← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§303.29-305.17

本原的诸种意义与四因及同原因的共性

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷5第1章(1012b34–1013a17),分类阐释了“本原”的诸种含义(运动的起点、最善生成的起点、四种原因、政治权力和统领性技艺等),并阐明了本原较原因更广的外延以及它们作为“在先者”的共同特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2

" Ἀρχὴ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος κινηθείη." Φησὶν ὅτι λέγεται ἀρχὴ ὁ τόπος, ἐξ οὗ τις πρῶτον ἄρχεται τῆς κινήσεως, οἷον ὡς ἐπὶ τοῦ μήκους καὶ τῆς ὁδοῦ ἐντεῦθεν αὕτη ἀρχή, οἷον ἀπὸ Ἀθηνῶν εἰς Θήβας, ἐξ ἐναντίας δὲ ἡ ἑτέρα, τουτέστιν ἡ ἀπὸ Θηβῶν ἐπὶ Ἀθήνας. λέγεται δὲ πάλιν ἀρχὴ καὶ ὅθεν ἂν κάλλιστα γένοιτο, οἷον ὡς ἐπὶ τῆς μαθήσεως, καθάπερ εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, οὐκ ἀπὸ τοῦ κυρίως πρώτου καὶ τῆς τοῦ πράγματος ἀρχῆς, τουτέστι τῆς φύσεως, δεῖ ἡμᾶς ἄρχεσθαι, ἀλλ’ ἀπὸ τῶν ἡμῖν γνωρίμων· εἴρηται γὰρ ὅτι τὰ τῇ φύσει πρότερα ἡμῖν ὕστερα ὑπάρχουσι, καὶ τὰ ἡμῖν πρῶτα τῇ φύσει ὕστερα, ὡς ἐπὶ συνθέτου ἀνθρώπου καὶ τῶν στοιχείων, ὕλης φημὶ καὶ εἴδους. λέγεται δὲ ἀρχὴ καὶ ὅθεν πρώτου γίνεται ἐνυπάρχοντος,1 τουτέστι τὸ ὑλικὸν αἴτιον· τὸ γὰρ ὑλικὸν αἴτιον ἐνυπάρχει ἐν τῷ πράγματι οἷον ἀρχὴ καὶ σύμπηξις τῆς πρώτης γενέσεως, οἷον πλοίου μὲν τρόπις, καὶ οἰκίας θεμέλιος, καὶ τῶν ζῴων οἱ μὲν καρδίαν φασὶν οἱ δὲ ἐγκέφαλον. ἡ δὲ ὅθεν γίνεται πρώτου μὴ ἐνυπάρχοντος, ἵνα εἴπῃ τὴν τελικὴν ἀρχήν· αὕτη γὰρ ἔξωθέν ἐστι τοῦ πράγματος. ἄλλη ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ μεταβάλλει, ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον, οἷον τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ ἡ μάχη ἐκ τῆς λοιδορίας.

“本原被说成是在事物中某人由此开始运动的发端。” 他说,某人最初开始运动的那个处所被称为本原,例如对于长度和道路而言,从这里出发这就是本原,比如从雅典到底比斯,而从相反方向则是另一个本原,即从底比斯到雅典。再者,某事物借以能最好地生成的发端也被称为本原,例如在学习中,正如在《物理学》中所说的那样,我们不应当从严格意义上的第一者以及事物的本原(即本性)开始,而应当从对我们而言更可知的事物开始;因为正如关于复合的人和诸元素(我指质料与形式)所说的那样,本性上在先的事物对我们而言是在后的,而对我们而言第一的事物在本性上是在后的。此外,作为内在之物某物最初由此生成的发端也被称为本原,即质料因;因为质料因作为最初生成的某种本原与凝聚基础而内在于事物之中,比如船的龙骨、房屋的地基,而在动物方面,有人说是心脏,有人说是脑。而作为非内在之物某物最初由此生成的发端,〔也被称为本原,〕这是为了让他指称目的性本原;因为这是在事物之外的。另一种则是运动本性上最初由此开始并发生变化的发端,这是为了让他指称动力因,比如由父亲而生的孩子,由谩骂而起的争斗。

