- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:312.5-313.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解《形而上学》卷五第四章结尾(作为复合体、质料、形式与实体之自然)及第五章(作为生存与善之条件、强力以及根本上不可有其他状态之单纯存在与证明之必然性)。
" Φύσει μὲν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστί." Μεμαθήκαμεν καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι φύσις μὲν λέγεται ὑπ’ αὐτοῦ τὸ εἶδος, φύσει δὲ τὸ σύνθετον· διό φησι φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν. φησὶν οὖν ὅτι ἔστι φύσις καὶ ἡ πρώτη ὕλη, καὶ αὕτη διχῶς, ἢ ἡ πορρώτερον ἢ ἡ προσεχής (πορρωτέρω μὲν τὸ ὕδωρ, εἰ τύχοι, προσεχὴς δὲ ὁ χαλκός), καὶ τὸ εἶδος καὶ ἡ οὐσία φύσις ἐστί. τοῦτο δέ ἐστι τὸ τέλος τῆς γενέσεως· τούτου γὰρ βούλεται τυχεῖν ἡ φύσις, τοῦ ποιῆσαι τέλειον ζῷον οἷον τὸ γεννῶν. ἐντεῦθεν γὰρ μεταφορικῶς καὶ πᾶσα οὐσία φύσις λέγεται διὰ ταῦτα, ἐπειδὴ ἡ οὐσία καὶ τὸ εἶδος φύσις τίς ἐστιν. ἐκ γοῦν τῶν λεχθέντων συνάγεται ὅτι ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς, καθὸ αὐτὰ ὑπάρχουσιν. ἡ γὰρ ὕλη κατὰ τοῦτο λέγεται φύσις, καθὸ δεκτική ἐστι τοῦ εἴδους, ὅπερ εἶδος κυρίως φύσις ὑπάρχει. ὁμοίως δὲ καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ τέλος ἄγουσα φύσις ὑπάρχει. ἐνυπάρχουσά πως ἢ δυνάμει ἢ ἐντελεχείᾳ, δυνάμει μὲν τὸ ὑλικὸν αἴτιον, ἐντελεχείᾳ δὲ τὸ ποιητικόν.1
“出于这两者之物是依自然的。” 我们在《物理学》中也已得知,自然被他称为形式,而依自然之物则是复合体;因此他说,出于两者之物因而就是依自然的,例如动物及其各部分。因此他说,第一质料也是自然,并且这有两种方式,或者是更遥远的,或者是近接的(例如更遥远的是水,近接的是青铜),形式和实体也同样是自然。而这是生成的目的;因为自然所欲达到的正是这一点,即造成如生育者一般的完满动物。正是由此出发,通过隐喻,一切实体也因这些缘故被称为自然,因为实体和形式是某种自然。无论如何,从所说的话中可以得出:第一位的、严格意义上被言说的自然,是在它们依自身而存在的范围内,自身中具有运动本原之物的实体。因为质料在这方面被称为自然,即在它能接纳形式的范围内,而这一形式才严格地作为自然而存在。同样,引向目的的途径也作为自然而存在,它以某种方式或潜在地或现实地内在存在——在潜在中作为质料因,在现实中作为作用因。
"Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν." Ἐντεῦθεν περὶ τοῦ ἀναγκαίου ἡμῖν διαλέγεται πληρώσας τὸν περὶ τῆς φύσεως λόγον, καί φησιν ὅτι ἀναγκαῖόν ἐστιν, οὗ ἄνευ ζῆν ἡμᾶς μὴ ἐνδέχεται, ὥσπερ τὸ ἀναπνεῖν καὶ ἡ τροφή· οὐ δυνατὸν γὰρ ζῆν ἡμᾶς οὔτε μὴ ἀναπνέοντας οὔτε μὴ τρεφομένους. καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται