- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:298.17-300.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德在《形而上学》卷四第7至8章中通过确立必须从词项的定义出发来驳斥关于矛盾对立的极端立场(万物皆真或万物皆假),并借助天体现象等明晰的矛盾事例来捍卫无矛盾律与排中律。
" Ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ." Ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν. ἐὰν γὰρ συγχωρήσωσι τὰ ὀνόματα σημαίνειν τι, ὅπερ ἀναγκαῖον αὐτοῖς διδόναι, εἰ διαλέγοιντο καὶ χρῶνται λόγῳ, χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ ψευδοῦς τῶν ὀνομάτων, οἷς χρῶνται, λαμβάνειν·1 οἵτινες λόγοι ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς· ὥστε διὰ τοῦ διδόναι σημαίνειν τι δι’ ὧν λέγουσι συγχωροῦσι καὶ τὸ ὁρισμοὺς εἶναι. ἂν δὲ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ 〈τὸ〉 ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὂν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν ἄλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις, τὰ δὲ ἀποφάσεις, οὐδὲν ἂν ἀληθὲς ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ ταῦτα, οὐδ’ ἂν μεταξὺ αὐτῶν τι ἔσται. Ἡράκλειτος δὲ λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθησι, καὶ πάντα εἶναι ἀληθῆ ἀποφαίνεται. Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἰ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ἀγαθόν, ὁμοίως δὲ πάλιν οὔτε κακὸν οὔτε οὐ κακόν· διὸ πάντα ψευδῆ, ἐπειδὴ πάντα ἐν πᾶσι, καὶ λέγει καὶ τὰ ἀντικείμενα ἐν ἀλλήλοις.
“针对所有这些人的出发点来自定义。” 他说,出发点是基于定义的那一出发点。因为如果他们承认名称表达某种意义——而如果他们进行对话并运用理性,承认这一点对他们来说是必然的——,就必须把握他们所使用的名称中“真”与“假”所表达之物的说明(逻各斯);这些说明便是定义,一为真的定义,一为假的定义;因此,通过承认由他们所言之物表达了某种意义,他们也就承认了定义的存在。而如果真意味着说存在者存在且非存在者不存在,假意味着说存在者不存在或非存在者存在,除这些之外再无其他事物为真或为假,且在这些[陈述]中一些是肯定、另一些是否定,那么在肯定和否定之外便不会有任何真或假;如果除这些之外没有任何真,在它们之间也就没有任何居间者。然而赫拉克利特通过主张万物既存在又不存在且对立面同时存在,将矛盾对立设立为同时为真,并表明一切皆真。另一方面,阿那克萨戈拉则主张矛盾对立存在某种居间者;因为混合物若是出自善与恶,它便既非善亦非不善,同样亦既非恶亦非不恶;因此一切皆假,因为万物混于万物之中,且他说对立面亦在彼此之中。
"Διορισμένων δὲ τούτων." Προδεδειγμένων τούτων φανερὸν ὑπάρχει ὅτι καὶ τὰ μοναχῶς λεγόμενα, ὅτι πάντα ἀληθῆ ἢ ὅτι πάντα ψευδῆ, καὶ κατὰ πάντων ἀδύνατον ὑπάρχειν, ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν ἀληθὲς λέγοντες εἶναι,2 ὥσπερ Ἀναξαγόρας (οὐδὲν γὰρ κωλύει οὕτως ἅπαντα εἶναι, ὥσπερ τὸ τὴν διάμετρον σύμμετρον εἶναι· ἐδείχθη γὰρ ἐν τῷ Ι βιβλίῳ ὅτι οὐ δυνατόν, ἐπεὶ οὕτως ἔσται ὁ αὐτὸς τρόπος περιττὸς καὶ ἄρτιος)· οἱ δὲ περὶ Ἡράκλειτόν φασι πάντα ἀληθῆ εἶναι. σχεδὸν γὰρ οὗτοι οἱ λόγοι οἱ αὐτοὶ ὑπάρχουσι τῷ Ἡρακλείτου. ὁ γὰρ λέγων ὅτι πάντα ἀληθῆ καὶ πάντα ψευδῆ καὶ χωρὶς λέγει τῶν λόγων ἑκάτερον τούτων. αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις τὰς ἀποφάσεις * * * ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ κατὰ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ 〈τὸ〉 ψευδῆ. ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα, τὸ χωρὶς πάντα ἀληθῆ εἶναι καὶ πάντα ψευδῆ, καὶ ταῦτα ἀδύνατον εἶναι, τὸ ἅμα πάσας καὶ ἀληθεῖς εἶναι καὶ ψευδεῖς.
