- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:293.1-294.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》卷伽玛第七章开头(1011b15–1011b25),阐明如何由矛盾对立不能同时为真推导出相反者不可并存,并解释基于真与假的定义对排中律(矛盾对立之间无居间者)所作的论证。
" Ἐπειδὴ ἀδύνατον τὴν ἀντίφασιν ἀληθεύεσθαι ἅμα κατὰ τοῦ αὐτοῦ." Εἰ ἱκανῶς ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν τὴν ἀντίφασιν συναληθεύειν κατὰ τοῦ αὐτοῦ, ὥστε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ εἶναι λευκὸν καὶ οὐ λευκόν, φανερὸν ὅτι οὐδὲ τὰ ἐναντία ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτῷ. τῶν μὲν γὰρ ἐναντίων τὸ ἕτερον, τουτέστι τὸ χεῖρον, στέρησίς ἐστιν ἢ οὐχ ἧττον τῆς στερήσεως (τὸ γὰρ μέλαν τὸ χεῖρον τῶν ἐναντίων στερήσει ἔοικε, καὶ τὸ ψυχρὸν ὁμοίως), ἡ δὲ στέρησις ἀπόφασίς τίς ἐστι· τὸ γὰρ μέλαν οὐ λευκόν ἐστι. καλῶς δὲ ἐπήγαγε τὸ ἀπό τινος ὡρισμένου γένους·1 τὰ γὰρ ἐναντία τελοῦσι ὑπὸ ὡρισμένον γένος, οἷον ὑπὸ τὸ ποσόν, ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, ἡ μέντοι γε ἀντίφασις διήκει διὰ πάντων τῶν ὄντων. εἰ τοίνυν ἀδύνατον ἅμα ὑπάρχειν, τουτέστιν ἅμα καταφῆσαι καὶ ἀποφῆσαι, ἀληθῶς ἀδύνατόν ἐστι καὶ τὰ ἐναντία ἅμα ὑπάρχειν, ὡς ἔδειξεν ἡ θεωρία, ἀλλ’ ἢ πῇ ἄμφω,2 τουτέστιν ἀμφότερα δυνάμει (συντρέχουσι γάρ· τὸ γὰρ σῶμα τοῦ πυρός, εἰ τύχοι, δυνάμει καὶ λευκόν ἐστι καὶ μέλαν), ἢ θάτερον μὲν πῇ θάτερον δὲ ἁπλῶς, τουτέστι τὸ ἕτερον μὲν δυνάμει τὸ δὲ ἕτερον ἐνεργείᾳ· τὸ γὰρ τοῦ Σκύθου σῶμα ἐνεργείᾳ μέν ἐστι λευκὸν δυνάμει δὲ μέλαν. ἢ κατὰ μόριον εἶπε τὸ πῇ, ὡς ἐπὶ τοῦ Αἰθίοπος· ὁ γὰρ Αἰθίοψ κατὰ μὲν τοὺς ὀδόντας λευκὸς ὑπάρχει, κατὰ δὲ τὸ ἄλλο μέρος τοῦ σώματος μέλας ἐστίν.
“由于矛盾对立不可能关于同一事物同时为真”如果论辩已经充分证明了矛盾对立不可能关于同一事物同时为真——以至于同一事物在同一方面且在同一时间既是白又是非白——那么显而易见,相反者同样不可能同时属于同一事物。因为在相反者中,一者、亦即较劣者,乃是一种缺乏,或者不亚于一种缺乏(因为黑作为相反者中较劣者类似于缺乏,冷同样如此),而缺乏乃是某种否定;因为黑即是非白。并且他恰当地添上了“从某个确定的属”;因为相反者归属于某个确定的属之下,例如归于量之下,如偶与奇,然而矛盾对立却贯穿一切存在者。因此,如果不可能同时属于,亦即不可能同时肯定与否定,那么正如考察所表明的那样,相反者同时属于确实也是不可能的,除非两者在某一方面[属于],亦即两者在潜能上[属于](因为它们重合;例如火的物体若适巧如此,在潜能上既是白也是黑),或者一者在某一方面而另一者无条件地[属于],亦即一者在潜能上而另一者在现实上[属于];因为斯基泰人的身体在现实上是白,但在潜能上是黑。抑或他所说的“在某一方面”是指就部分而言,正如在埃塞俄比亚人的例子中那样;因为埃塞俄比亚人就牙齿而言是白,但就身体的其他部分而言是黑。
"Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι." Δείξας ἐναργέστατον ὂν τὸ ἀξίωμα τῆς ἀντιφάσεως διὰ τοῦ μὴ δύνασθαι αὐτὴν συναληθεύειν, καὶ ἐντεῦθεν δείξας ὅτι οὐ δυνατὸν συντρέχειν ἀλλήλοις τὰ ἐναντία, πάλιν ἕτερόν τι δείκνυσιν ἐντεῦθεν ὅτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. φησὶν οὖν ὅτι οὐκ ἐνδέχεται εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἀλλὰ ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι ἓν καθ’ ἑνὸς ὁτιοῦν. οὐ γάρ ἐστι μεταξύ τι αὐτῶν, ὥσπερ μεταξὺ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὸ φαιόν. ὥστε ἓν καθ’ ἑνὸς ἀνάγκη φάναι ἢ ἀποφάναι, οἷον λευκόν ἐστιν, οὐκ ἔστι λευκόν, ἐπειδὴ τῶν ἐναντίων καὶ δύο, ὅτι καὶ μέλαν ἐστὶ καὶ φαιόν.