εἶναι ἢ γενέσθαι, ἢ τὸ κακὸν ἀποβαλεῖν ἢ στερηθῆναι, οἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον διὰ τὴν ὑγείαν, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν διὰ τὸ χρηματίσασθαι. πάλιν ἀναγκαῖον λέγεται τὸ βίαιον καὶ ἡ βία· τοῦτο δέ ἐστι τὸ ἀναγκάζεσθαί τι παρὰ τὴν ὁρμὴν ποιεῖν καὶ τὴν προαίρεσιν. τὸ γὰρ βίαιον ἀναγκαῖον λέγει· διὸ καὶ λυπηρὸν τὸ βίαιον, ὥσπερ ἔλεγεν Εὔηνος ὁ σοφιστής ‘πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα λυπηρὸν ὑπάρχει’. καὶ ἡ βία ἀνάγκη ἐστίν, ὥσπερ καὶ Σοφοκλῆς ἔλεγεν ὅτι ‘βία με ἀναγκάζει ταῦτα ποιεῖν.’ καὶ δοκεῖ ἡ βία ἀμετάπειστος εἶναι, ἐπειδὴ ἐναντία ἐστὶ τῇ προαιρέσει· εἰ γὰρ μεταπεισθῶμεν, οὐκέτι ἐστὶ βία. ἔτι τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν τοῦτό φαμεν ἀναγκαῖον, ὥσπερ ἐπὶ τοῦ θεοῦ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ· καὶ κατὰ τοῦτο τὸ ἀναγκαῖον καὶ τὰ ἄλλα λέγονταί πως ἀναγκαῖα, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται. τό τε γὰρ ἀναγκαῖον λέγεται ἢ ποιεῖν ἢ πάσχειν τότε, ὅταν μὴ ἐνδέχηται ἄλλως ἔχειν διὰ τὸ βιαζόμενον, ὡς ταύτην ἀνάγκην οὖσαν, δι’ ἣν μὴ ἐνδέχεται ἄλλως ἔχειν· ὥστε ἐκεῖθεν ἐφήκει τὸ ἀναγκαῖον καὶ τῷ κατὰ τὴν βίαν ἀναγκαίῳ.2 ὁμοίως δὲ καὶ ἐπὶ τῶν συναιτίων τοῦ ζῆν καὶ τοῦ ἀγαθοῦ· ὅταν μὴ ἐνδέχηται ἔνθα μὲν τὸ ἀγαθὸν ὅπου δὲ καὶ τὸ ζῆν καὶ τὸ εἶναι ἄνευ τινῶν, ταῦτα ἀναγκαῖα ὑπάρχουσι, καὶ ἡ αἰτία ἀνάγκη τίς ἐστιν αὕτη ἔξωθεν ὑπάρχουσα, ὥσπερ τὸ ἀναπνεῖν † καὶ ἡ ὑγίεια πρὸς τὸν κάμνοντα.
“必然的被说及无它便不可能活着的事物。” 从这里开始,他在结束了关于自然的讨论之后,向我们论述必然之物,并且说,没有它我们就不可能活着的事物就是必然的,正如呼吸和营养;因为我们既不可能在不呼吸时活着,也不可能在不被滋养时活着。凡是无它善便不可能存在或生成,或者恶便不可能被摒除或免除的事物,也是如此,例如为了健康而服药,以及为了赚钱而航行到埃吉纳,都是必然的。再者,强制之物和强力也被称为必然的;这就是被迫做出违背冲动与选择的事情。因为他将强制之物称为必然的;因此强制之物也是痛苦的,正如智者埃乌埃诺斯所言:‘凡必然之事皆属痛苦’。强力也是必然性,正如索福克勒斯也曾说:‘强力迫使我做这些事’。而且强力似乎是不可被劝服的,因为它是与选择相反的;因为如果我们被劝服了,便不再是强力。此外,不可能有其他状态的事物,我们称之为必然的,正如我们在理论阐述中关于神所说的那样;并且按照这一必然之物,其他事物也以某种方式被称为必然的,正如在理论阐述中所说的那样。因为所谓做或遭受必然之事,正是在由于强迫者而不可能有其他状态时被言说的,这是因为此种使之不可能有其他状态的原因就是必然性;因此,必然性也从那里延伸到了依强力而必然之物上。同样,在生命与善的协同原因的情形下也是如此:当一方面善,另一方面生命与存在无某些事物便不可能存在时,这些事物便作为必然之物而存在,并且这一原因乃是某种由外存在的必然性,正如呼吸,以及对病患而言的健康。
