← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§317.37-319.6

附带存在的分类与自身存在的诸形式

阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》Δ卷第7章(1017a7–22),阐明了依附带性而是的三种述谓形式(依本性、反常、以及附带属性之间的述谓),并解释了依其自身而是如何按范畴图式、真假判断以及潜能与现实之别而被言说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.21

" Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὐτό." Τὸ ὂν λέγεται καὶ κατὰ συμβεβηκὸς καὶ καθ’ αὑτό, κατὰ συμβεβηκὸς μέν, οἷον τὸ δίκαιον μουσικὸν εἶναί φαμεν (ἰδοὺ ἐνταῦθα συμβεβηκὸς κατηγόρησα συμβεβηκότος), καὶ τὸν ἄνθρωπον μουσικόν,1 τὴν κατὰ φύσιν κατηγορίαν, καὶ τὸν μουσικὸν ἄνθρωπον, τὴν παρὰ φύσιν κατηγορίαν, παραπλησίως λέγοντες ὥσπερ τὸν μουσικὸν οἰκοδομεῖν, ἐπειδὴ συμβέβηκε τῷ οἰκοδόμῳ μουσικῷ εἶναι ἢ τῷ μουσικῷ οἰκοδόμῳ· τὸ γὰρ τόδε εἶναι τόδε τὸ πρᾶγμα δηλοῖ τὸ συμβεβηκέναι τῷδε τόδε, τουτέστι τῷ μουσικῷ τὸ οἰκοδομεῖν. οὕτως οὖν καὶ ἐπὶ τῶν εἰρημένων, τὸν ἄνθρωπον ὅταν μουσικὸν λέγωμεν καὶ τὸν μουσικὸν ἄνθρωπον, ἢ τὸν λευκὸν μουσικὸν ἢ τοῦτον λευκόν, τὸ μὲν ὅτι ἄμφω τῷ αὐτῷ συμβεβήκασι, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν τῷ ἀνθρώπῳ, τὸ δ’ ὅτι τῷ ὄντι συμβέβηκεν (ὂν γάρ ἐστιν ὁ ἄνθρωπος), τὸ δὲ μουσικὸν ἄνθρωπος τὴν παρὰ φύσιν κατηγορίαν, ὅτι τούτῳ τῷ ἀνθρώπῳ κατὰ φύσιν συμβέβηκε τὸ μουσικόν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ στερητικοῦ· διό φησιν οὕτω δὲ λέγεται καὶ τὸ μὴ λευκὸν εἶναι, ὅτι ᾧ τινι συμβέβηκεν, ἐκεῖνό ἐστιν. ὥστε τὰ κατὰ συμβεβηκὸς λεγόμενα οὕτως λέγονται, ἢ ἐπειδὴ τῷ αὐτῷ ὄντι ἀμφότερα ὑπάρχουσι τὰ συμβεβηκότα, ὡς εἴρηται, ἢ ὄντι ἐκείνῳ ὑπάρχουσιν, ἵνα εἴποι τὴν κατὰ φύσιν κατηγορίαν, ἢ ὅτι αὐτό ἐστιν ὡς ὑπάρχον, οὗ αὐτὸ κατηγορεῖται,2 ἵνα εἴποι τὴν παρὰ φύσιν κατηγορίαν.

“所谓‘是者’,一方面是依附带性而言,另一方面是依其自身而言。” 是者既依附带性而言,又依其自身而言。依附带性而言,例如我们说公正者是音乐的(看哪,在这里我把附带属性述谓于附带属性),又如说人是音乐的——这是依本性的述谓,以及说音乐者是人——这是反常的述谓;这正如说音乐者建造房屋一样,因为附带发生的是建筑者是音乐的,或者音乐者是建筑者;因为这事是这事,表明这事附带发生于此,也就是建造房屋附带发生于音乐者。因此,在上述情形中也是如此:当我们说人是音乐的以及音乐者是人,或者白者是音乐的以及这[人]是白的时候,一方面是因为二者附带发生于同一个事物,即音乐的和白的都附带发生于人;另一方面是因为它附带发生于是者(因为人是是者);而“音乐者是人”这句反常的述谓,则是因为对于这个人而言,音乐的是依本性附带发生的。对于剥夺性的情形同样如此;因此他说,非白的存在也是按这种方式被言说的,因为凡它所附带发生的事物,就是那个东西。所以依附带性而言的事物是这样被言说的:或是因为两个附带属性属于同一个是者(如前所述);或是它们属于那个是者(为了说明依本性的述谓);或是因为那个被述谓者自身作为具有属性者而存在(为了说明反常的述谓)。

