- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:308.13-309.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《形而上学》卷五第四章(自然)与第五章(必然者)的注解。阿斯克勒庇俄斯梳理了自然的四种含义(生长、质料、形式、动因),随后阐明必然者的分类,并对比了必然性在复合物与单纯的第一实体(神)中的不同存在方式。
" Φύσις δὲ λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις." Εἰρηκὼς περὶ ἀρχῶν καὶ αἰτίων καὶ τῶν ἄλλων τῶν εἰρημένων ὑπ’ αὐτῶν, ἅτινα ἐν πάσαις ταῖς ἐπιστήμαις θεωροῦνται, ἐντεῦθεν λέγει ἡμῖν καὶ περὶ ἑτέρων τινῶν, περὶ ἃ πᾶσαι αἱ ἐπιστῆμαι καταγίνονται, καὶ ταῦτα δὲ ὑπάρχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οἷον περὶ φύσεως. καί φησιν ὅτι λέγεται φύσις καὶ ἡ ἔκφυσις ἡ ὁδὸς αὐτὴ ἡ ἐπὶ τὸ τέλος ἀπάγουσα, τουτέστιν ἡ ὁδὸς αὐτὴ ἡ ἐπὶ τὸ εἶδος ἀπάγουσα, καθάπερ ἔλεγε καὶ ἐν τῇ Φυσικῇ. λέγεται δὲ φύσις καὶ αὐτὴ ἡ ὕλη· διὸ ἔλεγε καὶ ἐν τῇ Φυσικῇ περὶ τοῦ Ἀντιφῶντος περὶ τῆς κλίνης, εἰ λάβοι βλαστόν. πάλιν κυρίως λέγεται φύσις αὐτὸ τὸ εἶδος, εἴ γε πάντα τὰ πράγματα χαρακτηρίζονται κατὰ τὰ οἰκεῖα εἴδη· πάντα γὰρ κοινωνοῦσι κατὰ τὴν ὕλην, διαφέρει δὲ κατὰ τὸ εἶδος. πάλιν λέγεται φύσις καὶ τὸ ποιητικὸν αἴτιον, καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἐδείξαμεν ὅτι μᾶλλον τὸ εἶδός ἐστιν ἡ φύσις, τὰ δὲ εἴδη γίνονται ἐκ τῶν ποιητικῶν αἰτίων (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος·1 τὰ γὰρ ποιοῦντα προσεχῆ αἴτια ὁμοειδῆ ὑπάρχουσι), φανερὸν ὅτι εὐλόγως ἂν λέγοιτο φύσις καὶ τὸ ποιητικὸν αἴτιον. διὰ τοῦτο γὰρ καὶ ἐπὶ θεοῦ καὶ ἀγγέλου καὶ πασῶν τῶν τοιούτων δυνάμεων φερόμενον τὸ τῆς φύσεως ὄνομα,2 καθὸ εἴδη ἔχουσι. κατὰ δὲ τὸ εἶδος ἡ φύσις ἐχαρακτηρίζετο. Ταῦτα εἰρηκὼς περὶ τῆς φύσεως μετέρχεται ἐπὶ τὸν λόγον τοῦ ἀναγκαίου λέγων ὅτι τῶν ἀναγκαίων τὰ μὲν ὑπάρχουσιν ὡς συναίτια τὰ δὲ ὡς τελικὰ τὰ δὲ ἐκ βίας. οἷον συναίτιόν ἐστιν ἀναγκαῖον τὸ ἀναπνεῖν· οὔτε γὰρ δυνατόν ἐστι ζῆν ἄνευ ἀναπνοῆς ἢ ἄνευ τροφῆς. τὸ μέντοι γε εἶδος οὐκ ἔστιν ἀναγκαῖον· οὔτε γὰρ ἔστιν εἰπεῖν ὅτι ἀναγκαῖον τῷ ἀνθρώπῳ τὸ ζῴῳ εἶναι. κατὰ γὰρ τὸ ζῷον ἔχει τὴν ὕπαρξιν· διὸ δεῖ τὸ ἀναγκαῖον κεχωρισμένον εἶναι καὶ ἕτερον παρ’ αὐτό, ὥσπερ ἡ ἀναπνοὴ ἑτέρα ἐστὶ παρὰ τὸ ζῷον, ὁμοίως δὲ καὶ ἡ τροφή. ἐπὶ τοίνυν τῶν συνθέτων τῷ ὄντι ἕτερόν ἐστι τὸ ἀναγκαῖον παρὰ τὴν ὕπαρξιν. οἷον ἔστι ζῷον λογικὸν θνητόν· οὐ κατὰ τὸ ὅλον ἐστὶ [θνητὸν] λογικὸν ἀλλ’ ἀπὸ μέρους, καὶ πάλιν οὐ κατὰ τὸ ὅλον ἐστὶ θνητὸν ἀλλ’ ἀπὸ μέρους· ὥστε καὶ θνητὸν δύναται εἶναι καὶ λογικὸν κατ’ ἄλλο καὶ ἄλλο. οὐ δυνατὸν οὖν, ὡς εἴρηται, ἐπὶ τῶν συνθέτων