- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:2.4-3.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐述了《形而上学》的导论要点,将本论著的目的规定为研究作为存在者的存在者及第一原理,并进而基于理论理智的优越性论证了本论著对人类的功用。
" Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει." Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν τὸν σκοπόν, τὸ χρήσιμον, τὴν τάξιν, τὴν αἰτίαν τῶν ἐπιγραφῶν (πολλαὶ γὰρ ἐπιγραφαὶ φέρονται, αἷς δείκνυμεν τὸν τρόπον τοῦ συγγράμματος ὅλου) καὶ περὶ τοῦ μεγάλου ἄλφα καὶ τοῦ μικροῦ ἄλφα, καὶ πόθεν ὥρμησεν εἰς ἔννοιαν τῆς πρώτης φιλοσοφίας Ἀριστοτέλης. ὁ μὲν οὖν σκοπὸς τοῦ παρόντος συγγράμματος εἰπεῖν περὶ τῶν ὄντων καὶ ᾗ ὄντα ἐστί, καὶ περὶ πάντων ἁπλῶς τῶν ὄντων διαλεχθῆναι, καθὸ ὄντα ἐστί. διὸ καὶ τὸν ὅρον τῆς φιλοσοφίας οὕτως ἐλέγομεν ‘γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν’. οὔτε γὰρ περὶ τῶν μερικῶν διαλέγεται ἐνταῦθα, οἷον περὶ κομητῶν, καθάπερ ἐν τοῖς Μετεώροις, οὔτε περὶ τῶν καθόλου, καθάπερ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ, ἀλλὰ καθόλου περὶ πάντων τῶν ὄντων· θεολογῆσαι γὰρ αὐτῷ πρόκειται ἐν τῷ παρόντι συγγράμματι. ἀμέλει τοι καὶ περὶ στοιχείων διαλέγεται καὶ περὶ ἀρχῶν· μόνης γάρ ἐστιν ἔργον τῆς πρώτης φιλοσοφίας ἀποδεῖξαι τὰς ἀρχὰς πασῶν τῶν ἐπιστημῶν. αἱ μὲν γὰρ ἄλλαι ἐπιστῆμαι οὐκ ἀποδεικνύουσι τὰς οἰκείας ἀρχάς, ἀλλὰ μόνη ἡ πρώτη φιλοσοφία ἀποδείκνυσι πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχάς. καὶ ταῦτα μὲν περὶ τοῦ σκοποῦ. ἐφεξῆς δὲ δεῖ εἰπεῖν περὶ τοῦ μεγίστου ἀγαθοῦ, λέγω δὴ τοῦ χρησίμου. χρήσιμος γάρ ἐστιν ἡ παροῦσα πραγματεία· συμβάλλεται γὰρ τῷ νῷ, οὐ τῷ πρακτικῷ ἀλλὰ τῷ θεωρητικῷ, διδάσκουσα αὐτὸν περὶ τῶν θείων, τουτέστι διακρίνειν ἀλήθειαν ἀπὸ ψεύδους. μέγιστον γὰρ ἀγαθόν ἐστι τῶν ἐν ἀνθρώποις ὁ θεωρητικὸς νοῦς. ἕκαστον γὰρ κατ’ ἐκεῖνο χαρακτηρίζεται, καθ’ ὃ τῶν ἄλλων διαφέρει, οἷον