§5.22

"Καθ’ αὑτὸ δὲ εἶναι λέγεται." Εἰπὼν περὶ τοῦ συμβεβηκότος τοῦ ἐπὶ τοῦ ὄντος, ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ καθ’ αὑτό, καί φησιν ὅτι καθ’ αὑτὸ εἶναι λέγεται ὅσαπερ σημαίνει τὸ σχῆμα τῆς κατηγορίας· ὁσαχῶς γὰρ λέγονται αἱ κατηγορίαι, τοσαυταχῶς τὸ ὂν ὑπάρχει. ἐπεὶ οὖν τῶν κατηγοριῶν ἡ μέν ἐστιν οὐσία καὶ σημαίνει οὐσίαν, ἡ δὲ ποσόν, ποιόν, πρός τι, ποιεῖν, πάσχειν, ποῦ, ποτέ, ἑκάστη τούτων τῶν κατηγοριῶν τὸ εἶναι τὸ αὐτὸ δηλοῖ, εἴ γε πᾶσαι αἱ κατηγορίαι ὄντα ὑπάρχουσιν. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι οὐ πάντα ὄντα ἐστί, φησὶν ὅτι οὐδὲν γὰρ διαφέρει τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἢ τὸ ἄνθρωπος ὑγιαίνει, ἢ τὸ ἄνθρωπος βαδίζων ἐστὶν ἢ βαδίζει· ὥστε ὄντα πάντα ὑπάρχουσιν. ἔτι τὸ † ὂν ὅπερ δηλοῖ, τοῦτό ἐστιν ἀληθὲς ὑπάρχει, τὸ δὲ μὴ εἶναι ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος. ὁμοίως ἐπὶ καταφάσεως καὶ ἀποφάσεως, οἷον ὅτι ἔστι Σωκράτης μουσικὸς ἀληθὲς τοῦτο (διό φησι καὶ ὄν ἐστι), τὸ δὲ λέγειν ὅτι οὐκ ἔστιν ἡ διάμετρος ἀσύμμετρος ψεῦδος. ἐπὶ τούτοις σημαίνει τὸ ὂν τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ· ἔνια γὰρ τῶν ἀντιγράφων τὸ δυνάμει ἔχουσιν, ἄλλα δὲ τὸ ῥητόν,3 ὥσπερ καὶ τὰ ἐνταῦθα. τὸ αὐτὸ δὲ δηλοῖ· ῥητὸν γάρ ἐστι τὸ δυνάμενον λέγεσθαι. ὁρᾶν γὰρ λέγομεν καὶ τὸ σκυλάκιον τὸ δυνάμενον ὁρᾶν καὶ τὸν ἤδη κατ’ ἐνέργειαν ὁρῶντα· ὁμοίως δὲ καὶ 〈ἐπίστασθαι〉 τὸν δυνάμενον χρῆσθαι τῇ ἐπιστήμῃ καὶ τὸν χρώμενον κατὰ τὸ δεύτερον ἐνεργείᾳ, καὶ τὸ ἠρεμοῦν κατὰ τὸ πρῶτον ἐνεργείᾳ, ᾧ ἤδη ὑπάρχει ἠρεμία, καὶ τὸ δυνάμενον ἠρεμεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν οὐσιῶν· καὶ γὰρ Ἑρμῆν εἶναί φαμεν ἐν τῷ λίθῳ δυνάμει, ἐνεργείᾳ δὲ λίθον εἶναι, καὶ τὸ ἥμισυ τῆς γραμμῆς δυνάμει τελείαν γραμμήν, καὶ σῖτον δυνάμει ἁδρὸν τὸν μήπω αὐξηθέντα. πότε δὲ δεῖ ἡμᾶς φέρειν τὸ τῆς δυνάμεως ὄνομα καὶ πότε οὐ δεῖ, ἐν ἄλλοις διώρισται· λέγει γὰρ τοῦτο ἐν τῷ Θ τῆς παρούσης πραγματείας.

