- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:294.8-295.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注释亚里士多德《形而上学》卷伽马第7章(1011b29–1012a2),从两个论据阐释了矛盾对立之间不可能存在居间者:其一基于变化的本质(若居间者是无关的则变化无法发生,若属同类则导致无穷后退),其二基于推论理性的认识活动(理性对一切对象必作肯定或否定从而判定真假)。
" Ἔτι ἤτοι μεταξὺ ἔσται τῆς ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ." Ὅπερ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, τὸ αὐτὸ νῦν λέγει, ὅτι εἰ ἔστι τι μεταξύ, ἢ ἀλλότριόν ἐστιν ἢ † αὐτῶν γένεσις. εἰ οὖν ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως, ἤτοι οὕτως μεταξὺ ἔσται ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ, ὅπερ ἐστὶ συγγενές, ἢ ὡς τὸ μηδέτερον, τουτέστι τὸ ἀλλότριον, ἀνθρώπου καὶ ἵππου λίθος. εἰ μὲν οὖν οὕτως ἔσται τὸ μεταξὺ ἐπὶ τῆς ἀντιφάσεως ὡς τὸ ἀλλότριον, οὐκ ἂν γένοιτο μεταβολή· ἡ γὰρ μεταβολὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν συγγενῶν, οἷον ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐκ τοῦ ἀγαθοῦ εἰς μὴ ἀγαθόν, εἰ τύχοι πρᾶγμά τι εἶναι μὴ ἀγαθόν, ὕστερον δὲ γένηται ἀγαθόν. νῦν δὲ οὐ φαίνεται ἐξ ἀλλοτρίου μεταβολή· οὐ γὰρ δυνατὸν ἐκ λίθου ἀμέσως ἄνθρωπον γενέσθαι. διό φησιν οὐ γὰρ ἐστι μεταβολὴ εἰ μὴ εἰς τὰ ἀντικείμενα καὶ τὰ μεταξύ, ὥσπερ ἡνίκα ἐκ λευκοῦ γίνεται μεταβολὴ ἢ εἰς τὸ μέλαν τὸ ἀντικείμενον, ἢ εἰς τὸ φαιὸν τὸ μεταξύ. οὐκ ἄρα δυνατὸν ἐπὶ τῆς ἀντιφάσεως θεωρεῖσθαί τι μεταξὺ ὡς ἀλλότριον. ἀλλ’ οὐδὲ ὡς συγγενές. διό φησιν εἰ δὲ ἔστι μεταξύ, καὶ οὕτως εἴη ἄν τις εἰς λευκὸν ἐξ οὐ μὴ λευκοῦ1 γένεσις, ταὐτὸν δὲ εἰπεῖν ἐκ λευκοῦ εἰς λευκόν, ὅπερ ἐστὶν ἀδύνατον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. εἰ γάρ ἐστί τι μεταξὺ τοῦ λευκοῦ καὶ οὐ λευκοῦ, οὐχὶ οὐ λευκὸν * * * ἔσται τῷ λευκῷ· τὸ γὰρ οὐχὶ οὐ λευκὸν λευκόν ἐστι. πρὸς τούτοις δὲ πάλιν μεταξὺ τούτων ἔσται τι ἄλλο, ὅπερ καὶ αὐτὸ δεῖται ἀποφάσεως καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύει ὁ λόγος.
