- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:302.3-303.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯在《形而上学》第五卷开篇回顾了第一哲学家研究无条件的存在、实体及普遍属性这一论题,解释了本卷所探讨的“本原”等术语既非同音异义亦非同名同义,而是属于“指向一者”的多义范畴,并阐明了本原的不同涵义划分。
" Ἀρχὴ δὲ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος κινηθείη." Ἐλέγομεν ἀρχόμενοι τῆς προκειμένης πραγματείας ὅτι ὁ πρῶτος φιλόσοφος περὶ τὸ ὄντως ὂν καταγίνεται, ἥντινα καὶ σοφίαν προσηγορεύομεν,1 λέγοντες ὅτι ὁ πρῶτος φιλόσοφος περὶ τοῦ ἁπλῶς ὄντος διαλέγεται τοῦ ἁπλῶς ἐν ἅπασι τοῖς οὖσι θεωρουμένου, εἶτα καὶ περὶ ταυτότητος καὶ ἑτερότητος καὶ τῶν ἄλλων πάντων τῶν ἐν ἐκείνοις εἰρημένων, καὶ ὅτι προσεχῶς περὶ τῆς ἀντιφάσεως διαλέξεται ὁ πρῶτος φιλόσοφος, οὐ τῆς ἐν ὕλῃ τινὶ θεωρουμένης ἀλλὰ περὶ τῆς ἁπλῶς (λοιπὸν γὰρ οἱ καθ’ ἕκαστα ἐπιστήμονες διαλέξονται περὶ τῆς ἀντιφάσεως τῆς ἐν τοῖς μεγέθεσιν ἢ τῆς ἐν ἀριθμοῖς ἤγουν ἐν μουσικῇ), ὥσπερ πάλιν καὶ περὶ τοῦ ἁπλῶς ὄντος διαλέξεται ὁ πρῶτος φιλόσοφος καὶ περὶ τοῦ ἁπλῶς ζῴου, τουτέστι * * * καὶ περὶ τῆς ἁπλῆς οὐσίας, λοιπὸν δὲ οἱ καθ’ ἕκαστα διαλέξονται περὶ τοῦ τινὸς ὄντος, οἷον ὁ μὲν γεωμέτρης περὶ τοῦ ὄντος τοῦ ἐν τοῖς μεγέθεσιν, ὁ δὲ ἀριθμητικὸς περὶ τοῦ ἐν τοῖς ἀριθμοῖς, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων. οὕτως οὖν καὶ περὶ τοῦ ἁπλῶς ζῴου, ὡς εἴρηται, διαλέξεται ὁ πρῶτος φιλόσοφος, τοῦ διήκοντος ἐν πᾶσι τοῖς οὖσι καὶ οὗ ἡ ζωὴ διὰ πάντων τῶν ζῴων πεφοίτηκεν. ὁ γὰρ διαλεγόμενος περὶ τοῦ ἀνθρωπείου ζῴου οὐ περὶ τοῦ ἁπλῶς ζῴου διαλέγεται· οὔτε γὰρ τὸ ἀνθρώπειον ζῷον μεταδίδωσι τοῖς ἄλλοις ζωῆς. ὁμοίως δὲ καὶ περὶ τῆς ἁπλῆς οὐσίας ὁ πρῶτος φιλόσοφος διαλέξεται. οἱ δὲ καθ’ ἕκαστα περὶ τῆς τινὸς οὐσίας. καὶ διὰ τοῦτο παγκάλως εἴρηται ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, τουτέστι δείκνυσι μερικὴν οὐσίαν καὶ κατασπᾷ ἐκ τῆς καθόλου οὐσίας μερικήν τινα οὐσίαν καὶ ποιοῖ αὐτήν· ἡ γὰρ μερικὴ οὐσία καὶ ποιοτήτων μετέχει καὶ τῶν ἄλλων ἁπάντων, ἐπεὶ παντελῶς ἡ οὐσία ἄποιός ἐστιν αὐτὴ καθ’ ἑαυτὴν