“依其自身而存在被言说为。” 在谈论了关于是者的附带属性之后,他由此出发向我们谈论依其自身者,并指出凡是范畴的图式所表示的,都被称为依其自身而存在;因为范畴按多少种方式被言说,是者就按多少种方式存在。既然在各范畴中,一种是实体并表示实体,另一种是量、质、关系、能动、受动、何处、何时,那么只要所有范畴都作为是者而存在,这些范畴中的每一个就表明同一种“存在”。接着,为了免得有人对他说并非一切都是是者,他说“人是处于健康状态的”与“人是健康的”,或者“人是行走的”与“[人]行走”之间没有任何区别;因此一切都作为是者而存在。此外,“存在”所表明的就是:它作为真而存在,而“不存在”则表明不是真而是假。在肯定与否定上同样如此,例如“苏格拉底是音乐的”是真的(因此他说它也是是者),而说“对角线并非不可通约”则是假的。除这些之外,是者一方面在潜能中表示,另一方面在完全现实中表示;因为某些抄本写作“在潜能中”,另一些抄本则如这里的文本一样写作“可言说的”。但这表明同一样东西;因为可言说的就是能够被言说者。因为我们既把能够看的小狗称为“看”,又把已经在现实活动中看者称为“看”;同样,我们既把能够运用知识的人,又把按第二现实活动运用知识的人称为〈知〉;既把依第一现实活动处于静止且静止已经属于它者,又把能够静止者称为[静止]。在实体的情形中同样如此;因为我们也说石头中潜能地存在赫尔墨斯像,但在现实中它是一块石头;线的半段潜能地是完整的线;尚未长成的庄稼潜能地是成熟的庄稼。至于我们在何时应当使用潜能的名称,在何时不应当使用,已在别处作了规定;因为他在本论著的Θ卷中说明了这一点。

语法注3 条
  1. 5.21τὸ μὲν ὅτι ἄμφω τῷ αὐτῷ συμβεβήκασι, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν τῷ ἀνθρώπῳ, τὸ δ’ ὅτι τῷ ὄντι συμβέβηκεν (ὂν γάρ ἐστιν ὁ ἄνθρωπος), τὸ δὲ μουσικὸν ἄνθρωπος τὴν παρὰ φύσιν κατηγορίαν, ὅτι τούτῳ τῷ ἀνθρώπῳ κατὰ φύσιν συμβέβηκε τὸ μουσικόν.

    这里的 τὸ μέν ... τὸ δέ ... τὸ δέ 构成与前文列举的诸例相对应的部分代词性对比结构。第一个 τὸ μέν 引入两个附带属性同属一主体(白与音乐)的理由,第二个 τὸ δέ 引入附带属性对实体的本常述谓(人是音乐的/白的),第三个 τὸ δέ 则引出解释反常述谓(音乐者是人)的原因从句(ὅτι...)。

  2. 5.21ἢ ὅτι αὐτό ἐστιν ὡς ὑπάρχον, οὗ αὐτὸ κατηγορεῖται

    关系代名词 οὗ 受 κατηγορεῖται 支配(充当述谓对象的属格),先行词是 αὐτό(置于主语位置的附带属性),而从句内部的 αὐτό 则指真正的底层实体。该句解释了反常述谓(实体述谓于附带属性)的成立根据:即被述谓的对象自身(附带属性)乃是作为属于实体的属性而存在的。

  3. 5.22ἔνια γὰρ τῶν ἀντιγράφων τὸ δυνάμει ἔχουσιν, ἄλλα δὲ τὸ ῥητόν

    此处指出了亚里士多德原文(1017b2)的一处异文。他指出,除了通常的读法 δυνάμει(在潜能中)之外,某些抄本保留了 τὸ ῥητόν(可言说的),并在接下来的句子中将 ῥητόν 解释为 τὸ δυνάμενον λέγεσθαι(能够被言说的),从而论证两者在实质含义上的一致性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:317.37-319.6