- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:315.21-316.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注释了亚里士多德《形而上学》卷Δ第6章1016b6–1016b31,阐释了偶性之一与原初之一的区分、一作为尺度与原理的功能、几何对象的划分,以及按数目、形式、属和类比划分的一的序列与“多”的多重涵义。
" Τὰ μὲν οὖν πλεῖστα ἓν λέγεται τῷ ἕτερόν τι ἢ ποιεῖν ἢ πάσχειν." Τὰ πλεῖστα ἓν λέγονται τῷ ἕτερόν τι ποιεῖν ἢ πάσχειν (οὕτως γάρ φαμεν τὴν πάπυρον καὶ τὴν δρῦν καὶ τὴν δάφνην ἕν τι εἶναι, ἐπειδὴ ἅμα πάντα ἓν πῦρ ποιοῦσιν καὶ ὁμοίως καίουσι, καὶ ὁμοίως ἔχουσι τόδε τὸ πρᾶγμα), ἢ διὰ τὸ ὁμοίως πάσχειν ἢ πρός τι εἶναι. τὰ δὲ πρώτως λεγόμενα ἓν ὧν ἡ οὐσία μία. μία δὲ ἢ συνεχείᾳ ἢ εἴδει ἢ λόγῳ· καὶ γὰρ ταῦτα ἀριθμοῦνται ὡς πλείονα, ἢ τὰ μὴ συνεχῆ, ἢ ὧν μὴ ἓν τὸ εἶδος, ἢ ὧν ὁ λόγος μὴ εἷς.
“因此,大多数事物被称为一,是因为做或承受某种别的事物。” 大多数事物被称为一,是因为做或承受某种别的事物(因为我们就是以这种方式说纸莎草、栎树和月桂树是某种单一的事物,因为它们全都在同时产生同一种火并同样地燃烧,并且同样具有这一事实),或者由于同样地承受,或者由于是相对的。而原初被称为一的事物,则是其实体为一的事物。而[实体]或是因连续性,或是依形式,或是依定义而为一;因为这些也被算作多数,即非连续的事物,或形式不为一的事物,或定义不为一的事物。
"Ἐπεὶ δὲ ἔστι μὲν ὡς ὁτιοῦν ἓν συνεχείᾳ φαμὲν εἶναι." Ὁ Ἀλέξανδρός φησι θέλειν τὸ ‘ἔτι δέ’, ἐπειδὴ οὐδαμοῦ ἀνταποδίδωσιν ὑποκατιών. δύναται δὲ [εἶναι]1 ἀνταπόδοσις τὸ ἀρχὴ εἶναι, ‘ἐπειδὴ ἔστιν, ἀρχὴ οὖν.’ ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ πολλάκις φαμὲν ἓν εἶναι, ἂν ᾖ ποσὸν καὶ συνεχές, ἔστι δὲ ὅτε οὐ λέγομεν, ἐὰν μή τι ὅλον ὑπάρχῃ, τοῦτο δὲ ἂν μὴ τὸ εἶδος ἓν ἔχῃ, οἷον οὐκ ἂν εἴποιμεν ἓν εἶναι τὸ ὑπόδημα, ἐὰν θεασώμεθα ὁπωσοῦν τὰ μέρη αὐτοῦ συγκείμενα, εἰ μὴ οὕτως ὥστε εἶναι ὑπόδημα καὶ ἐφαρμόττειν τῷ ποδί· διὸ καὶ ὁ κύκλος λέγεται εἷς, ἐπειδὴ αὕτη μάλιστα τῶν γραμμῶν οὔτε ἀφαίρεσιν οὔτε προσθήκην ἀνέχεται. τὸ δὲ ἓν εἶναι ἀρχή τινί ἐστιν ἀριθμοῦ καὶ τοῦ εἶναι· τὸ γὰρ πρῶτον μέτρον ἀρχή· ᾧ γὰρ πρώτῳ γνωρίζομεν, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους. ἀρχὴ οὖν τοῦ γνωστοῦ περὶ ἕκαστον τὸ ἕν, οὐ τὸ αὐτὸ δὲ ἓν πᾶσι τοῖς γένεσι τὸ ἕν· ἔνθα μὲν γὰρ δίεσίς ἐστιν, ὥσπερ ἐπὶ τῶν μελῶν, ἔνθα δὲ φωνῆεν ἢ ἄφωνον, βάρους δὲ ἕτερον καὶ κινήσεως ἄλλο. πανταχοῦ γὰρ τὸ ἓν ἀδιαίρετον ὑπάρχει ἢ τῷ ποσῷ, ἡνίκα ἐστὶ συνεχές, ἢ τῷ εἴδει. τὸ μὲν οὖν κατὰ τὸ ποσὸν ἀδιαίρετον, καθό ἐστι ποσόν, ἡ μονὰς ὑπάρχει, τὸ δὲ πάντῃ θέσιν ἔχον στιγμή, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ διχῇ ἐπίπεδον, τὸ δὲ τριχῇ στερεόν.2