ἵππῳ μὲν καθὸ ἵππος, κυνὶ δὲ καθὸ κύων. αἴτιον γάρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τὸ ὁμολογεῖσθαι μὲν τὴν οἰκείαν ἐν ἑκάστῳ1 τελειότητα καθ’ ἣν φύσιν ἐστὶν ἕκαστον ὅ ποτε ἔστιν, οἰκειότατόν τε εἶναι καὶ μέγιστον ἀγαθὸν ἑκάστῳ. ἡ γὰρ τελειότης τε καὶ ἡ ἀκρότης τῆς φύσεως ἑκάστου τὸ τελειότατον τῶν ἀγαθῶν ἑκάστῳ, ἵππῳ μέν, ὡς εἴρηται, καθὸ ἵππος, κυνὶ δὲ καθὸ κύων, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἐμψύχων τε καὶ ἀψύχων, καὶ ἀνθρώπῳ δὲ καθὸ ἄνθρωπος. ἀλλὰ μὴν ὁμολογεῖται καὶ τοῦτο ἑκάστῳ τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος εἶναι τὸ εἶναι.2 εἶδος δὲ οἰκεῖον ἑκάστῳ, καθ’ ὃ τῶν ἄλλων ἁπάντων διαφέρει. ἆρ’ οὖν οὐχ ὁμολογεῖται ὑπὸ πάντων ὁ ἄνθρωπος τῶν ἄλλων διαφέρειν κατὰ τὸν θεωρητικὸν νοῦν;3 τοῦ μὲν γὰρ πρακτικοῦ τε καὶ τεχνικοῦ μετέχουσί πως καὶ τὰ ἄλλα ζῷα, τοῦ ἴχνους αὐτοῦ τοῦ πρακτικοῦ νοῦ. πολλὰ γὰρ ἕκαστον τῶν ζῴων μηχανᾶται πρὸς τὴν οἰκείαν σωτηρίαν, οἷον μύρμηξ θησαυρίζει αὑτῷ τροφὰς ἐν χειμῶνι, καὶ χελιδὼν ποιεῖ νεοττιὰν διὰ τὴν διαδοχήν, ὁμοίως δὲ καὶ ἡ μέλιττα συνάγουσα θησαυρίζει τροφάς. τοῦτο δὲ τὸ δῶρον ὑπὸ τῆς φύσεως διὰ τοῦ θεοῦ ἔλαχον, ὅπως διασώζωνται. πάλιν δὲ ὥπλισεν ἡ φύσις τὰ ζῷα πρὸς τὰς ἐπιβουλὰς τῶν ἐπερχομένων. ταῦτα δὲ πάντα οὐκ ἔξω λογικῆς συνέσεως ὑπάρχουσιν. ἐπιστήμης δὲ καὶ θεωρίας πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν διάκρισιν καὶ τῆς λογικῆς δυνάμεως παντάπασιν ἄμοιρα τὰ ἄλλα ζῷα. εἰ τοίνυν διὰ τῆς παρούσης πραγματείας ὁ θεωρητικὸς νοῦς ἐνεργεῖ περὶ τὰ θεῖα καὶ κυρίως ὄντα, εἴγε τῆς πρώτης ἐστὶ φιλοσοφίας τὸ ἀποδεικνύναι καὶ τὰς ἀρχὰς τῶν ἄλλων ἐπιστημῶν, καὶ ἔστιν αὕτη ἡ ἐπιστήμη ἀναπόδεικτος, δῆλον ὅτι πάνυ χρησιμωτάτη ἐστὶν ἡ παροῦσα πραγματεία. ἐπειδὴ οὖν τὴν πρώτην ἐπιστήμην παραδίδωσιν ἐν τῇ πραγματείᾳ ταύτῃ, εἴη ἂν οἰκειοτάτη τῷ ἀνθρώπῳ.