ὑπάρχουσα. ἐπεὶ οὖν οὐ μόνον ἐστὶ τὸ τῆς ἀντιφάσεως ἀξίωμα ἀλλ’ εἰσὶ καὶ ἄλλαι κοιναὶ ἰδιότητες πάσαις ταῖς ἐπιστήμαις ὑπάρχουσαι, πρωτίστη δὲ ἡ ἀντίφασις, διαλεχθεὶς περὶ τῆς ἀντιφάσεως ἐντεῦθεν βούλεται ἡμῖν διαλεχθῆναι περὶ τῶν ἄλλων ἰδιοτήτων τῶν θεωρουμένων ἐν πάσαις ταῖς κατὰ μέρος ἐπιστήμαις, τουτέστι περὶ ἀρχῆς (τῷ γὰρ τῆς ἀρχῆς ὀνόματι κέχρηνται καὶ 〈αἱ〉 ἄλλαι πᾶσαι ἐπιστῆμαι), ὁμοίως δὲ καὶ περὶ τοῦ αἰτίου, καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου καὶ τοῦ τελικοῦ † ἑκάστου κατὰ τὴν ὑποβεβλημένην αὐτοῖς ὕλην· περὶ γὰρ τῆς ἁπλῶς ἀρχῆς καὶ τῶν ἄλλων τῶν ἁπλῶς διαλέξεται ὁ πρῶτος φιλόσοφος. εἶτά φησιν ὅτι αἱ ἰδιότητες αὗται οὔτε ὁμώνυμοι φωναὶ ὑπάρχουσιν οὔτε συνώνυμοι.2 καὶ ὅτι μὲν οὐχ ὑπάρχουσιν ὁμώνυμοι προφανές· ὑποκατιὼν γὰρ λέγει κοινότητά αὐτῶν τινα, καθ’ ἣν κοινῶς τῶν ἄλλων πάντων μετέχουσιν· οὐδεμία δὲ κοινότης θεωρεῖται ἐν τοῖς ὁμωνύμοις, οἷον οὐκ ἔστι τι κοινὸν τῆς κυνὸς φωνῆς, τοῦ θαλαττίου καὶ τοῦ χερσαίου, ὡς φωνῆς δηλονότι. εἰ τοίνυν ἐνταῦθα κοινότης θεωρεῖται, δῆλον ὅτι οὐκ ἔστιν ὁμώνυμα. ἀλλ’ οὐδὲ συνώνυμα δύνανται εἶναι· τὰ γὰρ συνώνυμα κοινωνοῦσι κατὰ τὸ πρᾶγμα, οὐκέτι δὲ ἐνταῦθα ἀπαραλλάκτως κοινωνία ἐπὶ πασῶν τῶν ἀρχῶν τῶν διαφόρων, ὥστε εἶναι ἕνα καὶ τὸν αὐτὸν ὁρισμὸν τῆς ὑλικῆς ἀρχῆς καὶ τῆς ποιητικῆς καὶ τῆς τελικῆς. εἰ τοίνυν ἀπέδειξεν αὐτὰ ὁ λόγος μὴ δυνάμενα εἶναι μήτε ὁμώνυμα μήτε συνώνυμα, λέγεται ἄρα εἶναι αὐτὰ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. φησὶν οὖν ὅτι πολλαχῶς λέγεται ἡ ἀρχή. λέγεται γὰρ ἀρχὴ καὶ ἡ ὑφ’ ἡμῶν θέσει γινομένη κατὰ τὴν ἀρχὴν καὶ τὸ πέρας, ἥτις ἀρχὴ καὶ πέρας δύνανται καὶ ἀρχαὶ γενέσθαι,3 διότι θέσει ἐστὶν ὑφ’ ἡμῶν γινομένη, ὥσπερ ἡ ὁδὸς ἀπὸ Θηβῶν εἰς Ἀθήνας καὶ ἀπὸ Ἀθηνῶν ἐπὶ Θήβας. λέγεται ἀρχὴ ἡ μὲν φύσει πρώτη, ἡ δὲ ἡμῖν. πάλιν καὶ ἡ πρώτη πῆξις τοῦ ζῴου λέγεται ἀρχή, οἷον καρδία ἢ ἐγκέφαλος ἤ τι τοιοῦτον. ὁμοίως δὲ καὶ τὸ ὑλικὸν καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν λέγεται εἶναι ἀρχή.
