← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§314.23-315.20

依基质、属、形式及理智的一的诸样态

阿斯克勒庇乌斯讨论了直线与折线在单一性上的差异,随后依次阐释了依据基质或质料的一、依紧邻或远隔的属的一、依形式或定义的一,以及直观实体自身的不可分的理智认识所构成的一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.16#2

καὶ ἡ εὐθεῖα τῆς κεκαμμένης μᾶλλόν ἐστιν ἕν· τὴν γὰρ κεκαμμένην εὐθεῖαν καὶ ἔχουσαν γωνίαν καὶ μίαν φαμὲν καὶ οὐ μίαν, ὅτι ἐνδέχεται καὶ μὴ ἅμα τὴν κίνησιν αὐτῆς εἶναι καὶ ἅμα, ὡς ἐπὶ τῶν φερομένων τῇδε κἀκεῖσε καὶ διὰ σκολιότητα τόπου ἅμα· τῆς δὲ εὐθείας ἡ κίνησις ἀεὶ ἅμα ἐστί, καὶ οὐδενὸς μορίου ἔχοντος μέγεθος τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται,1 ὥσπερ ἐπὶ τῆς κεκαμμένης εὐθείας. ἔτι δὲ πάλιν λέγεται ἓν τὸ κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην καὶ ἀδιαίρετον κατὰ τὸ εἶδος καὶ ἀδιάφορον. διό φησιν ἀδιάφορα δέ ἐστιν, ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν, ὥσπερ ἐπὶ τῶν γλυκέων οἴνων· εἷς γὰρ λέγονται, ἐπειδὴ οὐκ ἔχουσιν αἰσθητὴν διαφοράν· πρὸς μέντοι τὴν αὐστηρότητα γίνεται τις αἰσθητὴ διαφορά. τὸ δὲ ὑποκείμενον ἢ προσεχές ἐστιν ἢ πόρρω· καὶ γὰρ οἶνος εἷς λέγεται, καθὸ πᾶς ὕδωρ, καὶ οἱ χυμοὶ πάντες λέγονται ἓν εἶναι, οἷον ἔλαιον οἶνος καὶ τὰ τηκτά, ὅτι πάντως τὸ ἔσχατον ὑποκείμενόν ἐστι τὸ ὕδωρ. λέγεται δὲ ἓν καὶ ὧν τὸ γένος ἕν, ὥσπερ κατὰ τὸ ζῷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ ὅσα ἄλλα τοιαῦτα· διαφέρουσι δὲ ἀλλήλων κατὰ τὰς ἀντικειμένας διαφοράς, ὥσπερ καὶ τὰ κοινωνοῦντα κατὰ τὴν ὕλην. ταῦτα οὖν ποτὲ μὲν κατὰ τὸ προσεχὲς γένος ἔχουσι τὸ ἕν, ποτὲ δὲ κατὰ τὸ πόρρω, ὥσπερ τὸ τρίγωνον τὸ ἰσοσκελὲς καὶ τὸ σκαληνὸν διαφέρουσιν ἀλλήλων κατὰ τὸ προσεχὲς γένος, κατὰ δὲ τὸ πόρρω κοινωνοῦσιν· ἄλλο γὰρ ἔχει σχῆμα τὸ ἰσοσκελὲς καὶ ἄλλο τὸ σκαληνόν. διὰ τοῦτο οὖν φησιν ὅτι ποτὲ μὲν κατὰ τὸ ἄνω γένος λέγεται τὸ αὐτό, ἂν ᾖ τελευταῖα τοῦ γένους εἴδη τὰ ἀνωτέρω τούτων,2 οἷον τὸ ἰσοσκελὲς καὶ τὸ ἰσόπλευρον ταὐτὸν καὶ ἓν σχῆμα, ὅτι ἄμφω τρίγωνα, τρίγωνα δ’ οὐ ταὐτά· διαφέρουσι γὰρ κατὰ τὸ σχῆμα. πάλιν ἓν λέγονται τὰ κοινωνοῦντα ἀλλήλοις κατὰ τὸν ὁρισμόν, ὥσπερ οἱ ἄνθρωποι τῷ εἴδει ἕν, ὅτι ἀδιαίρετός ἐστιν ὁ τούτων λόγος. ὁ μέντοι γε προφορικὸς οὐκ ἔστιν ἀδιαίρετος· διαιρεῖται γὰρ εἰς μακρὰν καὶ βραχεῖαν συλλαβήν, ὡς τοῦ ποσοῦ ὑπάρχον.3 καὶ τὸ αὐξάνον γὰρ καὶ τὸ φθῖνον ἕν ἐστιν, ἐπειδὴ καὶ ὁ αὐτὸς λόγος ἐστίν, ὥσπερ τοῦ ἐπιπέδου τοῦ μεγάλου καὶ τοῦ μικροῦ. πάλιν δὲ ἓν λέγεται ὧν ἡ νόησίς ἐστιν ἀδιαίρετος, ἥτις νοεῖ τὴν οὐσίαν αὐτὴν καθ’ αὑτήν, μὴ προσχρωμένη συμβεβηκότι. ἔστιν οὖν τὸ τοιοῦτον ἓν τῷ ἀριθμῷ, ἅτινα ἡ νόησις οὐ χωρίζει οὔτε χρόνῳ οὔτε τόπῳ αὐτὰς τὰς οὐσίας ἐπισκοποῦσα. καθὸ δὲ μὴ ἔχουσι διαίρεσιν, κατὰ τοῦτο ἓν λέγονται· οἷον εἰ καθὸ ἄνθρωπός ἐστι, μὴ ἔχει διαίρεσιν, κατὰ τοῦτο λέγεται, εἰ δὲ καθὸ ζῷον, ὡς ζῷον ἢ ὡς μέγεθος.

