← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§30.1-31.14

恩培多克勒的友爱与争斗及恶的本性

阿斯克勒庇俄斯注释了亚里士多德《形而上学》984b32,考察了恩培多克勒如何对应善与恶设立友爱和争斗两大原理。他进一步引用毕达哥拉斯派与柏拉图的学说,论证恶并非独立纯粹的实体,而是副次成立的产物,并剖析了亚里士多德在批评恩培多克勒言辞含混的同时揭示其深层思想的理路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

" Ἐπειδὴ καὶ τἀναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο." Ἐντεῦθεν εὐθύνει τὸν Ἐμπεδοκλέα ὡς δύο ἀρχὰς ὑποτιθέμενον ποιητικάς, μίαν μὲν τῶν ἀγαθῶν, τουτέστι τὴν φιλίαν, μίαν δὲ τῶν κακῶν, τουτέστι τὸ νεῖκος. ἐπειδὴ δέ, φησίν, ἑώρα οὐ μόνον τὰ ἀγαθὰ ἐν τοῖς οὖσιν, ἀλλὰ καὶ τὰ κακά (φανερὸν ὅτι τὰ ἐνταῦθα· ἐν γὰρ τῷ οὐρανῷ οὐκ ἔστι κακὸν οὐδὲν οὐδὲ παρὰ φύσιν), ἐπεὶ οὖν ἑώρα πλείονα τὰ κακά, τῶν κακῶν αἰτίαν ἔλεγεν εἶναι τὸ νεῖκος, τῶν δὲ ἀγαθῶν τὴν φιλίαν. λέγομεν οὖν ὡς εἰ ὁμολογοῦμεν ὅτι ὁ Ἐμπεδοκλῆς Πυθαγόρειος ἦν, φανερὸν ὅτι κατὰ τὴν διάταξιν τῶν Πυθαγορείων ἔλεγε περικεκαλυμμένως· οὐδὲ γὰρ ἐβούλοντο τὴν ἑαυτῶν σοφίαν κατάδηλον καὶ σκυτεῦσι γενέσθαι. ἔλεγον οὖν καὶ οἱ Πυθαγόρειοι ἀρχὰς τῶν ἀγαθῶν καὶ τῶν κακῶν· καὶ τῶν μὲν εἰδῶν ἀρχὴν ἀγαθὴν ἔλεγον, τῆς δὲ ὕλης κακήν, ἐπειδὴ πρὸς τῇ διαιρέσει ἡ ὕλη, ὥσπερ καὶ σὺ αὐτός, ὦ σοφώτατε Ἀριστότελες, λέγεις, ὅτι ἁπλῶς γένεσίς ἐστιν ἡ τῶν κρειττόνων, τὶς δὲ γένεσις ἡ τῶν χειρόνων· διὸ τοῦ μὲν θερμοῦ ἁπλῶς ἐστι γένεσις τοῦ δὲ ψυχροῦ τὶς γένεσις ὡς χείρονος. οὕτως οὖν καὶ οἱ Πυθαγόρειοι συμβολικῶς τὰ μὲν κρείττονα ἔλεγον ὑπὸ τοῦ ἀγαθοῦ γίνεσθαι, τὰ δὲ χείρονα ὑπὸ τοῦ κακοῦ· τῷ ὄντι γάρ, ὡς καὶ ὁ Πλάτων φησίν, ἐν παρυποστάσει ὑπάρχουσι,1 καὶ περὶ τόνδε τὸν θνητὸν τόπον περιπολοῦσιν. ἄλλως τε δὴ οὐδὲ ἄκρατόν ἐστι κακόν· ἡ γὰρ μοιχεία καὶ ὁ φθόνος κακὰ μὲν ὡς πρὸς τὰ μερικά, ἀγαθὰ δὲ ὡς πρὸς τὸ πᾶν, διότι ἡ ψυχὴ τοῦ παθόντος ἀξία ἦν παθεῖν, καὶ τοῦ ποιήσαντος ποιῆσαι. ἄλλως τε δὴ τῷ σώματι οὐκ ἔστι κακὸν ἡ μοιχεία. ὁμοίως φησὶ καὶ ἐπὶ τοῦ βλασφημοῦντος, ὅτι τοῖς ὀργάνοις οὐκ ἔστι φαῦλον· ἡ γὰρ ἐνέργεια κρατύνει, ὡς φασιν ἰατροί ‘κίνησις κρατύνει, ἀργίη τήκει’, ὥστε οὐδὲν παντελῶς ἐστιν ἄκρατον κακόν. ἔπειτα εἰ τὸ νεῖκος, 〈ὡς〉 φησιν Ἐμπεδοκλῆς, αἴτιον τῷ κόσμῳ τοῦ εἶναι, ὁ δὲ κόσμος οὐ κακόν, δῆλον ὅτι οὐχ ὑποτίθεται ἀρχὰς δύο,2 μίαν τοῦ ἀγαθοῦ καὶ μίαν τοῦ κακοῦ. ἡ τοίνυν μοιχεία προηγουμένως διὰ τὴν τοῦ σώματος θεραπείαν γίνεται· οὐ γὰρ διὰ τὸ κακὸν τὸ ἐξ αὐτῆς συμβαῖνον· ὥστε παρυφίσταται τὸ κακόν, ὡς φησι Πλάτων.

