- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:307.7-308.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德对“元素”的定义(1014a26),通过与四元素、语音以及德谟克利特的原子论的对照,解释了“在种上不可分”这一规定的意义,并进而阐明了元素在几何学、三段论的证明性元素以及普遍者层面的多重含义。
" Στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος.1" Καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ οὕτως ὡρίσατο τὸ στοιχεῖον. ἰστέον γὰρ ὅτι καὶ ὁ Ἐμπεδοκλῆς πρῶτα λέγων τὰ τέσσαρα στοιχεῖα τὰ πολυθρύλλητα προσηγόρευεν αὐτὰ στοιχεῖα. φησὶν οὖν ὅτι στοιχεῖόν ἐστιν ἐξ οὗ σύγκειται τὸ γινόμενον πρώτου ἐνυπάρχοντος ἐν ᾧ γίνεται, ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος. τὸ γὰρ στοιχεῖον τῶν ἀδυνάτων διαιρεῖσθαι εἰς ἕτερον εἶδος,2 καὶ καλὴ ἡ πρόσθεσις αὕτη· κατὰ μεγέθη γὰρ δυνατὸν διαιρεῖσθαι, οἷον τὸν ἀέρα καὶ τὸ ὕδωρ διελεῖν εἰς διάφορα μεγέθη, οὐκέτι μὴν εἰς διάφορα εἴδη· τὸ 〈γὰρ〉 μέγεθος τοῦ ὕδατος ἔστ’ ἂν ᾖ ὕδωρ, οὐκ ἔστιν ἀὴρ ἀλλ’ ὕδωρ. ὁ μέντοι γε Δημόκριτος τὰ στοιχεῖα λέγων ἀμεγέθη καὶ τὰς ἀτόμους, ἀδιαίρετα αὐτὰ ὑπετίθετο οὐ μόνον κατ’ εἶδος. οἷον τῆς φωνῆς ὕλη ἐστὶ τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται ἡ φωνὴ καὶ εἰς ἃ διαιρεῖται ἔσχατα. λέγει δὲ τοὺς φθόγγους καὶ τὰς ἀπηχήσεις αὐτῶν· αἱ γὰρ συλλαβαὶ στοιχεῖα τῶν ὀνομάτων ὑπάρχουσι. τὰ οὖν στοιχεῖα τῶν φωνῶν οὐκέτι διαιροῦνται εἰς ἄλλας φωνὰς ἑτέρας τῷ εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῶνται τὰ μόρια, εἰς ὁμοειδῆ διαιροῦνται, οἷον τὸ μόριον τοῦ ὕδατος ὕδωρ ὑπάρχει, ἀλλ’ οὐ τῆς συλλαβῆς τὸ μόριόν ἐστιν ὕδωρ. ὁμοίως δὲ καὶ τῶν σωμάτων στοιχεῖα λέγουσι φάσκοντες εἶναι, εἰς ἃ διαιρεῖται ἔσχατα τὰ σώματα, ἐκεῖνα δὲ τὰ στοιχεῖα οὐκέτι εἰς ἄλλα εἴδει διαφέροντα σώματα, εἴτε ἓν εἴτε καὶ πλείονα ὑποτίθεται τὰ στοιχεῖα. ὁμοίως δὲ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεται καὶ ὅλως τὰ τῶν ἀποδείξεων· αἱ γὰρ πρῶται ἀποδείξεις καὶ ἐν πλείοσιν ἀποδείξεσιν ἐνυπάρχουσαι, αὗται λέγονται στοιχεῖα τῶν ἀποδείξεων. συμβάλλονται ἐν τοῖς στερεοῖς τὰ ἐν τῷ δεκάτῳ βιβλίῳ, ἀλλὰ μᾶλλον τὰ ἐν τῇ ἀρχῇ, ἐπειδὴ πρὸς πᾶσαν γεωμετρίαν συμβάλλονται. ταῦτα οὖν στοιχεῖα καλεῖται τὰ ἐπὶ πάντα διήκοντα. [διὸ καὶ τὸ ζῷον μᾶλλόν ἐστι γένος τῆς διαφορᾶς, ἐπειδὴ ἐπὶ πλέον τῆς διαφορᾶς ἐπεκτείνεται περιέχον καὶ τὰ ἐναντία λογικὸν καὶ ἄλογον.] εἰσὶ δὲ κυρίως συλλογισμοὶ οἱ πρώτιστοι, τουτέστιν οἱ τοῦ πρώτου σχήματος, εἰς οὓς καὶ οἱ ἄλλοι πάντες ἀναφέρονται, ὡς μεμαθήκαμεν ἐν τοῖς Ἀναλυτικοῖς, καὶ τούτων ὅταν εἷς ἐστιν ἄμεσος ὅρος καὶ δύο προτάσεις· εἰ γὰρ πολλαί, οὐ καλόν. ἐντεῦθέν φησι στοιχεῖα εἶναι, ὅπερ ἂν ἕν τι ᾖ καὶ μικρὸν τῷ ποσῷ, οὐ τῇ δυνάμει, ἐπὶ πολλὰ ᾖ χρήσιμον.3 διὸ καὶ τὸ σημεῖον στοιχεῖόν φαμεν τῶν μεγεθῶν, οὐχ ὅτι μέρος γίνεται, ἀλλ’ ὅτι οὐ δυνατὸν εἶναι μέγεθος ἄνευ σημείου· ὁμοίως δὲ καὶ ἐπὶ τῆς μονάδος καὶ τοῦ ἀριθμοῦ. διὸ καὶ τὸ καθόλου στοιχεῖον δεῖ λέγειν ὡς ἐπὶ πολλὰ ἐπεκτεινόμενον· ὥστε διὰ τοῦτο τὰ γένη μᾶλλον στοιχεῖα λέγουσιν ἤπερ τὰς διαφοράς, ἐπειδὴ ἐπὶ πλεῖον ἐπεκτείνονται. κυρίως δέ ἐστι στοιχεῖον ἑκάστου τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ.