“然而在矛盾对立之间有居间者同样是不可能的”在通过矛盾对立不可能同时为真表明了矛盾对立的公理至为自明,并由此表明了相反者不可能彼此重合之后,他又由此表明了另一件事,即矛盾对立之间没有任何居间者。因此他说,在矛盾对立之间存在某种居间者是不可能的,而是必然要就一事要么肯定要么否定任何一事。因为在它们之间没有任何居间者,就像在白与黑之间有灰色那样。因此必然要就一事肯定或否定一事,例如“是白”,“不是白”,而在相反者的场合甚至可以有两个[谓词],因为既是黑也是灰。
"Δῆλον δὲ πρῶτον μὲν ὁρισαμένοις3 〈τί〉 τὸ ἀληθές." Ὅτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως, πρῶτον μὲν δῆλον ὑπάρχει ὁρισαμένοις τί τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος. τὸ μὲν γὰρ λέγειν τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, καθάπερ εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας, ἀληθὲς ὑπάρχει· πάλιν δὲ τὸ λέγειν τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον ψευδὲς ὑπάρχει. φησὶν οὖν ὅτι τὸ λέγειν τὸ ὂν μὴ εἶναι4 ἢ τὸ μὴ ὂν εἶναι ψευδές, τὸ δὲ τὸ ὂν εἶναι * * * ἕτερόν τι εἶναι παρὰ τὸ ὂν καὶ τὸ μὴ ὄν, δῆλον ὡς ὅτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. ὥστε καὶ ὁ λέγων εἶναι ἢ μὴ ἀληθεύσει ἢ ψεύσεται, ὁ δὲ λέγων τὸ μεταξὺ οὔτε τὸ ὂν λέγει ἢ μὴ εἶναι ἢ εἶναι, οὔτε τὸ μὴ ὄν, ὥστε οὐδὲν παντελῶς λέγει· εἰ δὲ τοῦτο, οὐδὲν ἄρα ἐστὶ μεταξὺ τῆς ἀντιφάσεως.
“而对于界定了什么是真的人来说,首先[这一点]是显而易见的”在矛盾对立之间没有任何居间者,这对于界定了什么是真以及什么是假的人来说,首先是显而易见的。因为正如在《解释篇》中所说,说属有的事物属有以及不属有的事物不属有,乃是真;而反过来,说不属有的事物属有以及属有的事物不属有,乃是假。因此他说,说存在者不存在或不存在者存在,乃是假的,而说存在者存在[则是真的……若说]在存在者与不存在者之外存在某种别的东西,显然在矛盾对立之间没有任何居间者。因此,断言其存在或不存在的人也要么说真话要么说假话,但断言居间者的人既未就存在者说不存在或存在,也未就不存在者说,因此他根本什么也没说;而若是如此,矛盾对立之间便没有任何居间者。
- 4.84τὸ ἀπό τινος ὡρισμένου γένους
带中性冠词的介词短语名词化结构,作动词 ἐπήγαγε(“添上”)的直接宾语,引用了亚里士多德原文(1011b19–20)中的词句“从某个确定的属”。
- 4.84ἀλλ’ ἢ πῇ ἄμφω
习惯用法 ἀλλ’ ἤ 接在否定命题之后表示例外(“除非”,“除了……之外”),针对前文的 ἀδύνατόν ἐστι... ὑπάρχειν(“属于是不可能的”),引出了潜能上或部分上属于的例外条件。
- 4.86ὁρισαμένοις
判断者与格(dativus iudicantis),依存于谓语形容词 δῆλον(“显而易见的”),表示“对界定了真与假的人而言/一旦界定了……便是明显的”这一视角或条件。
- 4.86τὸ δὲ τὸ ὂν εἶναι * * * ἕτερόν τι εἶναι
此处文本存在脱漏(lacuna)。根据上下文,紧随其后的应当是关于真命题的对应定义(如 τὸ δὲ τὸ ὂν εἶναι [λέγειν ἀληθές],“说存在者存在则是真的”),而接下来的 ἕτερόν τι εἶναι παρὰ τὸ ὂν καὶ τὸ μὴ ὄν 则引向主张在存在与不存在之外尚有别物(居间者)所导致的论点。
