← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§305.18-307.6

四因的划分与原因的诸模式

阿斯克勒庇俄斯提及关于亚里士多德四因说(质料因、形式因、动力因、目的因)的阐述系从《物理学》移植而来的传统说法,解释了诸原因及其相互关系,并分析了原因的诸模式(自身/偶然、邻近/较远、单纯/复合、潜能/现实)以及现实中原因与结果的同时性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6

" Αἴτιον λέγεται ἕνα μὲν τρόπον." Τὰ ῥητὰ ταῦτα μετενήνεκται ἐνταῦθα ἐκ τῆς Φυσικῆς ἀκροάσεως· ἔλεγον γάρ ὅτι τινὰ παραπώλοντο, καὶ μὴ δυνηθέντες μιμήσασθαι ἐκ τῶν αὐτοῦ ἐφήρμοσαν.1 ἀμέλει τοι καὶ τὸ Κ στοιχεῖον ὅλον ἐκ τῶν ἄλλων αὐτοῦ ἐστιν ἀκροάσεων. αἴτιον οὖν λέγει ἕνα μὲν τρόπον τὸ ὑλικόν, ὅπερ μέρος γίνεται τοῦ συνθέτου, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης, καὶ τὰ τούτων γένη, ὥσπερ τὰ πορρωτέρω, ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα καὶ τὰ πόρρω, οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἓν καὶ ὅλως ὁ ἀριθμὸς καὶ τὰ μέρη τὰ ἐν τῷ ἀριθμῷ. τρίτον αἴτιον τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς τῆς κινήσεως καὶ ἠρεμήσεως, οἷον τοῦ τέκνου ὁ πατὴρ καὶ ὅλως τὸ ποιοῦν τοῦ γινομένου. πρὸς τούτοις δὲ καὶ τὸ τελικὸν αἴτιον, οἷον τοῦ περιπατεῖν ἡ ὑγεία· διὰ τοῦτο γὰρ βαδίζει, ἵνα ὑγιάνῃ, καὶ ὅσα διὰ κινήσεως ἄλλου μεταξὺ γίνεται τοῦ τέλους, οἷον τῆς ὑγείας ἡ ἰσχνασία 〈ἢ〉 ἡ κάθαρσις· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκα παραλαμβάνονται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὰ μὲν ὄργανα ὑπάρχουσι τὰ δὲ ἔργα, τουτέστιν αὐτὰ τὰ πράγματα.2 τοσαυταχῶς οὖν λέγεται τὰ αἴτια. πολλαχῶς οὖν λεγομένων τῶν αἰτίων συμβαίνει τοῦ αὐτοῦ πράγματος πολλὰ αἴτια εἶναι μὴ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος ἡ ἀνδριαντοποιητικὴ ποιητικὸν αἴτιον καὶ ὁ χαλκὸς ὑλικόν. καὶ ἀλλήλων αἴτιον, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο· τὸ μὲν γὰρ τῆς εὐεξίας ὡς τέλος, τὸ δὲ τοῦ πονεῖν ποιητικόν ἐστιν αἴτιον. πάλιν τὸ αὐτὸ αἴτιον τῶν ἐναντίων ἐστίν, οἷον ἡ κυβερνητική· τῇ μὲν γὰρ παρουσίᾳ σώζει τὴν ναῦν, τῇ δὲ ἀπουσίᾳ φθείρει κατὰ συμβεβηκός· ἀμφότερα δὲ αἴτια ὡς ποιητικά. πάντα οὖν τὰ εἰρημένα αἴτια εἰς τέσσαρας τρόπους πίπτει καθ’ αὑτό, ὑλικὸν εἰδικόν, ποιητικὸν τελικόν. τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τὰ τοιαῦτα πάντων τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ προτάσεις τοῦ συμπεράσματος ὡς ὑλικὰ ὑπάρχουσιν αἴτια. τούτων οὖν τὸ μὲν ὡς τὸ ὑποκείμενον, τουτέστιν ὡς τὸ ὑλικὸν αἴτιον, τὸ δὲ ὡς εἰδικόν, τὸ δὲ ὡς ποιητικόν, ὥσπερ τὸ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλευσάμενος καὶ ὅλως τὸ ποιοῦν αἴτιον, τὰ δὲ ἄλλα ὡς τέλος, καὶ μάλιστα τὸ ἀγαθόν * * * ἐπειδή τινες κατὰ ἀπάτην τοῦ φαινομένου ἀγαθοῦ ἐφίενται.

