← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§313.25-314.23

偶性之一与连续性所致的本性之一

阿斯克勒庇俄斯基于《形而上学》卷Δ第6章开篇(1015b16),解释了“一”分为依偶性与依自身两种情况。在梳理了偶性之一的各种类型(主体与性质、两种性质、复合体等)之后,他讨论了依自身之一的第一种模式,即依连续性的一,并强调了运动的不可分性以及自然物相较于人工物的本原性连续。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.16#1

" Ἕν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθ’ αὑτό." Πληρώσας τὸν περὶ τοῦ ἀναγκαίου λόγον ἐντεῦθεν λέγει περὶ τοῦ ἑνός, καί φησιν ὅτι τὸ ἓν ἢ κατὰ συμβεβηκὸς λέγεται ἢ καθ’ αὑτό· κατὰ συμβεβηκὸς μὲν οἷον Κορίσκος καὶ τὸ μουσικὸν ἕν ἐστι, καὶ οὐδὲν διαφέρει τὸ εἰπεῖν ὅτι τῷ Κορίσκῳ συμβέβηκε τὸ μουσικὸν καὶ τὸ ὁ Κορίσκος μουσικὸς καὶ τὸ μουσικὸς Κορίσκος· καὶ τὸ δεύτερον τὸ δίκαιον καὶ τὸ μουσικόν, τρίτον * * * καὶ δίκαιος Κορίσκος. ταῦτα γὰρ ἓν πάντα λέγονται, κατὰ συμβεβηκὸς μέντοι γε, τὸ μὲν δίκαιον καὶ μουσικόν, ἐπειδὴ μιᾷ οὐσίᾳ συμβέβηκε τῷ Κορίσκῳ, τὸ δὲ μουσικὸν καὶ Κορίσκος, ὅτι θάτερον τῶν μορίων θατέρῳ συμβέβηκε κατὰ φύσιν ἢ παρὰ φύσιν. ὁμοίως δὲ τρόπον τινὰ καὶ ὁ μουσικὸς Κορίσκος τῷ Κορίσκῳ ἕν (καλῶς δὲ προσέθηκε τρόπον τινά), ἐπειδὴ θάτερον τῶν μορίων θατέρῳ συμβέβηκε τῶν ἐν τῷ λόγῳ,1 οἷον τὸ μουσικὸν τῷ Κορίσκῳ, καὶ οὕτως κατηγορεῖται τὸ ὅλον τοῦτο τοῦ Κορίσκου· καὶ ὁ μουσικὸς Κορίσκος τῷ δικαίῳ Κορίσκῳ, ὅτι ἑκατέρου μέρος τῷ αὐτῷ συμβέβηκεν. ὡσαύτως δὲ κἂν ἐπὶ γένους καὶ ἐπὶ τῶν καθόλου τινὸς ὀνομάτων λέγηται τὸ συμβεβηκός, οἷον ὅτι ἄνθρωπος τὸ αὐτὸ καὶ μουσικὸς ἄνθρωπος· ἢ γὰρ ἐπειδὴ μιᾷ ὑπαρχούσῃ οὐσίᾳ συμβέβηκε τὸ μουσικόν, ἢ ὅτι ἄμφω τῶν καθ’ ἕκαστά τινι συμβέβηκεν, οἷον Κορίσκῳ. ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον ἄμφω ὑπάρχουσιν, ἀλλὰ τὸ μὲν ἴσως ὡς γένος, καὶ ἓν τοῦτ’ ἐστὶν ὁ ἄνθρωπος, τὸ δὲ ὡς ἕξις ἢ πάθος τῆς οὐσίας, τουτέστιν τοῦ Κορίσκου. τοσαυταχῶς οὖν λέγεται τὸ κατὰ συμβεβηκὸς ἕν. τῶν δὲ καθ’ αὑτὸ ἓν λεγομένων τὰ μὲν λέγονται κατὰ συνέχειαν ἕν, ὥσπερ ὁ φάκελλος διὰ τὸν δεσμὸν καὶ τὰ ξύλα καὶ ἡ κόλλα. ὁμοίως δὲ καὶ ἡ γραμμὴ καὶ ἡ εὐθεῖα καὶ ἡ κεκλασμένη μία λέγεται, ὥσπερ καὶ τῶν μερῶν ἕκαστον, σκέλος καὶ βραχίων. πάλιν δὲ αὖ τούτων μάλιστα λέγεται συνεχῆ τὰ φύσει τῶν τεχνητῶν. συνεχὲς δὲ κυρίως λέγεται, καθάπερ εἴρηται ἐν τῇ θεωρίᾳ, οὗτινος κίνησις μία ὑπάρχει καθ’ αὑτὸ καὶ μὴ οἷόν τε ἄλλως. μία οὖν ἐστιν οὗ ἡ κίνησις ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ τὸν χρόνον. καθ’ αὑτὸ δὲ ὑπάρχει συνεχῆ, ὅσα μὴ τῇ ἁφῇ μόνῃ ἔχουσι τὸ ἕν. εἰ γὰρ θείη τις ξύλα ἁπτόμενα ἀλλήλων, ταῦτα οὐχ ὑπάρχουσι συνεχῆ, οὔτε σῶμα οὔτε ἄλλο οὐδὲν τοιοῦτο συνεχές. τὰ δὴ κυρίως συνεχῆ ἓν λέγονται, κἂν ἔχωσι κάμψιν, καὶ ἔτι μᾶλλον τὰ μὴ ἔχοντα κάμψιν, οἷον καὶ μηρὸς σκέλους,2 ὅτι ἐνδέχεται μὴ μίαν εἶναι τὴν κίνησιν τοῦ σκέλους, καθάπερ εἴρηται.

