- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:300.7-301.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》1012b13–1012b22,阿斯克勒庇俄斯阐明了一切皆真说与一切皆假说的自我驳斥性,指出设定例外会导致无穷后退,并进而驳斥了万物静止说与万物运动说,确立了不动的第一推动者的存在。
" Συμβαίνει δὲ καὶ τὸ θρυλλούμενον πᾶσι τοῖς τοιούτοις λόγοις." Πρὸς ἐπὶ τούτοις δὲ οἱ ταῦτα λέγοντες ἑαυτοὺς ἀναιροῦσιν, ὡς εἶπε καὶ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ πρὸς τὸν Πρωταγόραν, * * * ἔλεγεν ὅτι πᾶς ἀληθῆ λέγει. ὁ οὖν Πλάτων ἔλεγεν ‘ὦ Πρωταγόρα, ἡμεῖς λέγομέν σε ψεύδεσθαι. εἰ οὖν ψευδόμεθα, οὐ πᾶς λέγει ἀλήθειαν ὁ λέγων· εἰ δὲ μὴ ψευδόμεθα, σὺ ψεύδῃ’, ὥσπερ ἐκεῖνός φησιν ὅτι Ἀλέξανδρος τὸ ὄναρ εἶδεν ὀνείρῳ μὴ πιστεύων. φησὶν οὖν ὅτι οὗτοι ἑαυτοὺς ἀναιροῦσιν· ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων καὶ τὸν ἐναντιούμενον αὐτῷ λόγον ἀληθῆ ποιεῖ, ὥστε τὸν ἑαυτοῦ οὐκ ἀληθῆ ποιεῖ (ὁ γὰρ ἐναντίος αὐτῷ οὐ φησιν αὐτὸν ἀληθῆ λόγον λέγειν, ὃν ἐκεῖνος ὑποτίθεται εἶναι λόγον ἀληθῆ), ὁ δὲ πάντα λέγων ψευδῆ πάλιν αὐτὸς ἑαυτὸν ἀναιρεῖ· καὶ αὐτὸς γὰρ ψεύδεται, ὥστε [οὐκ] ἔστιν ἡ ἀπόφασις αὐτοῦ ἀληθής.1 περὶ τούτου ἐάν μοι εἴποι ὁ Πρωταγόρας, εἰ τύχοι, ὅτι πᾶς ὁ λέγων ἀληθὲς λέγει χωρὶς τοῦ μαχομένου μοι, καὶ οὕτως ἄτοπον· οἱ γὰρ ἐπαινοῦντες τὸν μαχόμενον αὐτῷ ψεύδεσθαι αὐτόν φασι, καὶ οἱ ἀποδεχόμενοι αὐτόν. πάλιν δὲ ἐὰν εἴποι πάντας ψεύδεσθαι λέγων χωρὶς ἐμοῦ, ὁ λέγων αὐτὸν ἀληθεύειν οὐ ψεύδεται· ὥστε οὐ γίνεται ψεῦδος. τοῦτο οὖν ἐστιν ὃ λέγει, ἐὰν δὲ χωρίζωσιν ἐπὶ τούτου ὁ μὲν πάντα ἀληθῆ λέγων τὸ ἐναντίον, ὡς οὐκ ἀληθεύει ἐκεῖνος ἐναντιούμενός μοι, πάλιν δὲ ὁ πάντας λέγων ψεύδεσθαι χωρὶς ἑαυτοῦ, οὐδὲν ἧττον ἀπείρους αὐτοῖς συμβαίνει αἰτιᾶσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς.2 ὁ γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ καὶ ἐπαινῶν αὐτὸν ἀληθεύει καὶ ὁ δεχόμενος. τοῦτο δὲ εἰς ἄπειρον βαδιεῖται.
“在所有这类论据中也会发生那广为人知的情况。” 除这些之外,主张这些观点的人是在自我驳斥,正如柏拉图在《泰阿泰德》中针对普罗泰戈拉所说的那样……他曾说每个人说的都是真话。于是柏拉图说:“普罗泰戈拉啊,我们说你在说谎。因此,如果我们说谎,那么就并非每个说话的人都说真话;但如果我们没有说谎,那么你就是在说谎”,正如那人所说的:亚历山大并不相信梦,却做了一个梦。因此他说,这些人是在自我驳斥:因为主张一切皆真的人,也使与他相对立的论据成为真实,从而使得他自己的论据不再真实(因为与他相对立的人否认他说的是真论据,而他却假定该论据为真论据);而主张一切皆假的人同样也是在自我驳斥,因为他自己也说了假话,从而使得他的否定[即判断]成了真。关于这一点,譬如假若普罗泰戈拉对我说“除了与我争论的人之外,每个说话的人都说真话”,即使如此也是荒谬的;因为赞美与他争论之人的人们,以及接纳他的人们,都说他在说假话。再者,假若他说“除了我自己之外所有人都在说假话”,那么说他说真话的人便没有说假话;从而这就不会成为假。因此这就是他所说的:如果在这一点上,主张一切皆真的人将对立面排除在外,声称“与我相对立的那人并没有说真话”,而主张所有人都在说假话的人又将自己排除在外,他们仍然不可避免地要预设无穷多个真实与虚假的论据。因为说真论据为真并赞美它的人也是在说真话,接纳它的人亦然。而这将走向无穷。
"Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες." Οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν, οὔτε δὲ οἱ πάντα κινεῖσθαι. ἡ λέξις δὲ αὕτη οὐ φέρεται ἔν τισιν ἀντιγράφοις, ἐπειδὴ οἰκεία μᾶλλόν ἐστι τῇ φυσικῇ. οὐ μὴν ἀλλ’ ἐπειδὴ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἂν εἴη παντάπασιν ἀλλοτρία τῶν προκειμένων. εἰ οὖν, φησίν, ἠρεμεῖ πάντα, καὶ οὐκ ἔστι μεταβολή, συμβήσεται ἀεὶ τὰ αὐτὰ μένειν ἀληθῆ καὶ ψευδῆ, μὴ ὄντος τοῦ μεταβάλλοντος. φαίνεται δὲ ἐν μεταβολῇ τὰ πράγματα· ὁ γὰρ λέγων αὐτὸς μεταβάλλει· πρώην γὰρ μὴ ὢν γέγονε, καὶ πάλιν ὕστερον φθείρεται. ὥστε εἰ ἔστι μεταβολή, οὐ πάντα ἠρεμοῦσιν. ἀλλ’ οὐδὲ πάντα κινεῖται· εἰ γὰρ πάντα κινεῖται, οὐδὲν ἔσται ἀληθές, ἐπειδὴ πάντα ἐν ῥύσει ὑπάρχουσι, καὶ οὐ δυνατὸν ἀποφαίνεσθαι περί τινος ἀληθῶς, καθάπερ ἔλεγεν ὁ Κρατύλος· ὥστε πάντα ἤδη 〈ψευδῆ〉. ἀλλὰ διὰ πλειόνων λόγων ἐδείξαμεν ὅτι οὐ δυνατὸν εἶναι πάντα ψευδῆ· οὐκ ἄρα πάντα κινοῦνται. ἔτι, φησίν, ἀνάγκη τὸ ὂν μεταβάλλειν· ἔκ τινος γὰρ εἴς τι ἡ μεταβολή. πρότερον οὖν ἠρεμῆσαν οὕτως μετέβαλε, καὶ ὃ εἴρηται ἐν τῷ Η λόγῳ, ὅτι τῶν ὄντων τὰ μὲν παντελῶς φησιν ἀκίνητα,3 ὡς τὰ οὐράνια, τὰ δὲ ποτὲ κινούμενα, ὡς τὰ ἐν γενέσει καὶ φθορᾷ. διό φησιν ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖταί ποτε, ἀεὶ δὲ οὐδέν· ἔστι γάρ τι ὅπερ ἀεὶ κινεῖ τὰ κινούμενα, καὶ τὸ πρῶτον κινοῦν αὐτὸ ἀκίνητον ὑπάρχει, τουτέστι τὸ πρῶτον αἴτιον.
“显然,主张万物静止的人[所言也并不真实]。” 主张万物静止的人所言并不真实,主张万物运动的人亦然。不过,这一字句在某些抄本中并未记载,因为这更多属于自然学。然而,既然他似乎是利用先前已证明的论点来论述这些问题,它便不会完全与当前论题无关。因此他说,如果万物皆静止且没有变化,那么在没有任何事物发生变化的情况下,就会得出同样的事情永远保持为真和为假的结论。然而事物显然处于变化之中;因为说话者本人就在变化;因为他从前并不存在后来才生成,日后又会消亡。因此,如果存在变化,便不是万物皆静止。但也不是万物都在运动;因为如果万物都在运动,就不会有任何东西为真,因为万物皆在流变之中,不可能对任何事物作出真实的判断,正如克拉底鲁所说的那样;从而一切事物当下都成了假。但我们通过更多论据表明了一切皆假是不可能的;因此并非万物都在运动。此外他说,存在者必须发生变化;因为变化是从某物走向某物。因此,它此前处于静止,然后才如此变化;并且正如在第八卷中所说的,存在者中有一部分他说完全是不动的(如天体),而另一部分则是时而运动的(如处于生成和消灭中的事物)。因此他说:“但确实也并非万物都在某个时候静止或运动而没有任何东西永远如此;因为存在着某种永远推动运动之物的东西,而第一推动者本身是不动的,即第一原因。”
- 4.97ὥστε [οὐκ] ἔστιν ἡ ἀπόφασις αὐτοῦ ἀληθής
编者海杜克(Hayduck)将 οὐκ 括起,是为了符合自相反驳(peritrope)的论理结构。若主张“一切皆假”的人自己也在说假话(καὶ αὐτὸς γὰρ ψεύδεται),则其全称断言即告失败,从而推论出与其对立的命题为真。在此语境中,该句旨在导出驳斥论者自身的矛盾后果,故删除抄本中的 οὐκ 使之成为肯定句,在逻辑上是最为连贯的解释。
- 4.97ἀπείρους αὐτοῖς συμβαίνει αἰτιᾶσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς
不定式 αἰτιᾶσθαι 充当非人称动词 συμβαίνει 的主语补足成分,与格 αὐτοῖς 是不定式的逻辑主语,宾格 ἀπείρους... λόγους 则为其直接宾语。此处的 αἰτιᾶσθαι 并非古典用法的“谴责”,而是意为“作为理由引证”、“预设”或“诉诸”,全句构成“对他们而言,必然导致不得不预设/引述无穷多个真与假的论据”这一句式。
- 4.98καὶ ὃ εἴρηται ἐν τῷ Η λόγῳ, ὅτι τῶν ὄντων τὰ μὲν παντελῶς φησιν ἀκίνητα
短语 καὶ ὃ εἴρηται 作为插入的关系从句(“正如在……中所说的那样”),随后的 ὅτι 从句则作为同位语从句展开其所引述的内容(亚里士多德《物理学》第八卷的观点)。这是注疏体中常见的松散句法连接,无需独立的主要支配动词,直接将权威典据附接于前文(πρότερον οὖν ἠρεμῆσαν οὕτως μετέβαλε)之后。