“原因在一方面被说成是……。” 这些文句是从《物理学》移植到这里的;因为他们说,某些部分遗失了,无法模仿[其风格]的人们便从他的著作中摘引拼凑。事实上,整个K卷也是从他的其他讲义中采纳的。因此他说,原因在一方面是质料性的,它成为复合实体的部分,如雕像的青铜和碗的银,以及这些事物的属,作为更远的事物;在另一方面则是形式和范型,以及更远的形式,如八度音阶的二比一比例,以及一般的数和数中的部分。第三种原因是作为运动与静止的邻近[原因]的动力因,如孩子的父亲,以及一般的生成之物的制造者。除此之外还有目的因,如步行的健康;因为正是为了这个缘故人们才步行,以便保持健康,以及通过他物的运动在目的之间生成的一切事物,如针对健康的消瘦[或]导泻;因为这一切都是为了目的而被采用的。但它们彼此不同,因为有些作为工具而存在,另一些作为工作,即事物本身而存在。因此原因以如此多的方式被述说。既然原因以多种方式被述说,结果便是同一事物会有多种并非偶然的原因;例如对于雕像而言,雕像制造术是动力因,而青铜是质料因。它们也可以互为原因,例如劳作[锻炼]是良好体态的原因,而良好体态是劳作的原因,但是以不同的方式;因为一者作为目的对于良好体态而言是原因,而另一者对于劳作而言是动力因。再者,同一事物也可以是相反事物的原因,例如航海术;因为它在场便拯救船只,缺席则偶然地毁灭它;但两者都是作为动力因而成为原因的。因此,所有上述原因自身都归结为四种模式:质料的、形式的、动力的、目的的。因为音节的字母、人工制品的质料、一切物体的火、土、水以及此类事物、整体的部分、结论的前提,都是作为质料因存在的。因此,在这些原因中,有些作为基底存在,即作为质料因,有些作为形式因,有些作为动力因,正如种子、医生、谋划者以及一般的造作之因,而另一些则作为目的,尤其是作为善存在……因为有些人因受欺骗而企求表面之善。

§5.7

"Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί." Ἰστέον ὅτι τῶν αἰτίων τὰ μὲν ὑπάρχουσι καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν πόρρω τὰ δὲ προσεχῆ, καὶ ἁπλᾶ καὶ σύνθετα, καὶ δυνάμει καὶ ἐνεργείᾳ· ὥστε ἑξήκοντα τέσσαρας τρόπους γίνεσθαι. πολλαχῶς οὖν λέγεται καὶ αὐτῶν τῶν ὁμοειδῶν, προτέρως καὶ ὑστέρως, τουτέστι προσεχὲς καὶ πόρρω, ποιητικὸν αἴτιον καὶ ὑλικὸν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥσπερ ὑγιείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης πορρωτέρω, καὶ τοῦ διὰ πασῶν προσεχὲς τὸ διπλάσιον, πορρωτέρω δὲ ὁ ἀριθμός. ἔτι ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, τουτέστι τὰ πόρρω, οἷον ἀνδριάντος ἄλλως ὁ Πολύκλειτος καὶ ἄλλως ὁ Πολύκλειτος ἀνδριαντοποιός, ἐπειδὴ συνέβη οὕτως καλεῖσθαι τὸν ἀνδριαντοποιόν· καὶ τὰ περιέχοντα τὸ συμβεβηκός, οἷον ὁ ἄνθρωπος αἴτιος ἀνδριάντος καὶ ὅλως τὸ ζῷον. καὶ ἐπὶ τῶν συμβεβηκότων δέ ἐστι τὸ προσεχὲς καὶ τὸ πόρρω, οἷον εἰ ὁ Πολύκλειτος καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος, ἀλλὰ μὴ μόνον Πολύκλειτος καὶ ἄνθρωπος. ἔτι δυνάμει καὶ ἐνεργείᾳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν αἰτιατῶν ὁ οἶκος αἴτιος τοῦ λέγεσθαι τὸν οἰκοδόμον ποιητικὸν αἴτιον. ὁμοίως δὲ καὶ συμπλεκόμενα καὶ ἁπλᾶ ὄντα τὰ αἴτια, οἷον Πολύκλειτος καὶ ἀνδριαντοποιὸς καὶ ὅλον τοῦτο Πολύκλειτος ἀνδριαντοποιός. * * * οὖν ὑπάρχει τὸ πλῆθος, λέγονται δὲ διχῶς· ἢ γὰρ ὡς τὸ καθ’ αὑτὸ καὶ τὸ γένος, τουτέστιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος, τουτέστι τὸ πορρωτέρω, ἢ ὡς ἁπλᾶ καὶ σύνθετα, ἢ δυνάμει καὶ ἐνεργείᾳ. ἰστέον οὖν ὅτι τὸ ἐνεργείᾳ καὶ καθ’ αὑτὸ ἅμα ἐστὶ καὶ οὐκ ἔστι,3 τουτέστιν ἢ συμπάρεισι τοῖς αἰτιατοῖς, ἢ εἰ μὴ ἐκεῖνα ὑπάρχει, 〈οὐδὲ〉 ταῦτα, οἷον ὁ ἰατρεύων τῷ ὑγιαζομένῳ καὶ ὁ οἰκοδόμος τῷ οἰκοδομουμένῳ· τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· καὶ μετὰ τὴν φθορὰν γὰρ τοῦ οἰκοδόμου μένει τὸ αἰτιατόν, ἀλλὰ δυνάμει.