“此外,矛盾对立的居间者要么如同黑与白之间的灰色,”正如我们在总体考察中所说的那样,他现在说的也是同一点:亦即如果有某种居间者,它要么是无关的,要么是同属的。因此,如果在矛盾对立之间存在某种居间者,它要么以黑与白之间的灰色那样作为同属的居间者而存在,要么作为两者皆非的东西、亦即无关的事物而存在,正如人与马之间的石头那样。因此,如果在矛盾对立的场合居间者如同无关者那样存在,变化便不会发生;因为变化乃是从相反者和同属者出发而发生的,例如从非善变化为善,或从善变化为非善,如果某事物适巧是非善,而后变为善的话。但实际上,并不见有从无关事物出发的变化;因为人不可能直接从石头生成。因此他说:“因为除了向着对立者和居间者之外,并没有变化”,正如从白出发的变化要么走向对立的黑,要么走向居间的灰色一样。因此,在矛盾对立的场合不可能有某种居间者被看作无关的事物。但作为同属的事物也是不可能的。因此他说:“而如果有居间者,这样一来就会有某种从非非白向白的生成,”亦即等于说从白向白的生成,而这是不可能的,正如我们在总体考察中所说的那样。因为如果在白与非白之间有某种居间者,它就不会是非白,[从而与]白[相同];因为非非白就是白。此外,在这些之间又会存在某种别的东西,它自身也需要否定,如此论辩便走向无限。
"Ἔτι πᾶν τὸ διανοητὸν καὶ νοητόν." Πάντα τὰ νοητὰ ἡ διάνοια γινώσκει ἢ καταφάσκουσα ἢ ἀποφάσκουσα. ἐὰν μὲν γὰρ οὕτως εἴπῃ ὅτι ὁ θεὸς ἀγαθός, ἀληθεύει, εἰ δὲ τὸ ὅτι οὐ προνοεῖται (ἱλήκοι),2 ψεύδεται παντελῶς. δεῖ οὖν εἰπεῖν πρὸς αὐτοὺς ὅτι ἀποκρίνεσθε ἡμῖν ἢ οὔ; εἰ μὲν οὖν μὴ ἀποκρίνεσθε, φυτοῖς ἐοίκατε· εἰ δὲ ἀποκρίνεσθε, ἀνάγκη πᾶσά ἐστιν ὡρισμένα τινὰ λέγειν καὶ σημαντικὰ πραγμάτων. εἰ δὲ τοῦτο, ἡνίκα μὲν λέγεται ὅτι τὸ ὄν ἐστιν, ἀληθεύομεν, ἡνίκα δὲ ὅτι τὸ μὴ ὄν [οὐκ] ἔστι, ψευδόμεθα. εἰ οὖν οὐδὲν ἔστιν ἄλλο ἐπινοῆσαι παρὰ τὸ ὂν καὶ τὸ μὴ ὄν, οὐδὲν ἄρα ἐστὶ μεταξὺ τῆς ἀντιφάσεως. ἡ τοίνυν ἐπιχείρησις τοῦ λόγου τοιαύτη ἐστίν. εἰ πᾶν τὸ ὁπωσοῦν ὄν, εἴτε ὡς νοητὸν εἴτε ὡς διανοητόν, ἡ διάνοια ἀποφαίνεται καὶ ἀληθεύει ἢ ψεύδεται περὶ αὐτοῦ καταφάσκουσα ἢ ἀποφάσκουσα (ἐν γὰρ τῷ καταφάσκειν ἢ ἀποφάσκειν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ὡς δέδεικται ἐκ τοῦ ὁρισμοῦ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψευδοῦς), περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀποφάσκουσαν, τοῦτο οὐδ’ ἂν εἴη τι τὴν ἀρχήν.3 περὶ δὲ τοῦ λεγομένου μεταξὺ τῆς ἀντιφάσεως εἶναι οὐχ οἷόν τε τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι, ὅτι μηδὲ καταφάσκειν ἢ ἀποφάσκειν. ὥστε οὐδ’ ἂν εἴη τι τῆς ἀντιφάσεως μεταξύ. αὐτὸς μέντοι πάνυ ἐπιτόμως εἶπεν· οὐ γὰρ εἶπε τὸ συνημμένον πᾶν τὸ ‘εἰ πᾶν τὸ νοητὸν καὶ διανοητὸν ἡ διάνοια ἀποφαινομένη ἢ κατάφησιν ἢ ἀπόφησιν, οὐδὲν τῆς ἀντιφάσεως ἐστι μεταξύ’, ἀλλὰ μόνον τὸ ἡγούμενον ἔθηκε καὶ τὴν κατασκευὴν τοῦ ὅλου συνημμένου, προσχρησάμενος τῷ ὁρισμῷ, ὃν ἀπέδωκε πρὸ ὀλίγου τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι. εἴη δ’ ἂν λέγων διὰ τοῦ πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια κατάφησιν ἢ ἀπόφησιν, ὅτι περὶ παντός, οὗ ἀποφαίνεται ἡ διάνοια, ἢ κατάφησιν ἢ ἀπόφησιν περὶ αὐτοῦ· πᾶν μὲν γὰρ ὃ ὡς ἀποφαινομένη λέγει, ἢ ἀληθεύει ἢ ψεύδεται καταφάσκουσα ἢ ἀποφάσκουσα, ὡς ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι δῆλόν ἐστι. διανοητὸν δὲ καὶ νοητὸν ἤτοι ἐκ παραλλήλου εἴρηκεν, ἢ διανοητὸν μὲν λέγει τὸ πρακτόν, ἢ ὃ διεξέρχεται ἡ διάνοια διὰ πλειόνων συλλελογισμένη ἢ δι’ ἐπαγωγῆς λαμβάνουσα, νοητὸν δὲ τὸ θεωρητὸν καὶ τὸ ἁπλοῦν νόημα· περὶ ἀμφότερα γὰρ ἡ συγκατάθεσις καὶ ἡ κατάφασίς τε καὶ ἀπόφασις. πάνυ δὲ συντόμως καὶ ἐπιτετμημένως ἡ λέξις ἔχει· μόνον γάρ, ὡς εἶπον, ἐν αὐτῇ τὸ ἡγούμενον ἐν τῷ λόγῳ ἔθηκεν.
