← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§295.30-297.10

矛盾对立中居间者的荒谬性与无限倒退

阿斯克勒庇俄斯阐释了亚里士多德反驳矛盾对立存在居间者的论证:若普遍设立居间者,则在真与假之间、存在与非存在(生成与消灭)之间以及无居间的相反者(奇偶、健病)之间都将荒谬地出现居间者,并导致居间者设定的无限倒退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.89

" Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις." Ἡ ἐπιχείρησις αὕτη βραχέως μὲν καὶ αὐτὴ εἴρηται, ἔστι δὲ ὁ νοῦς τοιοῦτος. εἰ τῆς ἀντιφάσεως καθόλου ἐστί τι μεταξύ, οὐ τῆσδε μέν ἐστι τι μεταξύ, τῆσδε δὲ οὐκ ἔστιν (ἀποκληρωτικὸς γὰρ ὁ τοιοῦτος λόγος,1 τουτέστιν ἐριστικός), ἀλλὰ πάσης ἔσται τι μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο λέγεται ἀλλ’ ὡς οὕτως ἔχον. ἐπεὶ τοίνυν ἀντίφασίς ἐστι καὶ τὸ ἀληθεύειν καὶ τὸ μὴ ἀληθεύειν, ἔσται τι καὶ ταύτης μεταξύ. ἀλλὰ μὴν ἐπὶ τοῦ μεταξὺ ἡ ἀπόφασις τῶν ἄκρων ἀληθής. ἔσται ἄρα τις μεταξὺ πρότασις τῆς τε ἀληθοῦς τῆς λεγούσης ‘Δίων περιπατεῖ’ καὶ ψευδοῦς τῆς ‘Δίων οὐ περιπατεῖ’, ἣ οὔτε ἀληθὴς ἔσται οὔτε οὐκ ἀληθής. τοῦτο δὲ ἄτοπον· οὐδὲ γὰρ δυνατὸν μήτε ἀληθεύειν μήτε οὐκ ἀληθεύειν. πᾶσα γὰρ ἀνάγκη ἐστὶν αὐτὸν ἢ ἀληθεύειν ἢ μὴ ἀληθεύειν.

“此外,在一切矛盾对立之旁都必定存在[居间者]。” 这一个论证本身也被简略地陈述,但其主旨如下:如果在一般意义上矛盾对立存在某种居间者,绝不会是对于这个矛盾对立存在某种居间者,而对于那个却不存在(因为这样的论调是任意挑选的,亦即仅仅是争辩性的);相反,如果这话并非为了论辩的便宜而说,而是作为实际如此而说,那么对于每一个矛盾对立都将存在某种居间者。既然说真话与不说真话也是矛盾对立,那么对于这一矛盾对立也将存在某种居间者。然而,在居间者的场合,对两极端的否定是真实的。因此,在说“狄翁在散步”这句真命题与说“狄翁不在散步”这句假命题之间,将存在某种居间命题,而[该命题]既非真亦非不真。而这是荒谬的;因为既不说真话也不不说真话甚至是不可能的。因为人要么说真话要么不说真话是绝对必然的。

§4.90

"Καὶ παρὰ τὸ ὂν καὶ μὴ ὂν ἔσται." Εἰ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος, ἡ εἰς τὸ μεταξὺ τούτων μεταβολὴ οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή, ὅπερ ἐστὶν ἀδύνατον· οὔτε γὰρ εἰς ὂν ἔσται οὔτε εἰς μὴ ὄν, οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος· ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά. ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἢ κατὰ ποιότητα ἢ κατὰ ποσὸν οὔτε κατ’ οὐσίαν μεταβολαὶ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτο ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὐτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τούτων. δεῖ δὲ προσθεῖναι ἤγουν προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν ἢ τὸ μεταξὺ γενέσεώς τε καὶ φθορᾶς.2

“而且在存在者与非存在者之旁也将存在[居间者]。” 如果在存在者与非存在者之间存在某种居间者,那么在生成与消灭之间就将存在某种居间的变化。因为如果生成是从非存在者向存在者的变化,而消灭是从存在者向非存在者的变化,那么向它们之居间者的变化作为依实体的变化,就既不是生成也不是消灭,而这是不可能的;因为它既不走向存在者也不走向非存在者,既不来自存在者也不来自非存在者(而生成与消灭就在于这些之中)。因为空间位移、性质变化或数量变化既不是依实体的变化,也不是生成与消灭之间的居间者;因为严格说来,某些事物之间的居间者乃是这样一种东西,即从它可以向着两极端中的每一个发生变化,而这在这些[运动]中无一适用。而在“在生成与消灭之旁将存在某种变化”这一言明中,必须附加或默会地补入“依实体的”或“生成与消灭之间的居间者”。

