← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§310.29-312.4

自然的含义及其与生成、质料和形式

阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》卷五第四章(1014b16–35),依次探讨了自然作为生成过程、内在质料和近接作用因的涵义,接触与结合生长的差异,远隔质料因(元素论),以及驳斥亚历山大主张而将自然界定为形式因的论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.10

" Φύσις δὲ λέγεται ἕνα μὲν τρόπον." Καθ’ ἕνα μὲν τρόπον φύσις λέγεται ἡ γένεσις τῶν φυομένων, τουτέστιν ἡ ὁδὸς ἡ ἐπὶ γένεσιν, οἷον εἴ τις ἐπεκτείνας λέγοι τὸ υ στοιχεῖον φωνῆεν· εἰ μὲν γὰρ εἴποι τις ἔκφυσις, μακρόν ἐστι τὸ υ, εἰ δὲ φύσις, βραχύ. πάλιν κατ’ ἄλλον τρόπον λέγεται φύσις ἡ ὕλη, ἐξ οὗ γίνεται τὸ γινόμενον ἐνυπάρχοντος ἐν τῷ γίνεσθαι.1 ὁ μὲν γὰρ λέβης γίνεται ἐκ τοῦ χαλκοῦ καὶ ἐνυπάρχει ὁ χαλκὸς τῷ λέβητι. εἶτα λέγεται φύσις καὶ τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς ὑπάρχον ἐν ἑκάστῳ τῶν φύσει ὄντων, καθὸ αὐτὸ ὑπάρχει, ἐπειδὴ ὁμοειδές ἐστι τὸ ποιητικὸν αἴτιον τῷ γινομένῳ ἐξ αὐτοῦ (ἄνθρωπος γὰρ ἀνθρώπου) καὶ κατὰ τοῦτο ἐν αὑτῷ ἐστιν. ἢ τὴν φύσιν λέγει * * * ποιητικὸν γὰρ αἴτιον καὶ αὐτή ἐστι.

“自然在一种方式上被言说。” 在一种方式上,自然被说成是生长之物的生成,即通向生成的途径,正如有人若是将元音字母υ拉长读出那样;因为如果有人说“生长出来”,υ就是长元音,但如果说是“自然”,它就是短元音。再者,在另一种方式上,自然被说成是质料,生成之物在生成的过程中它内在存在的前提下从它生成;因为大釜是由青铜生成的,而青铜内在存在于大釜中。随后,自然也被说成是内在存在于每个依自然而存在的物之中的近接作用因,只要它依自身而存在,因为作用因与由它生成之物是同种的(因为人来自人),并且在这方面它是在自身之内的。或者他说自然[……],因为自然自身也是作用因。