§5.3

"Ἡ δὲ οὐ κατὰ προαίρεσιν2 κινεῖται τὰ κινούμενα." Ἔλεγον ἐν Κατηγορίαις ἓν σημαινόμενον εἶναι τοῦ ἔν τινι τὸ ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι καὶ ἐν τῷ βασιλεῖ τὰ τῶν βασιλευομένων. φησὶν οὖν ὅτι λέγεται καὶ ἄλλον τρόπον ἀρχὴ οὗ τινος κατὰ προαίρεσιν κινεῖται τὰ κινούμενα καὶ μεταβάλλει τὰ μεταβάλλοντα, ὥσπερ αἱ ἐν ταῖς πόλεσι δυναστεῖαι καὶ βασιλεῖαι. ἀρχαὶ λέγονται καὶ αἱ τέχναι καὶ τούτων αἱ ἀρχιτεκτονικαὶ μάλιστα. πάλιν δὲ λέγεται ἀρχὴ ὅθεν γνωστὸν τὸ πρᾶγμα γίνεται, ἐκ τῶν ὁρισμῶν· τὰ γὰρ πράγματα ἐκ τῶν ὁρισμῶν γινώσκονται, οἱ δὲ ὁρισμοὶ τὰ εἴδη ὑπάρχουσι. διὰ γοῦν τοῦ εἰπεῖν ὅθεν γνωστὸν τὸ πρᾶγμα πρῶτον, καὶ αὕτη ἀρχὴ λέγεται ἐδήλωσε τὸ εἰδικὸν αἴτιον· οἷον τῶν ἀποδείξεων αἱ ὑποθέσεις καὶ ἡ πρότασις ἢ οἱ ὁρισμοί. καὶ εἰ μὲν τὰς προτάσεις τις ἐκδέξαιτο, τὸ ὑλικὸν αἴτιον λέγει, εἰ δὲ τοὺς ὅρους, τὸ εἰδικόν· δεῖ δὲ μᾶλλον τὸ εἰδικὸν ἐκδέχεσθαι, ἐπειδὴ ἀνωτέρω ἐμνημόνευσε τοῦ ὑλικοῦ αἰτίου.

“而被运动之物依据其抉择而运动的发端。” 他们在《范畴篇》中曾说,“在某物之中”的一个含义,就像被统治者的事务在统治者之中,被君王治理者的事务在君王之中一样。因此他说,被运动之物依照其抉择而运动、变化之物依照其抉择而变化的某种发端,在另一种意义上也同样被称为本原,如同城邦中的权力和王国。各门技艺也被称为本原,而在这些技艺中尤其是统领性的技艺。再者,事物由此成为可知的发端也被称为本原,〔即〕由定义〔成为可知〕;因为事物是由定义被认识的,而定义就是形式。因此,通过说“事物最初借以可知之物,这也被称为本原”,他表明了形式因;如同论证的假设、前提或定义。如果有人将其理解为前提,他指的就是质料因;如果理解为界说,则是形式因;但应当更理解为形式因,因为他在上文已经提到了质料因。

§5.4

"Ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται." Ἰστέον ὅτι κατὰ τοὺς πολλοὺς ἀνθρώπους ὁσαχῶς λέγονται αἱ ἀρχαί, τοσαυταχῶς καὶ τὰ αἴτια, κατὰ δὲ τὴν ἀλήθειαν οὐχ οὕτως ἔχει· ἐπὶ πλέον γάρ ἐστιν ἡ ἀρχὴ τοῦ αἰτίου,3 διὸ καὶ προέταξε τὴν ἀρχὴν τοῦ αἰτίου. εἴ τι μὲν γὰρ αἴτιον, τοῦτο καὶ ἀρχή· οὐκ εἴ τι δὲ ἀρχή, τοῦτο καὶ αἴτιον. ἡ γὰρ ἀρχὴ ἡ θέσει καὶ ἡ κατὰ τὴν ὁδὸν ἀρχὴ μέν ἐστιν, αἴτιον δὲ εἶναι οὐ δύναται. ὡς οὖν πρὸς τοὺς πολλοὺς εἶπεν ὁ φιλόσοφος, ὅτι ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται· πάντα γὰρ τὰ αἴτια ἀρχαί.

“原因也以同样多的方式被述说。” 应当知道,依照大多数人的看法,本原以多少种方式被述说,原因也就以多少种方式被述说;但依真理而言并非如此;因为本原的外延大于原因,所以他也把本原置于原因之前。因为如果某物是原因,它也是本原;但并非只要某物是本原,它就是原因。因为约定的本原以及道路上的本原固然是本原,却不能是原因。因此,哲学家[亚里士多德]是顺应大众而言道:“原因也以同样多的方式被述说;因为一切原因都是本原。”