“但是,由于存在着一种方式,使我们说任何事物因连续性而为一。” 亚历山大说需要“此外”(ἔτι δέ),因为往下看他在任何地方都没有提供相对应的后半句(结句)。但结句可以是“作为原理”:“由于它是,所以它是原理。”因此他所说的是这样的:因为如果一物是数量且是连续的,我们经常说它是一,但有时如果它不是作为某种整体而存在,我们就不会这样说,而这又是在它形式不为一的情形下——例如,如果我们看到鞋的各部分以任何方式拼凑在一起,只要不是以使其成为鞋并适合于脚的方式,我们就不会说鞋是一;因此圆也被称为一,因为在所有线中它最不能容忍删减或增加。而作为一,对某物而言是数目和存在的原理;因为第一尺度是原理;因为我们借以最初认识的,就是各个属的第一尺度。因此,关于各物可知之物的原理是一,但这一并不是对所有属都同一的一;因为在一处它是微音程,正如在旋律的情形中,而在另一处它是元音或辅音,在重量上是另一种,在运动中又是另一种。因为在任何地方,一都是作为不可分者而存在的,或者是在连续时的数量上,或者是在形式上。因此,依数量不可分的事物,就其为数量而言,作为单子存在;而在一切方向上〔不可分〕、具有位置的是点,单方向〔可分〕的是线,双方向的是面,三方向的是立体。
"Ἔτι δὲ τὰ μὲν κατ’ ἀριθμόν ἐστιν ἕν." Πάλιν τὰ αὐτὰ ἀναλαμβάνει καί φησιν ὅτι τὰ μὲν ἓν λέγονται τῷ ἀριθμῷ, τὰ δὲ κατ’ εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατὰ ἀναλογίαν. καὶ ἀριθμῷ μὲν ἓν λέγεται εἶναι ὧν ἡ ὕλη μία, εἴδει δὲ ὧν ὁ λόγος εἷς ὑπάρχει, γένει δὲ ὧν τὸ αὐτὸ σχῆμα τῶν κατηγοριῶν (κοινῶς γὰρ κατηγορεῖται ἵππου καὶ ἀνθρώπου τὸ ζῷον, ὡς ἓν ταῦτα ὑπάρχει τῷ γένει), κατὰ ἀναλογίαν δὲ ὡς τρόπις πλοίου, οὕτως ζῴου καρδία ἀρχὴ ὑπάρχει. ἀεὶ δὲ τὰ ὕστερα τοῖς ἔμπροσθεν ἀκολουθεῖ, οἷον ὅσα ἀριθμῷ ἓν ὑπάρχει, καὶ εἴδει εἰσὶν ἕν· ὅσα δὲ εἴδει εἰσίν, οὐ πάντα ἀριθμῷ ἕν. ἀλλὰ γένει ἕν, ὅσαπερ καὶ εἴδει· οὐχ ὅσα δὲ γένει, πάντως καὶ εἴδει· ὁ γὰρ ἄνθρωπος καὶ ὁ ἵππος ἓν λέγεται τῷ γένει, εἴδει δὲ οὐχ ὑπάρχουσιν ἕν. ὅσα δὲ ἓν ἀναλογίᾳ, οὐ πάντα γένει· ἕν γάρ ἐστι κατ’ ἀναλογίαν τρόπις καὶ καρδία, οὐκ ἤδη δὲ καὶ γένει ἓν ὑπάρχουσι. φανερὸν οὖν ὅτι πολλὰ ἀντίκειται τῷ ἑνί. ὁσαχῶς οὖν τὸ ἕν, τοσαυταχῶς καὶ τὰ πολλὰ λεχθήσεται· τὰ μὲν γὰρ τῷ μὴ συνεχῆ εἶναι, τὰ δὲ τῷ διαιρετὴν ἔχειν τὴν ὕλην κατὰ τὸ εἶδος ἢ τὴν πρώτην ἢ τὴν πόρρω, τὰ δὲ τῷ ἔχειν λόγους πλείους ἀντὶ τοῦ ἑνός.