“这些既已确定。” 这些既然已预先表明,便显而易见:单向陈述的论调,即一切皆真或一切皆假,对所有事物而言也是不可能成立的,正如某些人所言——一些人说没有任何东西是真实的,就像阿那克萨戈拉那样(因为没有任何东西妨碍一切事物都如此[为假],就像对角线是可通约的一样;因为在第十卷中已证明这是不可能的,因为那样的话同一数就将既是奇数又是偶数);而赫拉克利特一派则主张一切皆真。因为这些论据与赫拉克利特的论据几乎相同。因为说一切皆真且一切皆假的人,也是分别陈述这两种论据的每一个。因为真的肯定使否定[成为虚假]……;因为主张一切皆真且一切皆假的人,也是将两者分别对一切事物加以述谓,即它们是真实的与它们是虚假的。因此,如果那些情况(即分别地一切皆真与一切皆假)是不可能的,那么这些情况(即一切[陈述]同时既真且假)也同样是不可能的。
"Ἔτι δὲ φανερῶς ἀντιφάσεις εἰσίν." Εἰ ἐπὶ ἐνίων ἀντιφάσεων ἀκριβῶς πεπείσμεθα ὅτι οὐ δυνατὸν αὐτὰς συναληθεύειν, φανερὸν ὅτι καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει· οὔτε γὰρ δυνατὸν λέγειν ὅτι καὶ κινεῖται ὁ ἥλιος καὶ οὐ κινεῖται, καὶ ὅτι φωτίζει καὶ οὐ φωτίζει. ἐπὶ μὲν γὰρ τῶν γενητῶν καὶ φθαρτῶν ἴσως ἡ ὕλη ἠπάτησεν αὐτούς, ἐπὶ δὲ τῶν οὐρανίων ἀδύνατον τὸ τοιοῦτο. διό φησιν ἔτι δὲ φανερῶς ἀντιφάσεις ὑπάρχουσιν, ἅστινας οὐ δυνατὸν εἶναι ἅμα ἀληθεῖς καὶ ψευδεῖς· καίτοι ὅσον ἐκ τῶν λόγων τούτων ἔδει καὶ ταύτας συναληθεύειν. ὅπερ οὖν εἴρηται, δεῖ πρὸς ἅπαντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐπάνω λόγοις, οὐχὶ εἶναί τι ἢ μὴ εἶναι, ἀλλὰ σημαίνειν τι τὸ ὄνομα ὅπερ λέγουσιν· ὥστε δεῖ αὐτοὺς διαλέγεσθαι ῥήματα σημαίνοντα πράγματα λαβόντας, τί σημαίνει τὸ ἀληθὲς ἢ τὸ ψεῦδος· εἰ δὲ σημαίνουσι καὶ τὸ μέν ἐστιν ἀληθὲς τὸ λέγον ‘ἄνθρωπος περιπατεῖ’, ἡ δὲ ἀπόφασις ψευδὴς ἡ λέγουσα ‘ἄνθρωπος οὐ περιπατεῖ’, δῆλον ὡς ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις. διό φησιν εἰ δὲ μηδὲν ἄλλο ὑπάρχει τὸ ἀληθὲς φάναι ἢ ὅπερ ἀποφάναι ψεῦδος ὑπάρχει,3 ἀδύνατον ἅπαντα ψευδῆ εἶναι· ἀνάγκη γὰρ τῆς ἀντιφάσεως θάτερον μόριον εἶναι ἀληθές, ὡς ὁ λόγος ἔδειξε. πρὸς ἐπὶ τούτοις δὲ εἰ πᾶν ἢ φάναι ἢ ἀποφάναι ἀναγκαῖον, ἀδύνατον ἀμφοτέρας τὰς προτάσεις ψευδεῖς εἶναι· θάτερον γὰρ μόριον τῆς ἀντιφάσεως ψεῦδός ἐστιν, ὡς διὰ πλειόνων ἐδείξαμεν.
“此外,显然存在矛盾对立。” 如果在某些矛盾对立上我们确信它们不可能同时为真,显而易见在其他事物上也是如此;因为不可能说太阳既运动又不运动,既照耀又不照耀。因为在可生成且可毁灭的事物上,或许质料欺骗了他们,但在天体上这种情况是不可能的。因此他说,此外显然存在着不可能同时既真且假的矛盾对立;尽管就这些论据而言,甚至这些[天体的矛盾对立]也本应同时为真。因此,正如所言,针对所有这类论据必须提出要求,正如在上面的论述中也已说过的那样,不是要求某种事物存在或不存在,而是要求他们所说的名称表达某种意义;因此他们必须在把握了表达事物的语词(即真表达什么或假表达什么)之后再进行对话。如果它们确实有意义,并且说‘人正在行走’的这一陈述为真,而说‘人不在行走’的否定为假,那么很清楚矛盾对立并不同时为真。因此他说,如果说出真无非就是〔说出〕否定它即为假的事物,那么一切皆假便是不可能的;因为正如论据所表明的那样,矛盾对立的两个部分中必有一方为真。此外,如果必须对每一事物要么肯定要么否定,那么两个命题都为假便是不可能的;因为正如我们通过更多论证所表明的那样,矛盾对立的两个部分中必有一方为假。
- 4.94χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ ψευδοῦς τῶν ὀνομάτων, οἷς χρῶνται, λαμβάνειν
取决于非人称动词 χρή 的不定式 λαμβάνειν 的宾语是 τὸν λόγον,修饰它的是属格短语 τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ ψευδοῦς τῶν ὀνομάτων。属格 τῶν ὀνομάτων 在此作部分属格或同格属格,具体说明作为名称的“真”与“假”。
- 4.95οὐδὲν γὰρ κωλύει οὕτως ἅπαντα εἶναι, ὥσπερ τὸ τὴν διάμετρον σύμμετρον εἶναι
小句 οὐδὲν κωλύει ... ὥσπερ τὸ τὴν διάμετρον σύμμετρον εἶναι 带有反讽或归谬性比较的意味:正如对角线可通约是不可能的,认为没有任何东西妨碍一切事物皆假同样是荒谬不可能的。
- 4.96εἰ δὲ μηδὲν ἄλλο ὑπάρχει τὸ ἀληθὲς φάναι ἢ ὅπερ ἀποφάναι ψεῦδος ὑπάρχει
主语为带冠词的不定式短语 τὸ ἀληθὲς φάναι(“肯定真者”),通过比较结构 μηδὲν ἄλλο ... ἢ(“无非是……”)与关系从句 ὅπερ ἀποφάναι ψεῦδος ὑπάρχει(“否定它即为假的事物”)相联结。