§4.91

"Ἔτι ἐν οἷς γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει." Ἐλέγετο ἐν Κατηγορίαις ὅτι τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὑπάρχουσιν, ὥσπερ περιττὸν καὶ ἄρτιον, νόσος καὶ ὑγεία, τὰ δὲ ἔμμεσα, ὥσπερ λευκὸν καὶ μέλαν. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι εἰ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως,〈καὶ〉 ἐν οἷς γένεσιν καὶ ὑποκειμένοις ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει. τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, καὶ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμὸς ὃς οὔτε περιττός ἐστιν οὔτε ἄρτιος. ἀλλὰ τοῦτο ἀδύνατον, ὡς δηλοῖ ὁ ὁρισμός· ὃν γὰρ ἂν λάβωμεν καὶ προχειρίσωμεν, οὗτος ἢ ἄρτιός ἐστιν, ὁ καὶ δίχα διαιρούμενος, ἢ περιττός, ὁ μὴ δίχα διαιρούμενος. πρὸς τούτοις δὲ καὶ εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἔσονται τὰ ὄντα ἡμιόλια ἀλλὰ καὶ πλείω.3 εἰ γὰρ ἐστι τοῦ λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταξύ τι, ἔσονται τρία· τὰ δὲ τρία τῶν δύο ἡμιόλια· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀγαθοῦ καὶ οὐκ ἀγαθοῦ καὶ τῶν ἄλλων ἁπάντων. ἄλλως τε δή, ὃ πολλάκις εἴρηται, καὶ ἄπειρος ἔσται ἡ πρόοδος. εἰ γάρ ἐστί τι μεταξὺ τοῦ λευκοῦ καὶ οὐ λευκοῦ τὸ οὐχὶ οὐ λευκόν, καὶ πάλιν τοῦ λευκοῦ καὶ τοῦ οὐχὶ οὐ λευκοῦ ἔσται τι μεταξύ. ἀλλὰ καὶ τούτου ἔσται ἀπόφασις, καὶ πάλιν τῆς ἀποφάσεως καὶ τῆς καταφάσεως τῆς γινομένης ἔσται τι μεταξύ· ἔσται δὲ καὶ τούτου ἀπόφασις καὶ πάλιν μεταξύ, καὶ οὕτω τῷ ὄντι ἐπ’ ἄπειρον γίνεται ἡ πρόοδος. διό φησιν ἡ γὰρ οὐσία τοῦ μεταξύ ἐστί τις ἄλλη, εἰ ἄρα ἔστι παρὰ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν· ὥστε ἔσται καὶ αὐτῆς ἀπόφασις, καὶ οὐδὲν ἔσται ὡρισμένον.

“此外,在否定伴随相反者的那些类中[也是如此]。” 在《范畴篇》中曾说过,在相反者中,有些是无居间者而存在的(如奇与偶、疾病与健康),而另一些是有居间者的(如白与黑)。因此他所说的乃是:如果矛盾对立存在某种居间者,那么在否定伴随相反者的那些类和底层主体中[也存在居间者]。因为不患病的动物必然健康,未入睡者必然清醒,不是偶数的数必然是奇数。因此,如果在这些场合也存在某种居间者,就会存在某种既非健康亦非不健康的动物(这等于“不患病”),以及一个既非奇数亦非偶数的数。但这是不可能的,正如定义所表明的那样;因为无论我们取来并提出哪一个数,它要么是偶数,即能被二等分者,要么是奇数,即不能被二等分者。此外,[论辩]还将走向无限,并且存在者不仅会成为原来的一倍半,甚至还会更多。因为如果在白与非白之间存在某种居间者,就会成为三项(而三是二的一倍半);在善与非善以及其余一切事物上也是同样。无论如何,正如多次说过的那样,这一进程将是无限的。因为如果在白与非白之间有“非非白”作为居间者,那么在白与“非非白”之间又将存在某种居间者。但对于这一居间者也将存在否定,而在产生的否定与肯定之间又将存在某种居间者;而对这一个也将存在否定并且又会有居间者,如此这般该进程便真正成为无限。因此他说:“因为如果居间者确实在肯定与否定之旁存在,它的实体就是某种别的东西;”从而对于它自身也将存在否定,并且没有任何东西会是确定的。

语法注3 条
  1. 4.89ἀποκληρωτικὸς γὰρ ὁ τοιοῦτος λόγος

    ἀποκληρωτικός 意为“抽签决定的”、“任意随意的”,指缺乏合理解释依据而武断选取某一方的论辩方式。后文的 τουτέστιν ἐριστικός(即论争性的、无理狡辩的)对此作了同义解释。

  2. 4.90δεῖ δὲ προσθεῖναι ἤγουν προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν ἢ τὸ μεταξὺ γενέσεώς τε καὶ φθορᾶς.

    句式骨架为 δεῖ προσθεῖναι ἤγουν προσυπακούειν(必须添加或默会地补入),其后接与格短语 τῷ... ἔσται(指在“在生成与消灭之旁将存在某种变化”这句言明上),以宾格 τὸ κατ’ οὐσίαν ἢ τὸ...(“依实体的”或“……之间的居间者”)作为不定词的宾语,指出为准确理解原文所须补充的定语成分。

  3. 4.91οὐ μόνον ἔσονται τὰ ὄντα ἡμιόλια ἀλλὰ καὶ πλείω

    ἡμιόλιος 为数学术语,意为“一又二分之一”(即 3:2 的比率)。原本白与非白二项之间若增加一个居间项,则变为三项,即原先二项的一倍半。接着注家指出,由于居间者的否定不断生成新的项,事物数目将不仅增至一倍半,甚至还会更多(πλείω),乃至走向无限。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:295.30-297.10