- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:29.3-29.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》984b20–984b23,阐释了美与秩序的原因如何同时被设定为动力因和目的因,并探讨了将爱确立为第一原理的思想家(如赫西俄德和巴门尼德)在这一语境中应如何定位。
" Οἱ μὲν οὖν." Φησίν, ὅτι οἱ οὕτως ὑπολαμβάνοντες καὶ καλῶς τετάχθαι καὶ πρόοδον εἶναι ἐν τοῖς οὖσιν, ἅμα τοῦ καλῶς τὴν αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων,1 δῆλον ὅτι καὶ τὴν τοιαύτην ἀρχὴν οὐ μόνον τελικὴν ὑπέθεντο, ἀλλὰ καὶ ποιητικήν. καὶ τελικὴ μέν ἐστιν ὡς καλῶς παράγουσα· ἕκαστον γὰρ ἐξομοιοῦται τῷ παράγοντι· ποιητικὴ δὲ ὡς ἀρχὴ καὶ πρόοδον ἔχουσα.
“因此……” 他说,那些如此理解存在之物被良好安排且存在之物中有进程,并同时[设定]善美的原因也是存在之物原理的人,显然不仅将这样的原理设定为目的性的,而且也设定为动力性的。就其良好地产生事物而言,它是目的性的(因为每一事物都相似于产生它的存在);而就其作为原理且具有进程而言,它是动力性的。
"Ὑποπτεύσειε δ’ ἄν τις Ἡσίοδον πρῶτον ζητῆσαι τὸ τοιοῦτον." Πρῶτος Ἡσίοδος ἐζήτησεν ἢ γοῦν Παρμενίδης τὴν ἀρχὴν τοῦ καλῶς κινηθῆναι, καὶ εἴ τις ὅλως ἔρωτα ἐν ταῖς ἀρχαῖς ὑπέθετο. καὶ ὁ Παρμενίδης γάρ φησι πρῶτον γενέσθαι τὸν ἔρωτα, τὸν θεῖον δηλονότι, καὶ οὕτως δημιουργῆσαι τὰ λοιπά· καὶ Ἡσίοδος δὲ ὁμοίως. ὁ γὰρ ἔρως τοῦ καλοῦ ἔχει ἔφεσιν· διὸ καὶ ἔρως λέγεται παρὰ τὸ ἐρᾶν τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ· ὅθεν καὶ ἡμεῖς λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων καὶ τὰ ὑπέρτερα ἡμῶν ὡς προνοούμενα ἡμῶν, ἡμεῖς δὲ λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων, ὡς θαυμάζοντες αὐτά.2 διὸ καὶ ὁ Σωκράτης ἐρᾷ τοῦ Ἀλκιβιάδου ὡς προνοούμενος αὐτοῦ, ὁ δὲ Ἀλκιβιάδης Σωκράτους ὡς θαυμάζων αὐτόν. διό φησιν ὅτι νῦν ἐγὼ σοῦ ἐρῶ, καὶ ἀνατέτραπται ἡ τάξις. ὁ οὖν ἔρως καὶ ἡ ἔφεσις τοῦ καλοῦ κατὰ τοὺς οὕτω λέγοντας ἀρχὴ κινήσεως ἂν εἴη. οὗτοι μὲν οὖν τὴν τῶν ἀγαθῶν αἰτίαν ἐν ταῖς ἀρχαῖς ἔθεντο· ἀλλ’ Ἀναξαγόρας μὲν ὡς ποιητικὸν ἀγαθόν, οἱ δὲ ἔρωτα καὶ ἐπιθυμίαν αἰτιώμενοι τὸ τελικὸν ἀγαθὸν λέγοιεν ἄν· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ τὸ μὲν ὀρεκτὸν τοιοῦτον, ὁ δὲ ἔρως ποιητικόν, ὅτι ὀρέξει ἑπόμενος ποιεῖ ἃ ποιεῖ. φησὶν οὖν ὅτι ὑποπτεύσειεν ἄν τις Ἡσίοδον πρῶτον ζητῆσαι τὸ τοιοῦτον, καὶ εἴ τις ἄλλος ἔρωτα ἢ νοῦν ἢ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν ὡς ἀρχήν, ὥσπερ ὁ Παρμενίδης· καὶ γὰρ οὗτος κατασκευάζων τὴν τοῦ παντὸς γένεσίν φησιν ὅτι πρῶτον τῶν θεῶν τὸν ἔρωτα ἐποίησεν.3 Ἡσίοδος δέ φησιν ὅτι “πάντων μὲν πρώτιστα χάος γένετ’” ἐν τῇ καθ’ ἡμᾶς περιόδῳ, μετὰ δὲ ταῦτα ἡ γῆ, εἶτα ὁ ἔρως ὁ μείζων πάντων, ἐπειδὴ δεῖ τινα αἰτίαν εἶναι ἐν τοῖς οὖσιν, ἥτις κινήσει καὶ συνέξει τὰ πράγματα. τοιοῦτος δὲ ὁ ἔρως, ἔφεσιν ἔχων τοῦ καλοῦ, συνήγαγε καὶ ἐκέρασε τὰ ἀμιγῆ, καὶ οὕτως ἕν τι ἐποίησε τὸν κόσμον. τίς δὲ πρότερος τῆς τοιαύτης αἰτίας ἥψατο, πότερον Ἀναξαγόρας, ὡς δοκεῖ, ἢ Ἑρμότιμος ἢ Ἡσίοδος ἢ Παρμενίδης ἢ οἱ πρὸ τούτων, ἔξεστιν ὕστερον ζητεῖν.
“但人们可能会推想,赫西俄德首先探求了这样的东西。” 赫西俄德,或者至少是巴门尼德,首先探求了良好运动的原理;如果一般而言有谁在原理中设定了爱,也是如此。因为巴门尼德也说,爱——显而易见是神圣的爱——最先产生,并以此制作了其余的事物;赫西俄德也是如此。因为爱具有对优美的渴求;因此它之所以被称为爱,也是源于爱恋优美与善。由此,我们也据说爱恋更高的事物,而更高的事物[据说爱恋]我们,乃是作为照料我们;另一方面,我们据说爱恋更高的事物,乃是作为敬仰它们。因此,苏格拉底爱恋阿尔基比亚德,是作为照料他,而阿尔基比亚德爱恋苏格拉底,则是作为敬仰他。因此他说:现在是我在爱恋你,秩序被颠倒了。因此,根据这样主张的人,爱以及对优美的渴求应当是运动的原理。这些人便将诸善的原因设定在原理之中;但是,阿那克萨哥拉是将它设定为动力性的善,而那些以爱和欲望为原因的人所说的应当是目的性的善;因为渴求的对象就是具有如此本性的。或者说,渴求的对象是如此的,而爱则是动力性的,因为它追随渴求而制作它所制作的事物。因此他说,人们可能会推想赫西俄德首先探求了这样的东西,此外还有任何像巴门尼德那样将爱或理智或欲望作为原理置于存在之物中的人。因为巴门尼德在阐述万物的生成时也说,[女神]在众神之中最先造出了爱。而赫西俄德则说,在我们这一周期中,“万物之中最先产生的是卡俄斯”,在此之后是大地,然后是万物中最伟大的爱,因为在存在之物中必然要有某种推动并维系事物的原因。具有如此本性的爱,怀着对优美的渴求,聚集并调和了未混合之物,并以此使宇宙成为一个整体。但是,究竟是谁更早触及了这样的原因,是像人们所认为的那样是阿那克萨哥拉,还是赫尔莫蒂莫斯,或是赫西俄德,或是巴门尼德,还是在他们之前的人,可以在以后再行探究。
- 1.35ἅμα τοῦ καλῶς τὴν αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων
该句引用并改写了 984b20 引文的措辞(ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν)。在句法上,它承接前面的分词短语 οἱ οὕτως ὑπολαμβάνοντες 作为其思想内容的补充与概述,引出主句谓语 δῆλον ὅτι... ὑπέθεντο。
- 1.36ὅθεν καὶ ἡμεῖς λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων καὶ τὰ ὑπέρτερα ἡμῶν ὡς προνοούμενα ἡμῶν, ἡμεῖς δὲ λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων, ὡς θαυμάζοντες αὐτά
此处为一个具有动词省略的对仗结构。在前半句 καὶ τὰ ὑπέρτερα ἡμῶν 中,需根据前文 λεγόμεθα ἐρᾶν 补充省略的谓语 ἐρᾶν λέγεται(“更高的事物[据说也爱]我们,乃是作为照料我们”)。后半句 ἡμεῖς δὲ λεγόμεθα... 则对比性地重申了人类出于敬仰对更高事物的爱恋。
- 1.36πρῶτον τῶν θεῶν τὸν ἔρωτα ἐποίησεν
动词 ἐποίησεν 的主语未显明给出。它既可以指巴门尼德原诗(残篇 B13: πάντων μὲν πρώτιστα θεῶν ἔρωτα μητίσατο)中统辖宇宙的女神(“在诸神中最先造出爱”),也可泛指巴门尼德本人“在论述中将爱作为第一创造出来”。在古代注疏传统中,通常理解为诗中所描写的造物神性。