"Ἔτι ἡ ἀπόδειξις τῶν ἀναγκαίων." Καὶ ἐπὶ τῆς ἀποδείξεως τῆς ἀναγκαίας οὐκέτι ἐνδέχεται ἄλλως ἔχειν, 〈οἷον〉 τὴν σεληνιακὴν ἔκλειψιν, εἰ ἀποδέδεικται ἁπλῶς· τούτου δὲ αἴτια τὰ πρῶτα, τουτέστιν αἱ προτάσεις, εἰ ἀδύνατον ἄλλως ἔχειν ἐξ ὧν ὁ συλλογισμός. τῶν μὲν δὴ συμπερασμάτων ἕτερόν ἐστιν αἴτιον,3 τουτέστιν αἱ προτάσεις, τῷ εἶναι αὐτὰς ἀναγκαίας, τῶν δὲ προτάσεων οὐδέν ἐστιν ἕτερον αἴτιον, ἀλλὰ διὰ ταῦτα τὰ ἄλλα. ὥστε τὸ πρῶτον καὶ κυρίως ἀναγκαῖον τὸ ἁπλοῦν ἐστι, καθάπερ εἰρήκαμεν· τοῦτο γὰρ οὐκ ἐνδέχεται πλεοναχῶς ἔχειν, ὥστε οὐδὲ ἄλλως καὶ ἄλλως· εἰ γὰρ ἔχει ἄλλως καὶ ἄλλως, οὐκέτι λέγεται ἁπλοῦν. ὥστε ἐπειδὴ ἁπλᾶ ἐστι καὶ ἀίδια καὶ ἀκίνητα, οὐδέν ἐστιν ἐν ἐκείνοις βίαιον οὐδὲ παρὰ φύσιν, εἴ γε ἄφραστος ἁπλότης θεωρεῖται ἐν αὐτοῖς. πῶς δὲ τὸ βίαιον καὶ ποικίλον θεωρηθείη ἂν ἐν τῷ ἁπλῷ;
“此外,证明属于必然之物。” 在必然的证明的情形下,它也不再可能有其他状态,例如月食,如果它已被单纯地证明了的话;而此事的诸原因是最初之物,也就是诸前提,如果三段论由之构成的那些东西不可能有其他状态的话。对于诸结论而言,原因是别的事物,即由于诸前提是必然的而作为原因的诸前提;但对于诸前提而言,则没有任何别的原因,反而是其他事物由于它们而存在。因此,正如我们所说,第一位的、严格意义上的必然之物是单纯之物;因为这不允许有多重状态,因而也不允许有或此或彼的状态;因为如果它具有或此或彼的状态,便不再被称为单纯之物。因此,既然它们是单纯的、永恒的且不动的,那么在它们之中就没有任何强制的或违反自然的东西,如果在它们之中观照到的是不可言说的单纯性。因为在单纯之物中,强制与多样之物又怎能被观照到呢?
- 5.13ἐνυπάρχουσά πως ἢ δυνάμει ἢ ἐντελεχείᾳ, δυνάμει μὲν τὸ ὑλικὸν αἴτιον, ἐντελεχείᾳ δὲ τὸ ποιητικόν.
阴性单数主格分词 ἐνυπάρχουσα 在语法上与前述的“引向目的的途径”(ἡ ὁδὸς ἡ ἐπὶ τὸ τέλος ἄγουσα)或“自然”(φύσις)相一致。紧随其后的对举分句 δυνάμει μὲν τὸ ὑλικὸν αἴτιον, ἐντελεχείᾳ δὲ τὸ ποιητικόν 构成省略结构的同位说明,分别将潜在与现实的内在方式对应于质料因与作用因。
- 5.14ὥστε ἐκεῖθεν ἐφήκει τὸ ἀναγκαῖον καὶ τῷ κατὰ τὴν βίαν ἀναγκαίῳ.
动词 ἐφήκει 支配与格 τῷ κατὰ τὴν βίαν ἀναγκαίῳ,意指“必然性(的概念)从彼处(即神或不可能有其他状态的第一必然性)延伸到因强力而必然的事物”。主语是中性单数主格 τὸ ἀναγκαῖον。
- 5.15τῶν μὲν δὴ συμπερασμάτων ἕτερόν ἐστιν αἴτιον, τουτέστιν αἱ προτάσεις, τῷ εἶναι αὐτὰς ἀναγκαίας, τῶν δὲ προτάσεων οὐδέν ἐστιν ἕτερον αἴτιον
属格 τῶν μὲν δὴ συμπερασμάτων 与 τῶν δὲ προτάσεων 依附于述语 αἴτιον,分别表示“结论的原因”和“前提的原因”。主语是 ἕτερον(别的事物),同位语 τουτέστιν αἱ προτάσεις 作出进一步说明。定冠词与格不定式短语 τῷ εἶναι αὐτὰς ἀναγκαίας 表示原因(“由于它们自身是必然的”)。