“元素被称为〔某物〕由之构成的事物,它是作为在先的在内存在者,在种上不可分到另一门类中。” 在《论天》第三卷中,他也同样定义了元素。因为应当知道,恩培多克勒也是将那闻名遐迩的四元素称为在先者,而将它们称作元素的。因此他说,元素就是生成之物由之构成的事物,作为在先者在内存在于它生成于其中的事物中,且在种上不可分到另一门类中。因为元素属于不可能被分割到另一门类中的事物,而这一附加是很妥当的;因为按大小来说它是能够被分割的,例如可以将空气和水分割为不同的大小,但绝不能再分割为不同的门类;因为水的大小只要它是水,就不是空气而是水。然而德谟克利特把元素称为无大小者和原子,假定它们不仅在形式上不可分。例如,元素是声音的质料,声音由它们构成,并最终分解为它们。他所指的是诸语音及其反响;因为音节是词的元素。因此,声音的诸元素不再被分割为在种上不同于它们自身的其他声音,即使其部分被分割,也是被分割为同种的事物,就像水的一部分仍是水,但音节的一部分不是水。同样,人们也主张物体有元素,称物体最终分解为它们,而那些元素不再被分割为种上不同的其他物体,无论人们假定元素是一个还是多个。同样,图形的元素也被谈及,总之证明的元素也是如此;因为在先的、在内存在于更多证明中的证明,被称为证明的元素。第十卷中的内容有助于立体几何,但起始卷中的内容有助于全部几何学,因而贡献更大。因此,这些贯通一切的事物被称为元素。[因此动物也比种差更是属,因为它比种差延伸得更广,包摄了理性的和非理性的这一对对立者。]而严格意义上的三段论是最初的那些,即第一格的三段论,正如我们在《分析篇》中所学到的那样,所有其他三段论也都归约于它们;而在这些三段论中,当有一个直接的项和两个前提时便是如此;因为如果前提众多,便不妥当。由此他说,元素就是无论何种是一且在数量上微小、但在能力上不微小、对许多事物有用者。因此我们也说点是大小的元素,不是因为它成了部分,而是因为没有点就不可能有大小;在单子和数的情形下也是同样。因此也必须把普遍者说成是元素,因为它是延伸于许多事物之上的;所以正因如此,人们把属比种差更称为元素,因为它们延伸于更多的东西之上。但严格来说,每一事物的元素乃是在先地在内存在于每一事物之中的事物。
- 5.8ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος
关系代词从句 ἐξ οὗ ... 的先行词(即 ἐκείνου)被省略,属格分词与形容词短语 πρώτου ἐνυπάρχοντος 以及 ἀδιαιρέτου ... 与该省略的中性单数属格先行词在格、性、数上保持一致。
- 5.8τῶν ἀδυνάτων διαιρεῖσθαι εἰς ἕτερον εἶδος
τῶν ἀδυνάτων 在谓语位置充当部分属格(“属于不可能者的范畴”),而 διαιρεῖσθαι 则作为依附于形容词 ἀδυνάτων 的说明性不定词,说明在何种方面是不可能的。
- 5.8ὅπερ ἂν ἕν τι ᾖ καὶ μικρὸν τῷ ποσῷ, οὐ τῇ δυνάμει, ἐπὶ πολλὰ ᾖ χρήσιμον
在由 ὅπερ ἂν 引导的不定关系代词从句中,虚拟式 ᾖ 两次出现并构成并列(ἕν τι ᾖ ... [καὶ] ἐπὶ πολλὰ ᾖ χρήσιμον),整个从句充当不定式 εἶναι 的主语(主语宾格)。