§5.11

"Φύεσθαι δὲ λέγεται ὅσα αὔξησιν ἔχει." Ὃ λέγει τοῦτό ἐστιν ὅτι ταῦτα λέγεται φύεσθαι πρὸς ἄλληλα καὶ συμφύεσθαι, τὰ μεταδιδόντα ἀλλήλοις ζωῆς τινος. οὕτω γὰρ λέγεται τὸ βρέφος συμφύεσθαι τῇ μητρί, εἴ γε τρέφεται ἐκ τῆς μητρός, ὁμοίως δὲ καὶ τὸ φυτὸν ἐκ τῆς γῆς· καὶ αὐξάνονται δέ. τοῦτο οὖν φησιν ὅτι φύεσθαι δὲ λέγονται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὥσπερ τὰ ἔμβρυα. ἡ δὲ σύμφυσις διαφέρει τῆς ἁφῆς. ἐπὶ μὲν γὰρ τῆς ἁφῆς οὐδέν ἐστιν ἕτερον παρὰ τὴν ἁφήν· ἐν δὲ τοῖς συμπεφυκόσιν ἐστὶν ἓν τὸ αὐτὸ ἐν ἀμφοῖν, ὅπερ ποιεῖ ἀντὶ τοῦ ἅπτεσθαι συμπεφυκέναι καὶ ἓν εἶναι, αὐτὴ ἡ κοινὴ ζωή.2 ἓν οὖν ὑπάρχει κατὰ τὸ συνεχὲς καὶ τὸ ποσόν, ἀλλὰ μὴ κατὰ τὸ ποιόν· διάφορα γὰρ τὰ εἴδη ὑπάρχει· ἄλλο γὰρ εἶδος φυτοῦ καὶ ἄλλο γῆς. εἶτά φησι πάλιν περὶ τοῦ ὑλικοῦ αἰτίου τοῦ πορρωτέρω· ἀνωτέρω γὰρ τὸ προσεχὲς ὑλικὸν αἴτιον ἔλεγε. φησὶν οὖν ὅτι φύσις λέγεται ἐξ οὗ πρώτου γίνεται τὰ φυσικὰ πράγματα, ἀρρυθμίστου οὔσης τῆς πρώτης ὕλης, φημὶ δὲ ἀνειδέου καὶ ἀμεταβλήτου ἐκ τῆς δυνάμεως τῆς αὑτοῦ· οἷον ἀνδριάντος καὶ τῶν χαλκῶν σκευῶν ἡ φύσις ὁ χαλκός ἐστιν ὡς ὑλικὸν αἴτιον ἡ φύσις, τῶν δὲ ξυλίνων ξύλον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐκ τούτων γάρ ἐστι τῶν ἄλλων ἕκαστον διασωζομένης τῆς πρώτης ὕλης, εἴ γε ὑπόκειται. διὰ ταῦτα γὰρ καὶ τὰ στοιχεῖα φύσιν προσηγόρευσαν οἱ λέγοντες αὐτὰ εἶναι ὑλικὰ αἴτια, οἱ μὲν πῦρ οἱ δὲ γῆν οἱ δὲ ἀέρα οἱ δὲ ὕδωρ, οἱ δὲ τὸ μεταξύ, οἱ δ’ ἔνια τούτων πῦρ καὶ γῆν, οἱ δὲ πάντα ὥσπερ Ἐμπεδοκλῆς.

“而生长被说及凡是具有增大的事物。” 他所说的是指:那些互相传递某种生命的事物,被说成是彼此生长并结合生长。因为以这种方式,婴儿被说成是与母亲结合生长的,既然它是由母亲哺育的,同样植物也是从大地中[得到哺育];而且它们也在增大。因此他说的是:凡是通过接触并通过已经结合生长或附着生长而经由他者具有增大的事物,正如胚胎那样,都被说成是生长。但结合生长与接触不同;因为在接触中除了接触之外没有任何别的东西,但在结合生长的事物中,两者的内部存在着单一且同一的事物,它使得它们结合生长并且是一,而非仅仅接触,这正是共同的生命本身。因此,它在连续性和数量上作为一而存在,但在性质上则不然;因为形式作为不同者而存在;因为植物的形式是一回事,大地的形式是另一回事。随后他又谈到更遥远的质料因;因为在上面他谈论的是近接的质料因。因此他说,自然被说成是自然事物最初从中生成的东西,在第一质料是未定型的,也就是在其自身的潜能上是无形式且不可变的状态下;例如雕像和青铜器具的自然是青铜——自然作为质料因——木制器具的[自然]是木料,在其他事物的情形下也是同样。因为在第一质料得以保持的前提下,如果它确实作为底层,其他各个事物就是由这些构成的。正是由于这些缘故,那些说元素是质料因的人也将元素称为自然,有人说是火,有人说是大地,有人说是空气,有人说是水,有人说是中间物,有人说是其中的某些(火与大地),有人则像恩培多克勒那样说是全部。

