- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:291.20-292.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯遵循亚里士多德的论述,在总结了矛盾律的论证之后(1011b13),进而证明相反者不可能重合以及矛盾之间没有居间者(排中律,1011b15),并解释了阿那克萨哥拉与赫拉克利特因未能解决特定困境而陷入谬误的原因。
" Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν." Δείξας διὰ πάνυ πολλῶν ἐπιχειρημάτων ὅτι οὐ δυνατὸν συναληθεύειν τὴν ἀντίφασιν, οὔτε δὲ πᾶν τὸ φαινόμενον εἶναι ἀληθές, συμπεραίνεται τὸν περὶ τῆς ἀντιφάσεως λόγον καί φησιν ὅτι ἱκανῶς ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν τὴν ἀντίφασιν συναληθεύειν. τοῦτο γὰρ ὑπέκειτο αὐτῷ δεῖξαι, ὅτι γνώριμον καὶ ἐναργὲς τὸ ἀξίωμά ἐστι τῆς ἀντιφάσεως, ὅπερ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπονται τοῖς τοῦτο φάσκουσιν εἴρηκε, καὶ τί τὸ κινῆσαν αὐτούς, ὅτι ἡ ὕλη, ἐπειδὴ ἑώρων τὰ ἐναντία ἐκ τοῦ αὐτοῦ γινόμενα, καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν.1
“因此,在所有的意见中最为确固的意见是”在通过极多论证表明了矛盾对立不可能同时为真,也不是一切显现皆为真实之后,他总结了关于矛盾对立的论辩,并说该论辩已经充分证明了矛盾对立不可能同时为真。因为向他提出的任务正是要表明矛盾对立的公理是为人熟知且自明的,而这正是他通过多数论证所证明的。他也述说了对于断言这一点的人随之而来的是哪些荒谬后果,以及促动他们的是什么——即质料是其原因,因为他们看到相反者从同一事物中生成;并且在那些看似相同的事物上,也并不是向所有人显现相同的事情。
"Ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἀληθεύεσθαι ἅμα κατὰ τοῦ αὐτοῦ." Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατὸν συντρέχειν καὶ συναληθεύειν τὴν ἀντίφασιν διὰ πλειόνων ἐπιχειρημάτων κατασκευάσας, ἐντεῦθεν δείκνυσι ἑπόμενά τινα τῷ λόγῳ τῆς ἀντιφάσεως. εἰ γὰρ τῷ ὄντι οὐ συναληθεύει ἡ ἀντίφασις, οὐδὲ τὰ ἐναντία ποτὲ συνδραμοῦνται ἀλλήλοις, οὐδὲ ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως. καὶ τοῦτο διὰ πλειόνων λόγων κατασκευάζει. εἰ γὰρ οὐ συντρέχει οὔτε δὲ συναληθεύει τὸ λευκὸν τῷ οὐ λευκῷ, τὸ δὲ οὐ λευκὸν μέλαν ἐστί, δῆλον ὡς ὅτι οὐδέποτε συνδραμοῦνται ἀλλήλοις τὰ ἐναντία. οὔτε δὲ πάλιν μεταξύ τι ἔσται τῆς ἀντιφάσεως· εἰ γάρ ἐστί τι μεταξὺ αὐτῆς, ἢ ὡς ἀλλότριον ἔσται ἢ ὡς συγγενές· οἷον ὡς ἀλλότριον, ὡς ἵνα ὑποθῶμαι μεταξὺ ἀνθρώπου καὶ ἵππου λίθον εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἔσται μεταβολή· οὐδεμία γὰρ κοινωνία λίθου καὶ ἀνθρώπου ἢ λίθου καὶ ἵππου, τὰ δὲ μεταβάλλοντα εἰς ἄλληλα θέλουσιν ἔχειν τινὰ συγγένειαν 〈τοῖς〉 δι’ ὧν γίνονται μεταβολαί·2 ὥσπερ καὶ ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος ἐστι τὸ φαιόν, ὅπερ μετέχει ἀμφοτέρων, καὶ οὕτως μεταβάλλουσιν εἰς ἄλληλα τὸ λευκὸν καὶ μέλαν διὰ μέσου τοῦ φαιοῦ. πάλιν δέ φησι, κἂν συγγενές τι ὑποθώμεθα, ἀδύνατον εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως διὰ τὰ δεικνύμενα ἄτοπα. εἰ γάρ τις εἴποι ὅτι ἔστι τι μεταξὺ τοῦ οὐ λευκοῦ καὶ λευκοῦ, δῆλον ὅτι ἔσται τὸ οὐχὶ οὐ λευκόν. καὶ πρῶτον μὲν τὸ οὐχὶ οὐ λευκὸν οὐδὲν ἕτερόν ἐστιν ἢ λευκόν, καὶ ἡνίκα γίνεται μεταβολὴ ἐξ οὐχὶ οὐ λευκοῦ εἰς λευκόν, οὐδὲν ἄλλο γίνεται ἢ ἐκ λευκοῦ εἰς λευκὸν μεταβολή. ἔπειτα δὲ πάλιν καὶ τούτου ἔσται ἀπόφασις, καὶ πάλιν τούτων ἔσται μεταξύ τι τοῦ οὐχὶ οὐ λευκοῦ καὶ τοῦ οὐχὶ λευκοῦ, καὶ ἔσται πάλιν κἀκείνου ἀπόφασις καὶ τοῦ οὐ λευκοῦ καὶ οὐχὶ οὐ λευκοῦ· καὶ οὕτως ἔσται ἄπειρος ἡ πρόοδος. εἶτα λοιπὸν καὶ μέμνηται δοξῶν τινων, οἷον Ἡρακλείτου καὶ Ἀναξαγόρου, καὶ διελέγχει αὐτοὺς καὶ λέγει τὴν αἰτίαν, πόθεν αὐτοῖς ἡ ἀπάτη προσγέγονεν, ὅτι διὰ τὸ μὴ ἰσχῦσαι αὐτοὺς ἐπιλύσασθαι τὰς ἀπορίας, καθάπερ, ὁ μέγας ἡμῶν φιλόσοφός φησιν, οἱ ἀτυχεῖς Μανιχαῖοι, ἐπειδὴ ἠπόρουν πόθεν τὰ κακά, μὴ ἰσχύσαντες ἐπιλύσασθαι ταύτην τὴν ἀπορίαν εἰρήκασιν ὅτι ἔστιν ἀρχὴ τῶν κακῶν, ὥσπερ καὶ τῶν ἀγαθῶν. οὕτως οὖν καὶ Ἀναξαγόρας ἐπεὶ ἑώρα πᾶν ἐκ παντὸς γίνεσθαι, μὴ ἐπιστήσας τῇ εἰς τὴν ὕλην ἀναλύσει, ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι· καὶ διὰ τοῦτο κατ’ αὐτὸν ἅπαντας ψεύδεσθαι τοὺς λέγοντας, καὶ ἐν τῷ λευκῷ εἶναι καὶ μέλαν καὶ ὅσα ἄλλα τοιαῦτα. ὁ μέντοι γε πάλιν Ἡράκλειτος ἔλεγε πάντας ἀληθεύειν· διὸ καὶ ὡς εἴρηται ἐν τῇ Φυσικῇ, πάντων ἔλεγεν ἕνα ὁρισμὸν εἶναι· ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, καὶ τὰ πράγματα τὰ αὐτά. μὴ δυνηθεὶς γὰρ ἐπιλύσασθαι τὴν ἀπορίαν τὴν ἐπὶ τῶν ῥευστῶν, ἦλθεν εἰς τὸ πτῶμα τοῦτο. ὥστε ἐντεῦθεν δείκνυσιν ὅτι οὐ δυνατὸν τὰ ἐναντία συντρέχειν, δείξας ἐρρωμένον τὸ ἀξίωμα τῆς ἀντιφάσεως.