“此外,有些事物在数目上是一。” 他再次重提同样的事实并说,有些事物在数目上被称为一,有些依形式,有些在属上,有些依类比。在数目上被称为一的是质料为一的事物,依形式的是定义作为单一而存在的事物,在属上的是具有相同的范畴图式的事物(因为动物共同被述谓于马和人,因为它们在属上作为一而存在),而依类比的,则是如船之龙骨,动物之心脏作为原理而存在那样。而后随者始终随从于前行者;例如,凡在数目上作为一而存在的,在形式上也为一;但凡在形式上为一的,并不全在数目上为一。凡在形式上也为一的,在属上为一;但并非凡在属上〔为一〕的,在所有情形下也都在形式上为一;因为人和马在属上被称为一,但在形式上并不作为一而存在。凡在类比上为一的,并不全在属上为一;因为龙骨与心脏在类比上是一,但它们并不已经也在属上作为一而存在。因此显而易见,“多”是与“一”对立的。因此,“一”有多少种说法,“多”也将按同样多的方式被表述;因为有些是由于不连续,有些是由于具有依形式而言可分的质料——无论是首要的质料还是远隔的质料,有些则是由于具有多个定义而非一个定义。
- 5.18Ὁ Ἀλέξανδρός φησι θέλειν τὸ ‘ἔτι δέ’, ἐπειδὴ οὐδαμοῦ ἀνταποδίδωσιν ὑποκατιών. δύναται δὲ [εἶναι] ἀνταπόδοσις τὸ ἀρχὴ εἶναι
句法结构梳理。针对引文中的连词 ἐπεί(“由于……”)在后文找不到对应的结句(apodosis)这一难点,亚历山大主张需要改读为 ἔτι δέ(“此外”)。对此阿斯克勒庇俄斯提出,后文的短语 τὸ ἀρχὴ εἶναι(“作为原理”)本身即可充当结句(“既然……,所以是原理”),从而使原文的从属结构得以完整成立。
- 5.18τὸ μὲν οὖν κατὰ τὸ ποσὸν ἀδιαίρετον, καθό ἐστι ποσόν, ἡ μονὰς ὑπάρχει, τὸ δὲ πάντῃ θέσιν ἔχον στιγμή, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ διχῇ ἐπίπεδον, τὸ δὲ τριχῇ στερεόν.
并列省略结构。以首句 τὸ μὲν οὖν ... ἡ μονὰς ὑπάρχει(“在数量上不可分的事物……作为单子存在”)为先导,后续四个小句均省略了动词 ὑπάρχει,将各个主语(τὸ πάντῃ θέσιν ἔχον, τὸ μοναχῇ, τὸ διχῇ, τὸ τριχῇ)与补足的表语名词(στιγμή, γραμμή, ἐπίπεδον, στερεόν)直接并置。由于此处浓缩了亚里士多德原文(1016b25–27),πάντῃ 承前省略了 ἀδιαίρετον,而 μοναχῇ、διχῇ、τριχῇ 则省略了与之相对的 διαιρετόν。