“求知是所有人的本性。” 我们在开启本论著时,必须说明其目的、功用、次序、诸题名的缘由(因为流传着许多题名,我们通过这些题名展示整部著作的体例),以及关于大阿尔法篇和小阿尔法篇,还有亚里士多德从何处出发走向第一哲学的观念。因此,本部著作的目的是论述存在者以及它们作为存在者而言的方面,并无条件地讨论所有的存在者,就它们是存在者而言。正因如此,我们此前也把哲学的定义表述为:“关于存在者就其为存在者而言的知识。”因为他在此处既非论述个别事物,如在《气象学》中论述彗星那样,亦非论述普遍事物,如在《论天》论著中那样,而是普遍地论述所有的存在者;因为在当前这部著作中,他的课题是进行神学探究。确实,他也论述元素与原理;因为唯独第一哲学的职能是证明所有各门科学的原理。因为其他各门科学并不证明它们自有的原理,而唯独第一哲学证明所有各门科学的原理。关于目的就谈这些。接下来必须谈论最大的善,我指的正是功用。因为本论著是有用的:因为它有助于理智,不是实践理智而是理论理智,教导它关于神圣之事,即教导它辨别真理与虚妄。因为理论理智是人类所有事物中最大的善。因为每一事物都是按照其区别于其他事物的方面被规定特征的,例如对马而言在于它是马,对狗而言在于它是狗。因为简括而言,其原因在于公认:每一事物中符合其本性(正是依据该本性,各事物才是其所是的任何事物)的自有完满性,对各事物而言既是最自有的,也是最大的善。因为各事物本性的完满与顶峰,对各事物而言是诸善中最完满的,正如所言,对马而言在于它是马,对狗而言在于它是狗,对于其他有生命与无生命的事物同样如此,对人而言也在于他是人。然而这也同样是公认的:对每一存在者而言,其存在是在于其自有的形式。而对各事物自有的形式,就是其区别于其他一切事物的方面。那么,难道所有人不都公认人是按照理论理智区别于其他事物的吗?因为其他动物在某种程度上也分有实践与技艺的事物,即分有实践理智本身的痕迹。因为每种动物都为了自身的生存筹划许多事物,例如蚂蚁在冬季为自己积蓄食物,燕子为了繁衍后代筑造巢穴,同样蜜蜂也通过采集积蓄食物。它们从自然那里通过神获得了这一天赋,以便得以保全。自然又为动物配备了武器以抵御侵犯者的图谋。所有这些事物并非处于理性领会之外。但是对于朝向辨别真伪的科学与理论观照,以及理性能力,其他动物则全然无份。因此,如果通过本论著,理论理智在神圣的事物即首要的存在者上发挥活动,既然证明其他各门科学的原理也属于第一哲学,且这门科学本身是无可证明的,那么显而易见,本论著是极其有用的。既然他在本论著中传授这第一门科学,那么它对人而言应当是最适切自有的。
- 1.2αἴτιον γάρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τὸ ὁμολογεῖσθαι μὲν τὴν οἰκείαν ἐν ἑκάστῳ τελειότητα καθ’ ἣν φύσιν ἐστὶν ἕκαστον ὅ ποτε ἔστιν, οἰκειότατόν τε εἶναι καὶ μέγιστον ἀγαθὸν ἑκάστῳ.
主节系词 ἐστί 被省略,αἴτιον 作表语名词,带冠词的不定式短语 τὸ ὁμολογεῖσθαι ... 作全句的主语。在被动不定式 ὁμολογεῖσθαι 内部,包含一个宾格加不定式结构:宾格短语 τὴν οἰκείαν ἐν ἑκάστῳ τελειότητα ... 作逻辑主语,而 οἰκειότατόν τε εἶναι καὶ μέγιστον ἀγαθὸν ἑκάστῳ 作谓语不定式。
- 1.2ἀλλὰ μὴν ὁμολογεῖται καὶ τοῦτο ἑκάστῳ τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος εἶναι τὸ εἶναι.
该句由 ὁμολογεῖται 引导,指示代词 τοῦτο 的内容由后面的同格不定式结构展开。带冠词的不定式 τὸ εἶναι 作逻辑主语(“存在”),与述语不定式 εἶναι 及与格 ἑκάστῳ τῶν ὄντων 连用,结构核心为“各存在者的存在,即在于符合其自有形式地存在”。
- 1.2ἆρ’ οὖν οὐχ ὁμολογεῖται ὑπὸ πάντων ὁ ἄνθρωπος τῶν ἄλλων διαφέρειν κατὰ τὸν θεωρητικὸν νοῦν;
动词 ὁμολογεῖται 采用了人称结构(主格加不定式 nominativus cum infinitivo),由主格 ὁ ἄνθρωπος 作语法主语并统辖不定式 διαφέρειν(相当于无人称结构“难道所有人不公认人区别于……”)。