“但由于矛盾对立不可能关于同一事物同时为真”在通过前述内容、凭借多数论证确立了矛盾对立不可能重合且不可能同时为真之后,他从这里开始指出了随矛盾对立之论辩而来的若干推论。因为如果矛盾对立确实不同时为真,那么相反者彼此之间就绝不可能重合,矛盾对立之间也不可能有任何居间者。他通过多数论据确立了这一点。因为如果白与非白既不重合也不同时为真,而非白即是黑,那么显而易见相反者绝不可能彼此重合。矛盾对立之间同样也不会有任何居间者;因为如果在它之间有某种东西,它要么作为异质的东西存在,要么作为亲缘的东西存在:例如作为异质的东西,就像我假定在人与马之间存在一块石头一样。但若是如此,就不会有变化;因为石头与人、或石头与马之间毫无共通之处,而彼此转化的事物要求对那些通过其发生变化的中介物具有某种亲缘关系;正如在白与黑的场合存在灰色一样,灰色分有了两者的性质,这样白与黑便通过灰色的居间而彼此转化。但他又说,即便我们假定某种具有亲缘关系的东西,由于所揭示的荒谬后果,矛盾对立之间也是不可能有任何居间者的。因为如果有人声称在非白与白之间存在某种东西,显然就会存在非-非白。首先,非-非白无非就是白,当从非-非白向白发生变化时,发生的无非是从白向白的变化。其次,对此物又将存在一个否定,而在这些东西之间、在非-非白与非白之间又将存在某种居间者,而对那者、以及对非白与非-非白又将存在否定;这样一来,推演就将陷入无限后退。随后,他又提到了某些人的意见,例如赫拉克利特和阿那克萨哥拉,反驳了他们,并说明了欺瞒产生于他们身上的原因:这是由于他们无力解决这些困境,正如我们那位伟大的哲学家所说,不幸的摩尼教徒因为困惑于恶从何而来,无力解决这个困境,便声称正如存在善的本原一样,也存在恶的本原。因此阿那克萨哥拉也是如此,由于他看到一切皆从一切中生成,未曾留意向质料的还原分析,便声称一切混合于一切之中;因此在他看来,一切述说者皆在说假话,并且在白之中也存在黑以及所有其他此类东西。然而赫拉克利特却恰恰相反,声称所有人都在说真话;因此正如在《物理学》中所言,他声称一切事物都有一个单一的定义;而凡定义相同者,事物本身亦相同。因为他无力解决有关流动之物的困境,从而陷入了这一失误之中。因此,在证明了矛盾对立的公理是坚固不可摧的之后,他从这里表明了相反者不可能重合。
- 4.82καὶ τί τὸ κινῆσαν αὐτούς, ὅτι ἡ ὕλη, ἐπειδὴ ἑώρων τὰ ἐναντία ἐκ τοῦ αὐτοῦ γινόμενα, καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν.
承接前句的动词 εἴρηκε,间接疑问分句 καὶ τί τὸ κινῆσαν αὐτούς [ἦν] 由后面的 ὅτι 从句给出其内容说明。核心为主谓省略结构 ὅτι ἡ ὕλη [ἦν τὸ κινῆσαν],在表示原因的 ἐπειδή 从句之后,连词 καί 引出带冠词不定式短语 καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι...,与 ὅτι 从句中的主语 ἡ ὕλη 形成并列,共同作为促动他们的原因。
- 4.83τὰ δὲ μεταβάλλοντα εἰς ἄλληλα θέλουσιν ἔχειν τινὰ συγγένειαν 〈τοῖς〉 δι’ ὧν γίνονται μεταβολαί
动词 θέλουσι 并非字面上的拟人化“意愿”,而是表示自然倾向或必然性(“要求”、“往往需要”)。考订添加的与格 〈τοῖς〉 则作为 συγγένειαν 的补足成分,表示“对……具有亲缘关系”。