“一者,其一依偶性而言,其二依自身而言。” 在结束了关于必然之物的讨论之后,他从这里开始谈论一,并且说,一或者依偶性而被言说,或者依自身而被言说:依偶性而言,例如科里斯库斯与音乐性是一,并且说“音乐性偶合于科里斯库斯”、“科里斯库斯是懂音乐的”以及“懂音乐的科里斯库斯”并无差别;第二则是正义与音乐性,第三是[懂音乐的科里斯库斯]与正义的科里斯库斯。因为所有这些都被称为一,然而却是依偶性而为一:正义与音乐性是因为它们偶合于同一个实体,即科里斯库斯,而音乐性与科里斯库斯则是因为各部分中的一方依照自然或违反自然偶合于另一方。同样,在某种方式下,懂音乐的科里斯库斯与科里斯库斯也是一(他加上“在某种方式下”是恰当的),因为陈述中的各部分之一偶合于另一部分,例如音乐性偶合于科里斯库斯,并且由此这整个整体被述谓于科里斯库斯;而懂音乐的科里斯库斯与正义的科里斯库斯[为一],是因为它们各自的一部分偶合于同一者。同样,即使在属以及某个普遍名称的情形下言说偶性也是如此,例如人和懂音乐的人是同一的;因为这或者是因为音乐性偶合于一个现存的实体,或者是由于两者都偶合于某个个别事物,例如科里斯库斯。但两者并不是以同一方式存在的,而是一方或许作为属,并且人就是这[属之中的]一,另一方则是作为实体的状态或情状,也就是科里斯库斯的状态或情状。依偶性的一就是以如此多的方式被言说的。 而在依自身被称为一的事物中,有些是依连续性被称为一的,正如由于捆绑而结成的包裹、木材与胶水。同样,线,无论是直线还是折线,正如身体的各个肢体,即腿和手臂一样,都被称为一。然而在这些事物中,出于自然之物比起人工之物最被说成是连续的。而严格意义上被称为连续的,正如在理论阐述中所说的那样,是其自身运动为一且不可能有其他状态的事物。因此,凡运动不可分之物的〔运动〕便是一,并且在时间上是不可分的。凡不单凭接触而具有一的事物,才是依自身而连续存在的。因为如果有人把相互接触的木头放在一起,这些木头并不作为连续之物而存在,既不作为物体也不作为任何其他此类连续之物〔而存在〕。因此,严格意义上的连续之物即使有弯曲也被称为一,而没有弯曲的则更是如此,例如大腿相对于整条腿也是如此,因为正如已经说过的那样,整条腿的运动可能不是一。

语法注2 条
  1. 5.16τῶν ἐν τῷ λόγῳ

    这里的 λόγος 指由主述结构构成的“言明”或复合表述,τῶν ἐν τῷ λόγῳ 指“懂音乐的科里斯库斯”这一表述中所包含的各个组成部分(即“音乐性”与“科里斯库斯”)。

  2. 5.16οἷον καὶ μηρὸς σκέλους

    这里的属格 σκέλους 是比较属格,承接前文的比较级含义(ἔτι μᾶλλον τὰ μὴ ἔχοντα κάμψιν),表示大腿(自身不具关节屈折)与整条腿(具有弯曲且运动可不为一)相比而言更是连续之一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:313.25-314.23