“原因的模式在数量上是很多的。” 应当知道,诸原因中有些是自身的,有些是偶然的,有些是较远的,有些是邻近的,并且有单纯的与复合的,有潜能的与现实的;以致生成了六十四种模式。因此,在同种事物本身中,也以先在和后在的方式被述说,即作为邻近的与较远的,对于动力因与质料因,以及在其他原因上也同样如此;如同对于健康而言医生是[邻近的原因]而工匠是更远的原因,对于八度音阶而言二倍比是邻近的,而数是更远的。再者,作为偶然属性以及这些属性的属,即较远的原因被述说,例如对于雕像而言,以一种方式波利克莱托斯是原因,以另一种方式雕像制造者波利克莱托斯是原因,因为雕像制造者恰好被如此称呼;以及包摄偶然属性的事物,例如人是雕像的原因,一般的动物也是。并且在偶然属性中也有邻近与较远之分,例如如果波利克莱托斯和音乐家被说成是雕像的原因,而不仅仅是波利克莱托斯和人。再者,在潜能与现实中[被述说]。同样,在受动的结果方面,房屋是建筑者被称为动力因的原因。同样,无论诸原因是复合的还是单纯的也如此,例如波利克莱托斯、雕像制造者,以及作为整体的“雕像制造者波利克莱托斯”。……因此存在这一数量,但它们以双重方式被述说:或者作为自身之物与属,即或者是自身的、或者是偶然的、或者作为偶然属性的属(即更远的原因),或者作为单纯的与复合的,或者在潜能中与在现实中。因此应当知道,现实中且自身存在的原因是同时存在且[同时]不存在的,也就是说,它们要么与结果同时在场,要么如果那些[结果]不存在,这些[原因]也不存在;例如医治者与被医治者,建筑者与被建筑之物。但依据潜能的原因并不总是如此;因为即使在建筑者毁灭之后,结果依然留存,但是是在潜能中留存。

语法注3 条
  1. 5.6ἔλεγον γάρ ὅτι τινὰ παραπώλοντο, καὶ μὴ δυνηθέντες μιμήσασθαι ἐκ τῶν αὐτοῦ ἐφήρμοσαν

    未完成过去时 ἔλεγον 缺少明确主语,含糊地指涉先前的编纂者或注疏家。分词短语 μὴ δυνηθέντες 作为实词化结构充当 ἐφήρμοσαν 的主语,传达了一种学术史传统:即后世编者因无法模仿亚里士多德的原有文风,遂直接从他的其他讲义(即《物理学》)中采纳并拼凑了这些文句。

  2. 5.6διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὰ μὲν ὄργανα ὑπάρχουσι τὰ δὲ ἔργα, τουτέστιν αὐτὰ τὰ πράγματα

    ὅτι 引导原因从句。中性复数主语 τὰ μὲν 与 τὰ δέ 搭配了复数动词 ὑπάρχουσι。此处形成了 ὄργανα(工具/手段)与 ἔργα(所完成的工作/目的)的对比,后者被后接短语 τουτέστιν αὐτὰ τὰ πράγματα(即“事物本身/真正的目的”)进一步解释说明。

  3. 5.7τὸ ἐνεργείᾳ καὶ καθ’ αὑτὸ ἅμα ἐστὶ καὶ οὐκ ἔστι

    主语为带定冠词的短语 τὸ ἐνεργείᾳ καὶ καθ’ αὑτό(即“现实中且自身存在的原因”)。谓语 ἅμα ἐστὶ καὶ οὐκ ἔστι 源自亚里士多德在 1014a20 处的论断,意指“与[结果]同时存在,且[在结果不存在时]同时不存在”;紧接其后的 τουτέστιν 从句明确解释了其与结果之在场与否的完全同时性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:305.18-307.6