“本原被说成是事物中某人可由此开始运动的发端。” 我们在开启本论著时曾说过,第一哲学家致力于真实的存在,这一探求我们亦称之为智慧;我们曾说,第一哲学家论述无条件的存在,即在一切存在者中被无条件观照的存在,进而也论述同一性、相异性以及在那些论述中所提及的所有其他事物;而且第一哲学家紧接着将要论述矛盾,不是在某种质料中被观照的矛盾,而是无条件的矛盾(因为余下的各个分科学者将要论述大小中、数目中或音乐中的矛盾)。同样,第一哲学家将再次论述无条件的存在,以及无条件的动物,即……以及无条件的实体,而分科学者们随后将论述某种特定的存在,例如几何学家论述大小中的存在,算术家论述数目中的存在,在其他所有事物上亦是如此。因此,正如所说的那样,第一哲学家也将论述贯穿于一切存在者之中、其生命遍及一切动物的无条件动物。因为论述人类动物的人并非在论述无条件的动物;因为人类动物并不将生命赋予其他事物。同样地,第一哲学家也将论述无条件的实体,而分科学者们则论述某种特定的实体。正因如此,《范畴篇》中极好地指出:性质对实体加以界定,即指明特定实体的界限,并将某种特定的分殊实体从普遍实体中下拉出来,使之具备性质;因为分殊实体分有各种性质及所有其他事物,而实体就其自身单独存在时是完全没有性质的。因此,既然不仅存在矛盾这条公理,而且还存在属于一切科学的其他共通特性,其中矛盾是最首要的,那么在论述完矛盾之后,他希望从此开始向我们论述在一切分科科学中所观照的其他特性,亦即关于本原(因为所有其他科学也都使用‘本原’这个名称),同样也关于原因,以及关于动力因与目的因,各自按照置于其下的质料;因为第一哲学家将要论述无条件的本原以及其他无条件的事物。随后他说,这些特性[的名称]既不是同音异义词,也不是同名同义词。它们并非同音异义,这是显然的;因为在下文中他谈到了它们某种共同性,依此它们共同分有所有其他事物;但在同音异义的事物中观照不到任何共同性,例如在“狗”这一发音中,海中之物与陆上之物除了发音本身之外显然毫无共通之处。那么,如果在此观照到了某种共通性,显然它们不是同音异义的。但它们也不能是同名同义的;因为同名同义的事物在实质事物上是相通的,而在这里,对于所有不同的本原而言,不再存在毫无差别的相通性,以至于质料本原、动力本原和目的本原具有同一个定义。那么,如果论据证明了它们既不能是同音异义的也不能是同名同义的,它们就被说成是源于一者并指向一者之物。因此他说,本原是在多种意义上被述说的。因为依起点与终点由我们约定的事物也被称为本原,而这起点与终点两者都能成为本原,因为这是由我们约定的,就像从底比斯到雅典的路和从雅典到底比斯的路一样。本原一方面被称为本性上在先的,另一方面被称为对我们而言在先的。再者,动物最初凝聚成形的部分也被称为本原,例如心脏或脑或诸如此类的东西。同样地,质料的、动力的与目的的也都被称为本原。
- 5.1ἥντινα καὶ σοφίαν προσηγορεύομεν
阴性宾格关系代词 ἥντινα 的先行词为前文的 πραγματείας(论著、探求)或第一哲学家的探求活动,在句中作 προσηγορεύομεν 的直接宾语,σοφίαν 作宾语补足语。
- 5.1οὔτε ὁμώνυμοι φωναὶ ὑπάρχουσιν οὔτε συνώνυμοι
主语 αἱ ἰδιότητες αὗται 与表语性的 φωναί(语言表述、名称)及形容词 ὁμώνυμοι / συνώνυμοι 构成主谓关系,表明这些核心概念术语既非纯粹同音异义,亦非严格同名同义,而是属于“指向一者”的中介多义性。
- 5.1ἥτις ἀρχὴ καὶ πέρας δύνανται καὶ ἀρχαὶ γενέσθαι
关系代词 ἥτις 虽为阴性单数(受 ἀρχή 吸引),但其修饰的主语短语包含 ἀρχὴ καὶ πέρας 两项,故动词采用复数形式 δύνανται 并搭配复数表语 ἀρχαὶ γενέσθαι,表明起点与终点两者皆可成为本原。
