- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:316.30-317.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯探讨亚里士多德《形而上学》卷Δ第7章开篇(1017a7),梳理了“是者”分为附带的、依其自身(各范畴)、真假以及潜能与现实四种方式的结构,并预先概述了后续关于实体、同一性与相异性等议题的整体架构。
" Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὐτό." Εἰπὼν περὶ τοῦ ἑνὸς ὅτι λέγεται κατὰ συμβεβηκὸς καὶ καθ’ αὑτό, καὶ κατὰ συμβεβηκὸς μὲν τριχῶς, ἢ ὅταν τὸ συμβεβηκὸς κατηγορῆται τοῦ ὑποκειμένου, ἢ ὅταν συμβεβηκὸς συμβεβηκότος, ἢ ὅταν παρὰ φύσιν γίνηται ἡ κατηγορία τῆς οὐσίας κατηγορουμένης τοῦ συμβεβηκότος,1 ἐντεῦθέν φησι καὶ περὶ τοῦ ὄντος, καὶ λέγει ὅτι καὶ τὸ ὂν λέγεται καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καὶ κατὰ συμβεβηκὸς μὲν τριχῶς λέγεται, ὥσπερ καὶ ἐπὶ τοῦ ἑνὸς εἰρήκαμεν, ἡνίκα ἢ τὸ συμβεβηκὸς κατηγορεῖται τοῦ ὑποκειμένου ἢ συμβεβηκὸς συμβεβηκότος ἢ οὐσία συμβεβηκότος, οἷον ὁ Σωκράτης μουσικός ἐστι, τὸ δίκαιον μουσικόν ἐστι, τὸ μουσικὸν Σωκράτης ἐστί. πάλιν δὲ λέγεται τὸ ὂν καθ’ αὑτὸ καὶ ὁσαχῶς λέγονται αἱ κατηγορίαι, ἐπειδὴ ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται τὸ ὄν· ὄντα γὰρ ὑπάρχουσι αἱ δέκα κατηγορίαι, ὥστε τὸ καθ’ αὑτὸ ὂν ἐν ταῖς δέκα κατηγορίαις ὑπάρχει πάλιν. ἐπειδὴ τῶν συμπερασμάτων τὰ μὲν ἀληθῆ ὑπάρχουσι, τὰ δὲ ψευδῆ, τὸ ὂν ἐν τοῖς ἀληθέσι θεωρεῖται, εἴ γε τὴν ὕπαρξιν τῶν πραγμάτων δηλοῖ· οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. καὶ ἢ δυνάμει ἢ ἐνεργείᾳ.2 ἰστέον οὖν ὅτι περὶ τῶν κατὰ συμβεβηκὸς διαλέγεται ἡμῖν ὁ φιλόσοφος ἐν τῷ Ε στοιχείῳ πολυπραγμονῶν αὐτὰ καὶ πολυειδῶς ἐξετάζων, περὶ δὲ τῶν καθ’ αὑτὸ ἐν τῷ Ζ στοιχείῳ, περὶ δὲ τῶν δυνάμει καὶ ἐνεργείᾳ ἐν τῷ Θ. καί φησιν ἐν ἐκείνοις ὅτι κυρίως δυνάμει ὑπάρχουσι τὰ προσεχῆ, οἷον τὸ σπέρμα οὐ λέγεται δυνάμει γραμματικός, ἀλλὰ μᾶλλον ἔμβρυον, καὶ πάλιν ὁ λίθος λέγεται μὲν ἐνεργείᾳ λίθος, δυνάμει δέ, εἰ τύχοι, Ἑρμῆς. Εἶτα οὕτω περὶ τοῦ ὄντος διαλεχθεὶς ἐφεξῆς διαλέγεται ἡμῖν καὶ περὶ τῆς οὐσίας, καί φησιν ὅτι τετραχῇ λέγεται ἡ οὐσία, οἷον πάντα τὰ ἁπλᾶ σώματα, οἷον πῦρ ὕδωρ γῆ ἀὴρ καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαίμονες· ὥστε καὶ τοῖς δαίμοσι σῶμα ἀφορίζει ὁ Ἀριστοτέλης. πάλιν λέγεται οὐσία τὸ αἴτιον τοῦ ὑπάρχειν τὰ σώματα, εἴτε φύσις τοῦτο εἴη εἴτε ψυχὴ τὸ πρῶτον συνεκτικὸν τῶν σωμάτων εἴτε ἕτερόν τι. πάλιν λέγεται οὐσία τὸ κατὰ τὸ εἶδος καὶ τὴν μορφήν. οὐ γὰρ δυνατὸν εἶναι ἄνευ ἐπιπέδου σῶμα, τουτέστι ἐπιφανείας, ἤγουν ἄνευ γραμμῆς. πάλιν λέγεται εἶναι οὐσία ὁ ἑκάστου ὁρισμός. τὰ δὲ τέσσαρα σημαινόμενα εἰς δύο ἀναφέρονται, εἴς τε τὸ ὑποκείμενον καὶ εἰς τὸ εἶδος, ὅπερ ἐστὶ χωριστὸν ἢ τῇ ἐπινοίᾳ, ὡς τὸ ἐπίπεδον, ἢ κατ’ ἐνέργειαν, ὡς ἡ ψυχή.3 Πάλιν λέγει ἡμῖν καὶ περὶ τοῦ ταὐτοῦ ὅτι τὸ ταὐτὸν ἢ κατὰ συμβεβηκὸς ὑπάρχει ἢ καθ’ αὑτό, καὶ ὁσαχῶς λέγεται τὸ ἓν καὶ τὸ ὄν, τοσαυταχῶς καὶ τὸ ταὐτόν. ἐφεξῆς λέγει ἡμῖν καὶ περὶ τῶν ἑτέρων ὅτι τὰ ἕτερα πάντῃ διεστήκασιν ἀλλήλων, ὥσπερ λίθος καὶ ἄνθρωπος. ἐπὶ τούτων δὲ οὐ πάντων ἑτερότης θεωρεῖται, ἀλλ’ ἔχουσί τι καὶ κοινόν,4 ὥσπερ ἵππος καὶ ἄνθρωπος· κοινωνοῦσι γὰρ κατὰ τὸ ζῷον. ἐπὶ τούτοις λέγει ἡμῖν καὶ περὶ ὁμοίων καὶ ἀνομοίων καὶ ἀντικειμένων· τὴν δὲ λεπτουργίαν τὴν περὶ τούτων ἐν τῷ ῥητῷ λέξομεν.