“因为善的对立面看起来也存在于其中。” 自此他审查恩培多克勒,因其设定了两个动力原理:一个是诸善的原理,即友爱;另一个是诸恶的原理,即争斗。他说,由于他看到存在之物中不仅有善,而且也有恶(显而易见是指这里的事物;因为在天界中不存在任何恶,也不存在任何反自然之物),既然他看到恶更多,便主张争斗是恶的原因,而友爱是善的原因。因此我们说,如果我们承认恩培多克勒是一位毕达哥拉斯主义者,显而易见他按照毕达哥拉斯派的训诫隐晦地表述;因为他们不希望自己的智慧连鞋匠都清晰知晓。因此毕达哥拉斯派也主张诸善和诸恶的原理;他们把相的原理称为善的,把质料的原理称为恶的,因为质料在于划分,正如最智慧的亚里士多德你自己也说过的:无条件的生成是较优者的生成,而某种有限的生成则是较劣者的生成;因此热的生成是无条件的,而冷的生成作为较劣者则是某种有限的生成。因此毕达哥拉斯派也象征性地主张,较优者由善产生,较劣者由恶产生;因为事实上正如柏拉图也说的,它们存在于副次成立之中,并在这凡俗之处周旋。况且恶绝不是纯粹的;因为通奸和嫉妒就个别事物而言是恶,但就整体而言却是善,因为受难者的灵魂理当受难,行动者的灵魂理当行动。此外对于肉体而言,通奸并非恶事。关于亵渎神明者,他也同样说这对器官并非坏事;因为实际活动增强器官,正如医师们所说:‘运动增强之,无动耗损之’,因此绝无任何完全纯粹的恶。再者,如果争斗如恩培多克勒所说是宇宙存在的原因,而宇宙并不是恶,显而易见他就没有设定两个原理——一个善的和一个恶的。通奸首先是为了照料肉体而发生的,并不是为了由它所产生的恶;因此正如柏拉图所说,恶是副次成立的。

§1.38

"Ἐπειδὴ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο." Ἐπειδὴ ἑώρα καὶ τὰ ἐναντία τῇ φύσει τῶν ἀγαθῶν ἐνόντα, καὶ οὐ μόνον τάξις καὶ τὸ καλόν, ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλείονα τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, ὁ Ἐμπεδοκλῆς ἐν ταῖς ποιητικαῖς ἀρχαῖς καὶ τὴν τῶν κακῶν ποιητικὴν ἀρχὴν ἔθετο. ἐπεὶ οὖν ἐν τοῖς οὖσίν ἐστι καὶ τὰ κακά, Ἐμπεδοκλῆς ἐν τοῖς αἰτίοις ἔθετο οὐ μόνον τὴν τῶν ἀγαθῶν ἀρχήν, ἥτις ἐστὶν ἡ φιλία, ἀλλὰ καὶ τὴν τῶν κακῶν, ὅ ἐστι τὸ νεῖκος. εἰ γάρ τις ἐξ ὧν φησι τὴν διάνοιαν αὐτοῦ ἐκλαμβάνοι καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει3 τὴν μὲν φιλίαν αἰτίαν οὖσαν τῶν ἀγαθῶν κατ’ αὐτόν, τὸ δὲ νεῖκος τῶν κακῶν· ὥστε εἴ τις φαίη τὸν Ἐμπεδοκλέα καὶ τὸ κακὸν καὶ τὸ ἀγαθὸν ἀρχὰς 〈λέγειν〉, τάχα ἂν καλῶς λέγοι, εἴπερ τὸ τῶν ἀγαθῶν ἁπάντων αἴτιον αὐτὸ τὸ ἀγαθόν ἐστι καὶ τῶν κακῶν τὸ κακόν. εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε λέγειν τὸ αἴτιον κατ’ Ἐμπεδοκλέα·4 ἐπὶ μὲν γὰρ τοῦ ἀγαθοῦ εἶπεν αἴτιον, ἐπὶ δὲ τοῦ κακοῦ οὐκέτι. ψελλίζεσθαι δὲ εἶπε τὸ μὴ σαφῶς λέγειν· οὕτω γὰρ οἱ ψελλιζόμενοι λαλοῦσιν. ἐὰν τις οὖν, φησί, προσσχῇ τῷ βάθει τῆς διανοίας τοῦ ἀνδρός, τοῦτο αὐτὸν εὑρήσει λέγοντα.