§5.5

"Πασῶν μὲν οὖν κοινὸν τῶν ἀρχῶν." Ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ταῦτα ὑπάρχουσι, τουτέστιν οὔτε * * αἱ ἰδιότητες, σαφῶς δὲ ἐδήλωσεν ὁ Ἀριστοτέλης κοινωνίαν αὐτῶν δούς. φησὶ γὰρ ὅτι πᾶσαι αἱ ἀρχαὶ κοινὸν τοῦτο ἔχουσι τὸ εἶναι αὐτὰς πρώτας. διὰ δὲ τοῦ εἰπεῖν ὅθεν ἔστι τὸ ποιητικὸν ἐδήλωσεν αἴτιον, διὰ δὲ τοῦ ἢ γίνεται τὸ ὑλικόν, διὰ δὲ τοῦ γινώσκεται τὸ εἰδικόν. τούτων δὲ τῶν ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι, φημὶ δὴ τὸ ὑλικόν, εἴ γε μέρος γίνεται τοῦ συνθέτου, καὶ τὸ εἰδικόν, αἱ δὲ ἐκτὸς ὑπάρχουσιν, οἷον τὸ ποιητικὸν καὶ τὸ τελικόν. διὸ ἥ τε φύσις ἀρχὴ καὶ στοιχεῖον· στοιχεῖον δὲ λέγει τὸ ὑλικόν· ἐν γὰρ τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς τὴν φύσιν ὕλην ἔλεγε, μᾶλλον δὲ τὸ εἶδος φύσιν τῆς ὕλης. καὶ ἡ διάνοια, τουτέστι τὸ εἰδικόν· κατὰ γὰρ τὴν διάνοιαν συλλογιζόμενοι θηρῶμεν τὰ πράγματα· γνωστὸν δὲ τὸ εἶδος τῶν πραγμάτων. διὰ δὲ τῆς προαιρέσεως τὸ ποιητικὸν ἐδήλωσε· κατὰ γὰρ τὴν προαίρεσιν πράττομεν ἃ πράττομεν. διὰ δὲ τῆς οὐσίας τὸ τελικὸν ἐδήλωσεν αἴτιον.4 πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τἀγαθὸν καὶ κακόν· δεῖ γὰρ ἡμᾶς γινώσκειν τὸ ἀγαθὸν πρὸς τὸ διώκειν αὐτὸ καὶ τὸ κακὸν πρὸς τὸ ἐκκλίνειν ἀπ’ αὐτοῦ.

“因此,一切本原所共有的……。” 由于这些事物是作为源于一者并指向一者之物而存在的,即这些特性既非……[亦非……],亚里士多德通过赋予它们一种共通性,清楚地表明了这一点。因为他说,一切本原共同拥有的特征就是它们自身是在先的。通过说“存在由此而来”,他表明了动力因;通过“或由此生成”,表明了质料因;通过“由此被认识”,表明了形式因。在这些本原中,有些是内在的,我指的是质料因——如果它确实成为复合实体的部分的话——以及形式因;而另一些则存在于外,例如动力因和目的因。因此,本性也是本原和元素;他把质料性的东西称为元素;因为在《物理学》第二卷中,他把本性称为质料,但相比质料更把形式称为本性。理智也是本原,即形式性的本原;因为依理智进行推论,我们便探求到事物;而事物的形式是可知的。通过“抉择”,他表明了动力因;因为依抉择我们实行我们所实行之事。而通过“实体”,他表明了目的因。因为对许多事物而言,知与运动的本原都是善与恶;因为我们必须认识善以便追求它,认识恶以便避开它。

语法注4 条
  1. 5.2ὅθεν πρώτου γίνεται ἐνυπάρχοντος

    短语 πρώτου ἐνυπάρχοντος 是与关系副词 ὅθεν(相当于 ἐξ οὗ)相呼应的属格补足语,意为“从最初的内在之物出发”。这是对亚里士多德原文(1013a4)的转述,与后文的 μὴ ἐνυπάρχοντος 形成对照,以区分质料因(内在)与目的因(外在)。

  2. 5.3Ἡ δὲ οὐ κατὰ προαίρεσιν

    标目中作 οὐ(否定词),但从亚里士多德的原文传抄(1013a10)以及后文阿斯克勒庇俄斯的释文(οὗ τινος κατὰ προαίρεσιν)均可明确判定,此为关系代词 οὗ 的抄写讹误或异读。注解者将其作为关系从句解作“依据其抉择”。

  3. 5.4ἐπὶ πλέον γάρ ἐστιν ἡ ἀρχὴ τοῦ αἰτίου

    短语 ἐπὶ πλέον ἐστίν 是表示概念外延更广(包含关系)的述谓结构,属格 τοῦ αἰτίου 为比较属格,意为“本原的外延大于原因”。下文“凡是原因者皆为本原,但并非所有本原都是原因”的非对称蕴涵关系明确印证了这一结构。

  4. 5.5διὰ δὲ τῆς οὐσίας τὸ τελικὸν ἐδήλωσεν αἴτιον

    阿斯克勒庇俄斯在此将亚里士多德原文(1013a20–21:καὶ ὅθεν... καὶ οὐσία)中的 οὐσία 解释为指称目的因(“善与恶”)。διά 接属格表示表达的手段(“通过‘实体’这一词”),主导动词 ἐδήλωσεν 及其直接宾语 τὸ τελικὸν αἴτιον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:303.29-305.17