“所谓‘是者’,一方面是依附带性而言,另一方面是依其自身而言。” 在谈论了“一”既依附带性而言又依其自身而言,且依附带性而言有三种方式——或是在附带属性被述谓于底层主体时,或是在附带属性述谓于附带属性时,或是当实体述谓于附带属性的反常述谓发生时——之后,他由此出发也谈论“是者”,并说“是者”也是依其自身或依附带性而言。而依附带性而言则是按三种方式被言说的,正如我们在关于“一”的情形中所说的那样,即当附带属性被述谓于底层主体,或是附带属性述谓于附带属性,或是实体述谓于附带属性时,例如“苏格拉底是音乐的”、“公正者是音乐的”、“音乐者是苏格拉底”。另一方面,“是者”依其自身而言,也是按各范畴被言说的同样多的方式被言说的,因为是者在十个范畴中被考察;因为十个范畴作为是者而存在,从而依其自身的是者反过来存在于十个范畴中。既然在各结论中,有些作为真的存在,有些作为假的存在,那么只要是者表明事物的存在,它就是在真者中被考察的;例如“人是动物,动物是实体,所以人是实体”。而且[是者]或是在潜能中或是在现实中[被言说]。因此应当知晓,哲学家在E卷中向我们论述了附带的事物,对它们详加探究并以多种形式予以考察;而在Z卷中论述了依其自身的事物,在Θ卷中论述了依潜能和现实的事物。他在那些著作中说,严格说来邻近之物才在潜能中存在,例如种子不被称为潜在的文法家,胚胎则更应如此被称为;又如石头在现实中被称为石头,但在潜能中若碰巧的话则被称为赫尔墨斯像。随后,在这样论述了是者之后,他接着也向我们论述了实体,并说实体按四种方式被言说:例如一切简单物体,如火、水、土、气,以及由这些构成的动物与精灵;从而亚里士多德甚至将物体赋予了精灵。再次,使物体存在的原因被称为实体,无论这是自然,还是作为诸物体首要维系者的灵魂,抑或是某种别的东西。再次,依形式和形态而言者被称为实体;因为没有平面即表面,或者没有线,物体是不可能存在的。再次,各事物的定义被称为实体。而这四种含义被归结为两种:既归结到底层主体,又归结到形式,而形式或是依观念可分的(如平面),或是依现实可分的(如灵魂)。他又向我们谈论了同一者,指出同一者或是依附带性存在,或是依其自身存在,并且“一”和“是者”有多少种说法,同一者也有多少种说法。接着他又向我们谈论了相异者,指出相异者完全彼此相隔,正如石头和人。但在这些事物中,并非对所有事物都考察其相异性,而是它们也具有某种共通之物,正如马和人;因为它们在动物上是共通的。除这些之外,他还向我们谈论了相似者、不相似者和对立者;至于关于这些的详尽探讨,我们将在具体的文句处予以说明。
- 5.20παρὰ φύσιν γίνηται ἡ κατηγορία τῆς οὐσίας κατηγορουμένης τοῦ συμβεβηκότος
τῆς οὐσίας κατηγορουμένης τοῦ συμβεβηκότος 为属格独立结构,同格性地解释说明前行名词短语 ἡ κατηγορία(述谓)的具体内容,指当实体述谓于附带属性时所发生的“反常述谓”。
- 5.20καὶ ἢ δυνάμει ἢ ἐνεργείᾳ.
承前省略句,承接前文关于是者被言说的谓词(λέγεται τὸ ὄν),需补充理解为“[是者]或者依潜能或者依现实[被言说]”,构成了亚里士多德所列的是者之四种划分(附带、范畴、真假、潜能与现实)中的最后一项。
- 5.20ὅπερ ἐστὶ χωριστὸν ἢ τῇ ἐπινοίᾳ, ὡς τὸ ἐπίπεδον, ἢ κατ’ ἐνέργειαν, ὡς ἡ ψυχή.
中性关系代词 ὅπερ 的先行词是紧邻的 τὸ εἶδος(形式)。该从句修饰形式,指其“或者在观念(思维)上可分离(如平面),或者在现实活动中可分离(如灵魂)”。
- 5.20ἐπὶ τούτων δὲ οὐ πάντων ἑτερότης θεωρεῖται, ἀλλ’ ἔχουσί τι καὶ κοινόν
οὐ πάντων 起部分否定的作用,意为“并非对所有这些事物都考察其相异性”,并与后句 ἀλλ’ ἔχουσί τι καὶ κοινόν(“而是它们也具有某种共通之物”)形成对比。
