← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§309.21-310.28

出于强迫的必然性与一的诸形态

阿斯克勒庇俄斯通过赫拉克勒斯的神话以及神圣者的单纯性完成了对出于强迫之必然者的说明,随后转入“一”的区分,逐一论证依偶性之一、技术与自然的连续性、质料、属、种、数、可感差异、比例以及完满性所构成的一的诸形态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#2

τὸ βίαιον δὲ ἀναγκαῖον, ὅταν τις ἐπιθῇ τινι βίαν ποιῆσαι τόδε τὸ πρᾶγμα, ὥσπερ ὁ Εὐρυσθεὺς ἐπέταττε τῷ Ἡρακλεῖ. διό φησι κἀκεῖνος “ἀναγκαίη γὰρ ἐπείγει”· τῷ ὄντι γὰρ ὁ προστάττων ἀμεταποιητῶς ἔχει·1 εἰ γὰρ μεταπεισθείη, οὐκέτι ἐστὶ βία. ἐπὶ τοίνυν τοῦ θείου οὐδὲν θεωρεῖται βίαιον ἐξ ἀνάγκης, ἐπειδὴ οὐδὲ ἔξωθεν ὑπάρχει τι αὐτῷ, ἀλλὰ συνουσίωται αὐτῷ τὸ ἀναγκαῖον. Ταῦτα εἰρηκὼς ἐφεξῆς λέγει περὶ τοῦ ἑνός, καί φησιν ὅτι ἓν λέγεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς λέγεται· ἕνα μὲν τρόπον ὅταν ἓν συμβεβηκὸς κατηγορήσωμεν οὐσίας, ὅταν εἴπω ὁ Κορίσκος μουσικός· δεύτερον δὲ τρόπον, ὅταν συμβεβηκὸς κατὰ συμβεβηκότος κατηγορήσωμεν, οἷον ὁ δίκαιος μουσικός. τρίτος δὲ τρόπος, ὅταν δύο συμβεβηκότα οὐσίας κατηγορήσωμεν· ὁ Κορίσκος δίκαιος μουσικός. πάλιν τὰ καθ’ αὑτὰ τὰ μὲν λέγεται εἶναι συνεχῆ τὰ δὲ οὔ, καὶ τὰ μὲν φύσει ὑπάρχουσι συνεχῆ τὰ δὲ τέχνῃ. οἷον τέχνῃ μὲν ὑπάρχουσι συνεχῆ, οἷον φάκελος τῷ δεσμῷ καὶ τὰ ξύλα τῇ κόλλῃ, οἷον ὥσπερ ἡ ναῦς μία λέγεται εἶναι τῇ συνεχείᾳ καὶ ἡ θύρα. κυρίως δὲ ἓν λέγεται τῇ συνεχείᾳ ἐπὶ τῆς φύσεως, ὅταν μὴ δυνατὸν ᾖ κινεῖσθαι τὸ μέρος χωρὶς τοῦ ἑτέρου, οἷον ἡ κνήμη οὐ λέγεται συνεχὴς τῷ μηρῷ, ἐπεὶ δυνατόν ἐστι κινῆσαι τὴν κνήμην ἄνευ τοῦ μηροῦ· ἀπὸ δὲ τοῦ ἰσχίου μέχρι τῆς κατὰ τὸ γόνυ διαρθρώσεως συνέχειά τις φυλάττεται, ἐπειδὴ οὐ δυνατὸν τὸ μόριον ἄνευ τοῦ ὅλου κινηθῆναι, ἀλλὰ μίαν ποιοῦνται κίνησιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀκινήτων, οἷον εἰ οἱ τοῖχοι οἴκου, εἰ γένοιτο (ὅπερ ἀπείη)2 σεισμὸς ἤ τι τοιοῦτον, οὐχ ὁμοίως φέρονται. λέγονται δὲ καὶ τῇ ὕλῃ, ἐπειδὴ μία ὕλη πᾶσιν ὑπέστρωται. λέγονται δὲ πάλιν ἓν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κἀνταῦθα γὰρ ἀδιαίρετος γίνεται ἡ διαίρεσις·3 κατὰ γὰρ τὸ εἶναι ζῷα οὐδὲν ἀλλήλων διαφέρομεν· πάλιν καὶ εἴδει ἓν (κατὰ γὰρ τὸ ἀνθρώπινον εἶδος οὐδὲν ἀλλήλων διαφέρομεν) ἢ ἀριθμῷ ἕν, ἐπειδὴ τοῦ ἀριθμοῦ χρεία ἐστὶ καὶ τοῦ αὐτοῦ τόπου καὶ τοῦ αὐτοῦ χρόνου, ἵνα ὡς οὐσίαν τις καὶ μόνην ἐκδέξηται τὸν Σωκράτη, καὶ μὴ ἔχοντα συμβεβηκότα,4 οἷον ἀμείβοντα τόπον ἐκ τόπου ἢ ὑπὸ χρόνον τελοῦντα. πάλιν λέγονται οἱ γλυκεῖς οἶνοι ἓν εἶναι, καθὸ μία ἐστὶν ἡ αἰσθητὴ αὐτῶν διαφορά· οἱ δὲ γλυκεῖς καὶ αὐστηροὶ οἶνοι διάφοροι, ἐπειδὴ ἔχουσιν αἰσθητὰς διαφοράς. * * * ἐπεὶ πάντα τὰ ὑγρὰ κοινωνοῦσιν ἀλλήλοις, καθὸ ὕδωρ πάντα πεποιωμένον, ὡς εἴρηται ἐν τοῖς Μετεώροις. καὶ πάλιν ἓν λέγεται κατὰ ἀναλογίαν· ὅπερ γάρ ἐστιν ἐν νηὶ τρόπις, τοῦτο ἐν ζῴῳ καρδία, καὶ ὅσα ἄλλα εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ. εἶτα πάλιν φησὶν ὅτι ἓν λέγεται τὸ ὑπόδημα, ὅταν μηδὲν αὐτῷ ἐλλείπῃ, ἀλλ’ ᾖ τέλειον καὶ ἐφαρμόζῃ τῷ ποδὶ καὶ μήτε προσθήκην τινὰ δέχηται μήτε ἀφαίρεσιν, ὥσπερ αὐτός φησιν ἐν τῇ Περὶ οὐρανοῦ περὶ κύκλου ὅτι τέλειος ὑπάρχει· οὔτε γὰρ προσθήκης ἀνέχεται οὔτε δὲ ἀφαιρέσεως. αὕτη γὰρ ἡ γραμμὴ τοῦ κύκλου τοῦ ἑνὸς οὔτε προσθήκην ἐπιδέχεται οὔτε ἔλλειψιν· τὸ τοιοῦτον δὲ τέλειον ὑπάρχει. ἀπὸ δὲ τῆς εὐθείας δυνατόν ἐστι καὶ ἀφαίρεσιν ποιήσασθαι καὶ προσθήκην· διὸ καὶ τὸ τρίγωνον δυνατὸν ἐστι καὶ αὐξῆσαι καὶ μειῶσαι καὶ τὰ ἄλλα σχήματα τὰ εὐθύγραμμα, ἐπειδὴ ἐξ εὐθειῶν σύγκειται. τῶν γὰρ σχημάτων τὰ μὲν εὐθύγραμμα ὑπάρχουσι, τὰ δὲ περιφερόγραμμα.

