)的单一性;所以他说,例如当〔某人〕说自身与〈自身〉同一时,他是把一当作二来运用了。
- 5.23ἤγουν τὴν γραμμήν
宾格 τὴν γραμμήν 与 τὸ ἐπίπεδον 并列,作为条件从句动词 ἀνέλοι 的宾语(“如果有人取消平面,或者确实取消线”),而非与主句主语(主格 τὸ σῶμα)并列。
- 5.24ἑκατέρῳ δὲ τούτῳ, τῷ ἀνθρώπῳ μουσικῷ τὸ μουσικόν, καὶ τούτων ἑκάτερον ἐκείνῳ
省略了动词 ταὐτὸ λέγεται 的对称结构。前半句表示主格项对于与格 ἑκατέρῳ τούτῳ(单个项即“人”或“音乐者”)被称为同一;后半句 καὶ τούτων ἑκάτερον ἐκείνῳ 则表示主格项 ἑκάτερον(各单个项)对于与格 ἐκείνῳ(复合项“音乐的人”)被称为同一。接下来的句子对该关系作了进一步阐释。
- 5.24πλειόνων τοῦ εἶναι
τοῦ εἶναι 依附于名词 ἑνότης,充当属格(“存在的单一性”),πλειόνων 则依附于 τοῦ εἶναι(或 ἑνότης τοῦ εἶναι 整体),充当所属/主语属格(“多数事物的”)。整体意为“多数事物的存在的某种单一性”。
