- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:297.11-298.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
释义阿里斯托芬《形而上学》1012a15–17,根据提问时“是/否”的非此即彼阐明排斥矛盾对立居间者的论证,进而阐明古人之所以主张存在居间者,乃是由于屈服于诡辩论辩(如同芝诺否定运动与阿那克萨戈拉的混合说)以及妄求一切皆有证明所导致。
" Ἔτι ὅταν ἐρομένου εἰ λευκόν ἐστιν εἴπῃ ὅτι οὔ, οὐθὲν ἄλλο † ἀπεφήνατο εἶναι." Ὅταν τις ἔρηται ὅτι εἰ λευκός ἐστι Σωκράτης,1 καὶ ὁ μὲν εἴπῃ ὅτι ναί, ὁ δὲ ὅτι οὔ, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ εἶναι ἀποφάσκει, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατάφασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῆς ἀποκρίσεως σημαίνεται ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι, ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως. οὕτω γὰρ παρὰ τὸ ἀρνητικὸν μόριον ἔδει εἶναι ἄλλην τρίτην ἀπόκρισιν, ὅπερ οὐκ ἔστιν (οὔτε γὰρ ἐπινοῆσαι δύναται), ἢ εἰ μή ἐστιν, οὐκ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως.
“此外,当有人问及它是否为白而回答说‘不’时,他所否定的无非是存在。” 当有人问苏格拉底是否为白,一人回答说“是”,另一人回答说“不”,而说“是”的人作出了肯定,否认并说“不是”的人所否定的无非是其[为白之]存在,那么矛盾对立就不会有任何居间者。因为如果在关于每一事物上仅仅只有两个回答,而在这两个回答中一为肯定一为否定,并且从该回答中所表达的,除了由这一回答表达存在、由那一回答表达非存在之外别无他物,那么矛盾对立就不会有任何居间者。因为若是那样,在否定词之外就必定还得有另一第三种回答,而这是不存在的(因为人们甚至无法构想它);或者如果它不存在,矛盾对立就不存在某种居间者。
"Ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα ὥσπερ καὶ αἱ ἄλλαι τῶν παραδόξων." Ἐντεῦθεν τὴν αἰτίαν λέγει, φησί, δι’ ἣν ἐπὶ ταύτην ἦλθον τὴν δόξαν οἱ παλαιοὶ καὶ εἰρήκασιν εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως. τὴν δὲ αὐτὴν εἶναι λέγει, ἥπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων, ἃ τίθενταί τινες, διὰ τὸ μὴ δύνασθαι λῦσαι τὸν ἐριστικὸν λόγον· ἐρωτώμενοι γὰρ περὶ τούτων καὶ μὴ δυνάμενοι λῦσαι ἐνδιδόασι καὶ δοξάζουσιν οὕτως, ὥσπερ καὶ ἄλλοι ἐνδόντες παραδόξους θέσεις εἰρήκασιν, ὅτι οὐκ ἔστι κίνησις, διὰ τὸν Ζήνωνος λόγον τὸν ἀναιροῦντα κίνησιν· ἐπειδὴ οὐ δύνανται συνορᾶν τὸ ἐν τοῖς λαμβανομένοις λόγοις ψεῦδος, ταράττουσι καὶ ἀπορεῖν ποιοῦσι,2 μήποτε οὐκ ἔστι κίνησις, οὕτως ἐναργές τε καὶ ἐν πᾶσι πράγμασι. τοιοῦτον δέ τινες καὶ τῶν μεταξύ τι τῆς ἀντιφάσεως θεμένων ἔπαθον. οὐ γὰρ δυνηθέντες τοὺς περὶ τούτων, ὅτι οὕτως ἔχει, ἐρωτωμένους λόγους ὄντας σοφιστικοὺς λύειν συνεχώρουν αὐτοῖς. ἔστι δὲ ἡ ἀπορία, δι’ ἣν ἔθεντό τινες εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, τοιαύτη, λέγουσα μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἐκ δὲ τοῦ αὐτοῦ ὁρᾶν τὰ ἐναντία γινόμενα, καὶ διὰ τοῦτο ἐνυπάρχειν αὐτὰ ἐν ἐκείνῳ καὶ μεμῖχθαι καὶ εἶναι μεταξὺ αὐτῶν, ὡς τὸν οἶνον τὸν μεμιγμένον ὕδατι, διὸ οὔτε ὕδωρ εἶναι ἄντικρυς οὔτε οὐχ ὕδωρ· ᾧ καὶ Ἀναξαγόρας ἠκολούθησεν. ὅτι δὲ ψευδὴς ὁ λόγος ὁ λέγων πάντα ἐν πᾶσι μεμῖχθαι, φανερόν· μὴ ἐπιστήσαντες γὰρ τῇ ἀναλύσει τῇ εἰς τὴν ὕλην ἔπεσον. ψεῦδος δὲ πάλιν τὸ ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως εἶναι ἀληθές,3 μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν· οὐδέτερον μὲν γὰρ τῶν ἐξ ὧν μέμικται ἀληθές (τὸ γὰρ μελίκρατον οὔτε ὕδωρ οὔτε μέλι), αἱ μέντοι ἀμφοτέρων ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ· οὔτε γὰρ μέλι τὸ μελίκρατον οὔτε ὕδωρ. οἱ μὲν οὖν, φησί, διὰ τοιαύτην αἰτίαν ἀπατῶνται, οἱ δὲ διὰ τὸ νομίζειν πάντων εἶναι ἀποδείξεις, ὅπερ οὐ δυνατόν· εἰ γὰρ πάντα ἀποδεικτά, οὐδὲν ἔσται ἀναπόδεικτον, ἐπεὶ εἰς ἄπειρον ὁδεύει ὁ λόγος.
“但正如其他逆论一样,这一意见也是在某些人那里产生的。” [释义者]说,从这里起他陈述了古人走向这一意见并说矛盾对立存在某种居间者的原因。他说,这原因与某些人设立的其他逆论中的原因相同,即由于无力化解争辩性的论辩;因为在被问及这些问题而无力化解时,他们便屈服并形成了这样的看法,正如其他人也因屈服而陈述了逆论的论题,例如由于芝诺取消运动的论据而主张“不存在运动”;因为既然他们无法看清所采用的论据中的虚假之处,[这些论据]就扰乱他们,并使他们困惑于这般明晰且在一切事物中都[存在]的运动是否真不存在。而在主张矛盾对立有居间者的人中,某些人也遭遇了同样的事情。因为他们无力化解关于这些事情被提问的、表明“事情确实如此”的诡辩式论据,便向它们妥协了。某些人借以确立矛盾对立存在某种居间者的那一困难如下:它说没有任何东西来自非存在者,但我们看到相反者从同一事物中生成,因此它们便内在存在于那一事物中、混杂着并成为它们之间的居间者,就像与水混在一起的葡萄酒一样,因而既非十足的水亦非非水;阿那克萨戈拉也遵循了这一点。但是,主张万物混于万物之中的论据显然是虚假的;因为由于未曾注意到向质料的还原分析,他们陷入了错误。再者,认为在混合物上矛盾对立的任何一部分(无论是肯定还是否定)都不是真实的,这也同样是虚假的;因为构成它的那些成分[作为肯定]固然没有一个是真实的(蜜水既不是水也不是蜜),然而两者的否定在它身上却都是真实的;因为蜜水确实既非蜜亦非水。因此他说,有些人是由于这样的原因受骗,而另一些人则是由于认为一切事物都存在证明,而这是不可能的;因为如果一切都是可证明的,就没有任何东西是不可证明的,因为论辩将走向无限。
- 4.92ὅταν τις ἔρηται ὅτι εἰ λευκός ἐστι Σωκράτης
连词 ὅτι 与 εἰ 叠用;在引导间接疑问句的 εἰ 之前冗余地添加了 ὅτι,整体表示“当有人问苏格拉底是否为白时”。
- 4.93ταράττουσι καὶ ἀπορεῖν ποιοῦσι
复数主动态动词 ταράττουσι 和 ποιοῦσι 在语境中的主语是上文的 τοῖς λαμβανομένοις λόγοις(被采纳的诸论据),诸论证在此被拟人化为主语,指它们扰乱人心并令人陷入困惑。
- 4.93ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως εἶναι ἀληθές
充当谓语 ψεῦδος [ἐστί] 之主语的宾格不定式结构;μηδέτερον μόριον 是不定式 εἶναι 的宾格主语,驳斥论敌所谓混合物上矛盾对立的任何一方都不为真的主张。