另一方面,出于强迫的必然者,是指当某人对某人施加暴力以做这件事时,正如欧律斯透斯命令赫拉克勒斯那样。因此后者也说,“因为必然在紧迫催逼”;因为确实发号施令者处于不可变更的状态;因为如果他被说服而改变主意,那就绝非强迫了。因此在神圣者身上,没有任何东西被考察为出于必然的强迫之物,因为也没有任何东西从外部属于它,相反,必然者是与它同实体的。 在谈论了这些之后,他接下来谈论“一”,并说一或者就自身而言、或者按偶性而言被言说。而按偶性而言的则有三种说法:一种方式是当我们把一个偶性述谓于实体时,如当我言“科里斯库斯是有音乐素养的”;第二种方式是当我们把偶性述谓于偶性时,例如“正义的人是有音乐素养的”;第三种方式则是当我们把两个偶性述谓于实体时,“科里斯库斯既是正义的又是有音乐素养的”。 再者,就自身而言的事物中,有些被说成是连续的,有些则不是;有些是依自然作为连续者而存在,有些则是依技术。例如依技术作为连续者而存在的,诸如因捆扎而成的束和因胶水而成的木料,例如正如船因连续性而被说成是一,门也是如此。但在严格意义上,依自然而在连续性上被说成是一,是指一个部分不可能脱离另一部分而运动的时候;例如小腿不被说成与大腿连续,因为小腿不随大腿运动是可能的;但从髋部直到膝盖处的关节则保持着某种连续性,因为部分脱离整体而运动是不可能的,而是它们做出单一的运动。同样在不动事物的情形下也是如此,例如若是房屋的墙壁,如果(但愿不要发生!)发生了地震或诸如此类的事情,并非同样被牵动。事物也因质料而被说成是一,因为单一的质料作为底层承受一切。再者,它们也被说成是在属上、在种上或在数上是一;因为在那里划分也成了不可分的;因为就作为动物而言,我们彼此毫无差异;再者在种上也是一(因为就人类形式而言,我们彼此毫无差异);或在数上是一,因为对于数而言既需要同一场所又需要同一时间,以便人们把苏格拉底仅仅当作实体接受,而不具有诸如变换场所或处于时间支配之下的偶性。再者,甜葡萄酒被说成是一,只要它们的可感差异是一;而甜葡萄酒与涩葡萄酒则是不同的,因为它们具有可感的差异。[……]因为所有流体都彼此共通,只要全都是具有性质的水,正如在《天象论》中所说的那样。再者,依比例也被说成是一;因为在船中龙骨所是的,在动物中就是心脏,以及在物理学论著中所说的其他一切。随后他又说,凉鞋在它毫无欠缺、而是完全且适合脚、既不接受任何增加也不接受减少时,被称为是一,正如他自己在《论天》中关于圆所说的那样,圆是完全的;因为它既不容许增加也不容许减少。因为这一单一的圆的线既不接受增加也不接受不足;而这样一种事物作为完全者而存在。然而从直线上既可能做出减少也可能做出增加;因此三角形以及其他直线图形,由于是由直线构成的,既可能被增大也可能被减小。因为在图形中,有些作为直线的而存在,有些则作为圆周的而存在。