§5.12

"Ἔτι δὲ ἄλλον τρόπον λέγεται ἡ φύσις ἡ τῶν ὄντων φύσει οὐσία." Ὁ Ἀλέξανδρος οἴεται περὶ τοῦ συνθέτου λέγειν αὐτὸν ἐνταῦθα· ὅσον δὲ ἐκ τῶν λεγομένων ὑπ’ αὐτοῦ, περὶ τοῦ εἴδους λέγει. τί γάρ; φησὶν ὅτι κατ’ ἄλλον τρόπον λέγεται φύσις ἡ οὐσία, τουτέστι τὸ εἶδος· τὸ γὰρ ἑκάστου εἶδος οὐσία αὐτοῦ ἐστιν. οἷον οἱ λέγοντες τὴν φύσιν εἶναι τὴν πρώτην σύνθεσιν, ὥσπερ καὶ ὁ Ἐμπεδοκλῆς· τὸ γὰρ εἶδος ἔλεγεν ἐπιγίνεσθαι ἐκ τῆς τῶν στοιχείων μίξεως, καὶ ἔλεγεν ὅτι ‘φύσις δὲ ἐπὶ τούτοις τοῖς στοιχείοις ὀνομάζεται τοῖς ἀνθρώποις.’ ὁ δ’ Ἀριστοτέλης ἀνατρέπει τὴν δόξαν ταύτην φάσκων οὕτως διὸ καὶ ὅσα φύσει ἐστὶν ἢ γίνεται, ἤδη ὑπάρχοντος * * * (τουτέστιν ἐκ τοῦ ὑλικοῦ αἰτίου) οὔπω φαμὲν τὴν φύσιν ἔχειν, ἐὰν μὴ τὸ εἶδος ἀπολάβοι, ὡς ὄντος τοῦ εἴδους ἑτέρου παρὰ τὴν τῶν στοιχείων σύνθεσιν,3 καὶ ὅτι ἡ φύσις κατὰ τὸ εἶδος χαρακτηρίζεται, οὐ τὸ † περὶ θεοῦ ἀλλὰ τὸ ζῷον λογικὸν θνητόν.

“此外在另一种方式上,自然被说成是依自然而存在之物的实体。” 亚历山大认为他在这里是在谈论复合实体;但从他所说的话来看,他是在谈论形式。为什么呢?他说在另一种方式上,自然被说成是实体,即形式;因为每一事物的形式就是它的实体。例如那些说自然是最初结合的人,正如恩培多克勒也是如此;因为他说形式是在元素的混合之上产生的,并且他说‘在人类看来,自然是加在这些元素之上的名称’。但亚里士多德驳斥了这种观点,这样主张:因此凡是依自然而存在或生成的事物,在已经存在[……](即由质料因)时,如果它没有获得形式,我们就还不会说它具有自然,这是因为形式是某种不同于元素结合的东西,并且自然是依形式而被表征的——不是关于神的形式,而是有理性的可死动物。

语法注3 条
  1. 5.10ἐξ οὗ γίνεται τὸ γινόμενον ἐνυπάρχοντος ἐν τῷ γίνεσθαι

    分词 ἐνυπάρχοντος 是一个省略主语的属格绝对结构,以关系从句所指涉的质料(ἡ ὕλη)为逻辑主语。它表示质料在生成过程(ἐν τῷ γίνεσθαι)中持续内在存在的伴随情态。

  2. 5.11ὅπερ ποιεῖ ἀντὶ τοῦ ἅπτεσθαι συμπεφυκέναι καὶ ἓν εἶναι, αὐτὴ ἡ κοινὴ ζωή

    这是主语 αὐτὴ ἡ κοινὴ ζωή 被置于从句末尾的倒装结构。关系代词 ὅπερ 为主格,与后置的主语形成同位或述谓联系,构成“使得它们结合生长且为一而非仅仅接触的东西,即此共同生命本身”的句式骨架。

  3. 5.12ὡς ὄντος τοῦ εἴδους ἑτέρου παρὰ τὴν τῶν στοιχείων σύνθεσιν

    连词 ὡς 与属格绝对结构(ὄντος τοῦ εἴδους ἑτέρου)连用,表达亚里士多德立论所预设的理由或观点,即“基于形式是某种不同于元素结合之物的立场”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:310.29-312.4