并且直线比折线更是单一的;因为对于屈折而具有角的直线[线],我们既称之为一,又称之为非一,因为正如在忽此忽彼运动并且同时由于空间的弯曲而运动的物体情形中一样,它的运动可能不同时,也可能同时;而直线的运动始终是同时的,并且没有任何具有大小的部分是一部分静止而另一部分运动,正如在屈折的直线上那样。此外,依基质和质料[为一]、且在形式上不可分且无差别的,又被称为一。因此他说,凡形式依感觉不可分的,便是无差别的,正如在甜葡萄酒的情形中那样;因为它们被称为一,是由于它们没有可感觉的差异;然而相对于涩味则产生某种可感觉的差异。而基质或者紧邻,或者是远隔的;因为葡萄酒在全都是水这一点上也称为一,所有汁液,例如油、酒和可溶物,都被说成是一,因为它们终极的基质全都是水。凡属为一的事物也被称为一,正如就动物而言的人、马、牛以及所有其他此类事物;然而它们凭借相反的种差相互区别,正如在质料上共通的事物一样。因此,这些事物有时依紧邻的属而具有一,有时则依远隔的属[具有一],正如等腰三角形与不等边三角形在紧邻的属上彼此有别,但在远隔的属上共通;因为等腰三角形具有一种形状,而不等边三角形具有另一种形状。因此正因如此他说,如果高于这些的事物是该属的终极形式,则有时依更高的属被称为同一,例如等腰三角形与等边三角形是同一且单一的形状,因为两者都是三角形,但并不是同一种三角形;因为它们在形状上有所不同。再次,在定义上彼此共通的事物被称为一,正如人们在形式上是一,因为他们的定义是不可分的。然而发出的言语却不是不可分的;因为作为属于数量之物,它被分割为长音节和短音节。增长者与减少者也是一,因为其定义也是同一的,正如大平面与小平面[的定义]一样。再次,其理智认识是不可分的事物也被称为一,这种认识就自身来认识实体自身,而不额外借助偶性。因此,此类事物在数目上是一,理智在考察其实体自身时既不在时间上也不在空间上将它们分开。凡在其不具有分割的限度内,依此就被称为一;例如,如果就其为人而言不具有分割,便依此被称为[一];但若是就其为动物而言,便作为动物或作为大小[被称为一]。

语法注3 条
  1. 5.16καὶ οὐδενὸς μορίου ἔχοντος μέγεθος τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται

    短语 οὐδενὸς μορίου ἔχοντος μέγεθος 是一个带有部分属格色彩的属格绝对结构,统摄后文的分属主语 τὸ μὲν ... τὸ δέ(“一部分……另一部分……”)。句法上意为:“在任何具有大小的部分中,都不存在一部分静止而另一部分运动的情况”。

  2. 5.16ἂν ᾖ τελευταῖα τοῦ γένους εἴδη τὰ ἀνωτέρω τούτων

    该条件从句基于亚里士多德的原书(1016a28–30)。在句法上,带有冠词的中性复数短语 τὰ ἀνωτέρω τούτων(“高于这些的事物”)是主语,而 τελευταῖα τοῦ γένους εἴδη(“该属的终极[最底层的]形式”)是表语名词。

  3. 5.16ὡς τοῦ ποσοῦ ὑπάρχον

    连词 ὡς 与中性单数分词 ὑπάρχον 连用。它充当宾格绝对结构或附加说明理由的分词从属短语,用以解释发出的言语(ὁ προφορικὸς λόγος)由于其语音构成属于“数量”(τοῦ ποσοῦ)范畴这一理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:314.23-315.20