“因为善的对立面看起来也存在于其中。” 由于他看到与诸善的本性相对立的事物也存在于其中,不仅有秩序和美,而且有无秩序和丑陋,并且恶多于善,拙劣者多于美好者,恩培多克勒在动力原理之中也设定了诸恶的动力原理。因此既然存在之物中也有诸恶,恩培多克勒在原因之中不仅设定了诸善的原理即友爱,也设定了诸恶的原理即争斗。因为如果有人依据他所表达的意思来把握他的思想,而不是依据恩培多克勒在言谈中结结巴巴的字面表达,他就会发现,按照恩培多克勒,友爱是诸善的原因,而争斗是诸恶的原因;因此,如果有人说恩培多克勒把恶与善都称作原理,他或许说得对,假若一切善的原因就是善本身,而诸恶的原因就是恶的话。但他自己谈论了善,却把按照恩培多克勒谈论恶的原因留给我们来补充;因为对于善他谈到了原因,但对于恶却不再如此。他说结巴就是指表达得不清楚;因为结巴的人就是这样说话的。因此他说,如果有人注意这个人思想的深处,就会发现他是在这样主张的。

语法注4 条
  1. 1.37ἐν παρυποστάσει ὑπάρχουσι

    介词短语 ἐν παρυποστάσει(在副次成立中 / 寄生性存在中)作为动词 ὑπάρχουσι 的方式性谓词补足语。这是一个新柏拉图主义术语,用以表示恶不具有独立的本原性存在(ὑπόστασις),而只是伴随并寄生于善派生出的产物。

  2. 1.37ἔπειτα εἰ τὸ νεῖκος, 〈ὡς〉 φησιν Ἐμπεδοκλῆς, αἴτιον τῷ κόσμῳ τοῦ εἶναι, ὁ δὲ κόσμος οὐ κακόν, δῆλον ὅτι οὐχ ὑποτίθεται ἀρχὰς δύο

    结构骨架为一个条件句:εἰ... [ὁ δὲ κόσμος οὐ κακόν], δῆλον ὅτι...。在连词 εἰ 的统辖下,两个省略系词 ἐστί 的分句通过表示对照的 δέ 并列。随后的 δῆλον ὅτι 构成统摄整个联合条件的归结从句。

  3. 1.38εἰ γάρ τις ἐξ ὧν φησι τὴν διάνοιαν αὐτοῦ ἐκλαμβάνοι καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει

    这是一个混合条件句:条件从句(εἰ... ἐκλαμβάνοι)采用现在时祈愿语气(表潜在假设),而主句动词则采用将来时直陈语气(εὑρήσει)。否定短语 καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων 与前半部分的 ἐξ ὧν φησι 构成语义对照,介词短语 πρὸς ἅ 规定了动词 ἐκλαμβάνοι 的考量对象或标准(即“并非朝向恩培多克勒在言谈中结巴的字面表述”)。

  4. 1.38εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε λέγειν τὸ αἴτιον κατ’ Ἐμπεδοκλέα

    主要动词是 κατέλιπε,以不定式短语 ἡμῖν προσθεῖναι λέγειν 为其补足语。与格 ἡμῖν 是不定式 προσθεῖναι 的逻辑主语(“留给我们去补充”),而 λέγειν τὸ αἴτιον κατ’ Ἐμπεδοκλέα 则作为其宾语内容。分词短语 εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ 指亚里士多德本人,在句首形成对照(“虽然他自己谈论了善”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:30.1-31.14