语法注4 条
  1. 5.9ἀμεταποιητῶς ἔχει

    动词 ἔχει 与副词连用表示状态(“处于……的状态”)。在此指发号施令者(ὁ προστάττων)处于“不可动摇、不可改变心意的状态”,与紧随其后的条件句(εἰ γὰρ μεταπεισθείη)形成对比。

  2. 5.9ὅπερ ἀπείη

    由关系代名词 ὅπερ 接祈愿式 ἀπείη(源自 ἄπειμι,“不在、远离”)构成的插入句,表示避祸的祈愿用语:“愿其远离”、“但愿不要发生”。

  3. 5.9κἀνταῦθα γὰρ ἀδιαίρετος γίνεται ἡ διαίρεσις

    形容词 ἀδιαίρετος 作系动词 γίνεται 的表语,主语为 ἡ διαίρεσις。此句以佯谬的表达(“划分成为不可分的”)说明从属到种、再到个体(数上的一)的划分过程达到了无法再作更下层划分的最终单元。

  4. 5.9ἵνα ὡς οὐσίαν τις καὶ μόνην ἐκδέξηται τὸν Σωκράτη, καὶ μὴ ἔχοντα συμβεβηκότα

    在目的从句 ἵνα ... ἐκδέξηται 中,τὸν Σωκράτη 为宾语,ὡς οὐσίαν ... καὶ μόνην 作表语性同位语,καὶ μὴ ἔχοντα συμβεβηκότα 则是修饰 τὸν Σωκράτη 的否定分词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:309.21-310.28