“此外,一切可被推论思考和可被直观理解者。” 推论理性通过要么肯定要么否定来认识一切可直观理解的对象。因为若是这样说,即神是善的,它说的是真话;但若是说神不实行护佑(愿神宽恕!),它说的就完全是假话。因此必须对他们说:“你们到底回不回答我们?”如果你们不回答,你们便类似于植物;但如果你们回答,就完全有必要说出某些确定的、指示事物的话语。而若是如此,当断言存在者存在时,我们便说了真话;而当断言不存在者[存在]时,我们便说了假话。因此,如果在存在的事物与不存在的事物之外不能构想任何别的事物,那么矛盾对立之间便没有任何居间者。于是,论辩的论证进路是这样的:如果关于以任何方式存在的一切事物,无论作为可直观理解者还是作为可推论思考者,推论理性都对其作出断言,并通过肯定或否定而说出真话或假话(因为正如从真与假的定义中所表明的,说真话或说假话就在于肯定或否定之中),那么对于推论理性不可能对其作出断言并通过肯定或否定来说出真话或假话的事物,这一事物根本就完全不存在。而关于被称为矛盾对立之居间者的东西,推论理性不可能对其作出断言并说出真话或假话,因为推论理性甚至根本无法肯定或否定。因此矛盾对立的居间者也根本不会存在。然而,他本人的表述极其简要;因为他并未说出完整的假言命题“如果推论理性作出断言时对一切可直观理解者和可推论思考者要么肯定要么否定,那么矛盾对立之间便没有任何居间者”,而是仅仅提出了前件以及整个假言命题的证明结构,并附带使用了他不久前给出的关于说真话与说假话的定义。他通过“推论理性对一切可推论思考者和可直观理解者予以肯定或否定”所要表达的也可以是:关于推论理性作出断言的一切事物,它都关于它要么肯定要么否定;因为凡是它作为作出断言而述说的一切,它都通过肯定或否定而要么说真话要么说假话,正如从说真话与说假话的定义中显而易见的那样。而他说“可推论思考者”与“可直观理解者”,要么是同义并列而言,要么所谓“可推论思考者”是指可实行之事,或者是推论理性通过推论或通过归纳把握而经由多个步骤考察的事物,而“可直观理解者”是指沉思的对象与单纯的概念;因为赞同以及肯定与否定对于两者都适用。其语句极其简练概括;因为正如我所说,他在其中仅仅提出了论辩中的前件。
- 4.87ἐξ οὐ μὴ λευκοῦ
双重否定结构,其中否定词 οὐ 否定了整个名词短语 μὴ λευκόν(“非白”)。它意为“从非非白”,紧接着作者通过“从白向白”(ἐκ λευκοῦ εἰς λευκόν)以及“因为非非白就是白”(τὸ γὰρ οὐχὶ οὐ λευκὸν λευκόν ἐστι)的转述明确了其等同于肯定项(白)。
- 4.88ἱλήκοι
动词 ἱλήκω(“宽恕”、“发慈悲”)的现在时希求法第三人称单数。这是一个虔敬的插入语(“愿神宽恕!”),旨在提及“神不实行护佑”(οὐ προνοεῖται)这句不敬或不祥的假定之后消解神怒,语法上独立于主句的统语结构。
- 4.88περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀποφάσκουσαν, τοῦτο οὐδ’ ἂν εἴη τι τὴν ἀρχήν.
关系代词从句(περὶ οὗ...)先置于主句主语指示代词(τοῦτο)的倒装结构。基本骨架为:“对于[理性无法通过肯定或否定作出断言的]事物(περὶ οὗ...),这一事物(τοῦτο)根本就不会存在(οὐδ’ ἂν εἴη τι τὴν ἀρχήν)”。这一句构成了论证的核心推论,并与紧随其后的句子(περὶ δὲ τοῦ λεγομένου...)形成对比。