πραγμάτων λέγειν ὅτι ἀναγκαῖόν ἐστιν αὐτῷ τὸ εἶναι ζῴῳ λογικῷ θνητῷ, ἐπειδὴ οὐχ ἕν ἐστιν, ὥστε καὶ τὸ ἀναγκαῖον ἔξωθεν προσγίνεται. ἐπὶ μέντοι γε τῶν ἁπλῶν, ἐπειδὴ οὐκ ἔστι τι ἔξωθεν αὐτῶν, κατὰ τὴν ὕπαρξιν αὐτῶν ὑπάρχει αὐτοῖς τὸ ἀναγκαῖον. διὸ φαμεν ὅτι ἐξ ἀνάγκης ἐστὶν ὁ θεὸς ἀγαθός· ἐν τούτῳ γάρ ἐστιν ἡ τοῦ θεοῦ οὐσία· οὔτε γὰρ ἔχει ἔξωθέν τι συμβεβηκὸς ὑπάρχον ἁπλοῦν, ἵνα ἐν ἐκείνῳ θεωρηθῇ τὸ ἀναγκαῖον. διὸ καὶ τοῖς ἄλλοις ἀναγκαίοις ἐντεῦθεν τὸ ἀναγκαῖον ἐπιπηγάζεται ἐκ τῆς πρώτης οὐσίας. ὅθεν καὶ ὁ Πλωτῖνος παγκάλως ἔλεγεν ὅτι δεῖ τὰς πολλὰς ἴλιγγας εἰς ἕν τι συνάγειν καὶ οὕτως νοεῖν τὸν θεόν, καὶ ἀντιλαμβάνεσθαι αὐτοῦ μύσαντας,3 ἐπειδὴ καὶ ὑπὲρ νοῦν ἐστι καὶ ἁπλοῦν καὶ πάντα παράγον. τὸ γοῦν συναίτιον ἀναγκαῖον τοῦτό ἐστιν, ὡς ὅταν εἴπωμεν ὅτι οὐ δυνατὸν εἶναι τὸ ζῷον ἄνευ ἀναπνοῆς. τὸ ὡς τέλος δέ, ἡνίκα φῶμεν ὅτι ἀναγκαῖόν ἐστι τὸ καθάρσιον διὰ τὴν ὑγίειαν καὶ τὸ φλεβότομον.
“在一种意义上,自然被称为生长之物的生成。” 在谈论了本原、原因以及在其下所论及的其他事物——这些是在所有科学中都被考察的——之后,他从这里也向我们谈论所有科学所致力的其他一些事物,而这些事物也是作为“由一出发并朝向一者”而存在的;例如关于自然。他说,自然也被称为长出,即那条通向终极的道路自身,也就是那条通向形式的道路自身,正如他在《物理学》中也曾说过的。自然也被称为质料自身;因此他在《物理学》中关于安提丰也谈到关于床、如果它能发芽的话。再者,严格意义上自然被称为形式自身,如果说所有事物确实都是按照各自固有的形式被表征的话;因为所有事物在质料上是共通的,而在形式上有所差异。再者,自然也被称为动因,而这也是理所当然的;因为如果我们表明了自然更是形式,而形式是由动因生成的(因为人生成人,太阳亦然;因为切近的致动原因作为同种者而存在),那么显然动因也很合乎情理地被称为自然。正是为此,“自然”这一名称也适用于神、天使以及所有此类能力,只要它们拥有形式;而自然正是按照形式被表征的。 在谈论了关于自然的这些事之后,他转入关于必然者的论述,说在必然者中,有些是作为协同原因而存在的,有些是作为目的性的,有些则是出于强迫的。例如,协同原因的必然者是呼吸;因为没有呼吸或没有食物,活着是不可能的。然而形式并不是必然的;因为不能说对人而言,作为动物是必然的。因为他是按照动物而拥有其实存的;因此必然者必须是分离的,且与其自身相异,正如呼吸与动物相异,食物也是同样。因此在复合事物中,必然者确实与实存相异。例如,有“有死的理性的动物”;它不是就整体而言是[有死的且]理性的,而是来自部分,又不是就整体而言是有死的,而是来自部分;因此它可以凭藉不同方面既是有死的又是理性的。因此正如所说的那样,在复合事物的情形下,不可能说对它而言作为有死的理性的动物是必然的,因为它不是单一的,从而必然者也是从外附加的。然而在单纯事物的情形下,既然在它们之外无物,必然者便按照它们的实存而属于它们。因此我们说神必然是善的;因为神的实体就在于此;因为[神]作为单纯者,在外部没有任何偶性存在,以便必然者可以在其中被考察。因此对于其他必然者而言,必然者也是从这里、从第一实体中涌流出来的。由此普罗提诺也极妙地说道,必须将众多的眩晕聚拢为一,并如此来思维神,且合上双眼去领悟他,因为他既超越理智,又是单纯的且产生万物者。无论如何,协同原因的必然者就是这样的,犹如当我们说动物没有呼吸就不可能存在时那样;而作为目的的[必然者],则是当我们说为了健康而催泻剂和放血是必然的时候。
- 5.9ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος
引用亚里士多德《物理学》卷二第二章(194b13)的名言。后半部分 καὶ ἥλιος 省略了前文的动词和宾语,应补充理解为 καὶ ἥλιος [γεννᾷ ἄνθρωπον](“太阳也[生成人]”)。
- 5.9φερόμενον τὸ τῆς φύσεως ὄνομα
此为分词 φερόμενον 处省略系词 ἐστί 的省略句。主语为中性单数名词短语 τὸ τῆς φύσεως ὄνομα,作为主句陈述来理解:“因此……‘自然’这一名称也适用于[神……]”。
- 5.9ἀντιλαμβάνεσθαι αὐτοῦ μύσαντας
阳性宾格复数分词 μύσαντας(合上双眼)与非人称动词 δεῖ 所统辖的不定词 ἀντιλαμβάνεσθαι 的泛指宾格逻辑主语相一致。
