- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:290.9-291.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯依据亚里士多德《形而上学》卷伽玛第6章(1011b7)的引文,确认了关系物仅相对于确定对象而被述说的原则,进而表明如果彻底贯彻表象相对主义,关系物的确定本性将被破坏,并在持意见者与被持意见者的同一性及无限性问题上导致荒谬后果。
" Ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον." Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποιοῦσιν ἅπαντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσι καὶ τοιοῦτον ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγεταί τε καὶ ἔστι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχοι τὰ ὄντα πάντα, δεδειγμένον ἂν εἴη ὅτι μὴ πρός τί ἐστιν. ἰστέον ὅτι τῶν πρός τι ἕκαστον ἤτοι πρὸς ἓν λέγεται, ἢ εἰ καὶ 〈πρὸς〉 πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν. ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται. καὶ γὰρ 〈εἰ〉 πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην σχέσιν πρὸς ὡρισμένον τι λέγεται καὶ ταὐτὸν ἢ εἴδει ἢ γένει. εἰ γοῦν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται (καὶ γὰρ καὶ πρὸς ἴσον καὶ πρὸς ἥμισυ καὶ πρὸς διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον· οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε δὲ διπλάσιον πρὸς ἄλλο τι ἢ πρὸς ἥμισυ, καὶ ἥμισυ ἀεὶ ὡς πρὸς διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστόν γε πρὸς ὡρισμένον. εἰ δὲ ὑποθώμεθα πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι, ἕπεται ἐντεῦθεν, ὡς ὁ λόγος ἔδειξε, πάντα πρός τι εἶναι. εἰ δὲ πάντα πρός τι, οὐκέτι ἔσεται ὡρισμένη φύσις ἡ τῶν πρός τι· τὸ γὰρ αὐτὸ ἴσον οὐ μόνον πρὸς ἴσον ἔσται ἀλλὰ καὶ πρὸς ἥμισυ κατὰ τὸ αὐτό, ἐπειδὴ τὸ ἴσον οἷον τὸ δεκάπηχυ πρὸς τὸ δεκάπηχυ, ἀλλά φησιν ἔχειν 〈ὡς〉 τὸ πεντάπηχυ πρὸς δεκάπηχυ· ὥστε ὁ μέν φησι τὸ ἴσον, ἐπειδὴ πρὸς ἴσον, ὁ δὲ τὸ ἴσον πρὸς ἴσον ὡς διπλάσιον πρὸς ἥμισυ λαμβάνει, ἐπειδὴ οὕτως αὐτῷ ὤφθη. ὥστε οὐκ ἔσται ὡρισμένη ἡ φύσις τῶν πρός τι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἄλλως τε δὴ εἰ τὸ δοξάζον καὶ τὸ δοξαζόμενον πρὸς ἄλληλα λέγεται, εἰ ἔστιν ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἐν τῷ δοξάζεσθαι, (ἐπεὶ καὶ ἕτερον τὸ δοξάζειν καὶ τὸ δοξάζεσθαι) (πρός τι γὰρ καὶ ἀντικείμενα), εἰ ἔστι τὸ δοξαζόμενον ἄνθρωπος1 καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος, εἴ γε ἐν τῷ δοξάζεσθαι καὶ τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔστιν ἄνθρωπος· ἕτερον γάρ ἐστι τοῦ δοξαζομένου. κατὰ μὲν γὰρ τοὺς μὴ λέγοντας πάντα τὰ ὄντα εἶναι πρός τι, ἀλλὰ καταλείποντας οὐσίαν τινὰ ὑποκειμένην καὶ συμβεβηκὸς αὐτῇ ποιοῦντας τὰ πρός τι πρόχειρός τε καὶ ῥᾳδία ἡ λύσις τοῦ ἠπορημένου. ὅτι γὰρ τὸ δοξάζον καθὸ δοξάζει τοῦ δοξαζομένου καθὸ δοξάζεται ἕτερόν ἐστι, λέγοιεν ἂν οὗτοι· ἕτερον γὰρ τὸ δοξάζον τοῦ δοξάζεσθαι. εἰ οὖν, φησίν, ἑκάστῳ τὸ εἶναι ἐν τῇ δόξῃ ὑπάρχει, τουτέστιν ἐν τῷ δοξάζεσθαι, καὶ ἐν τούτῳ ἡ γένεσίς τε καὶ ἡ οὐσία αὐτῶν, καὶ οὐκ ἔστιν ἄλλο τῷ ἵππῳ τὸ τί ἦν εἶναι ἢ τὸ δοξάζεσθαι (ἐν τούτῳ γὰρ αὐτῷ τὸ εἶναι), ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οὖσιν (οὐδὲν γὰρ διαφέρει κύνα εἰπεῖν ἢ δοξαστόν), ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄντα, ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθὸ δοξαστά· εἰ οὖν τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται, πρὸς ἄπειρα τῷ εἴδει τὸ δοξάζον,2 εἴ γε ἄπειρα κατ’ εἶδος τὰ δοξαζόμενα ὑπ’ αὐτοῦ.
“再者,如果是一,则是相对于一或相对于某个确定的东西。” 在表明了那些声称一切显现皆为真实的人把一切事物都归为关系范畴之后,他在展开关于关系物的论辩时,首先把握并确立了关系物是如何被述说以及如何存在的,从而指出这一见解还会随之带来这样一种荒谬的后果;因为如果并非一切存在者皆是如此,那就已经证明了它们并非关系范畴。应当知晓的是,关系物中的每一者,要么是相对于一者被述说,要么即使同一事物相对于多者,对于其所相对于的每一者而言也是确定的,而非随意的。因为关系物中的每一者都是相对于某个确定的东西被述说的。即使某物具有多种关系,并因此相对于多者被述说,但在每一种关系中,它也是相对于某种确定的、在种或在属上同一的东西被述说的。无论如何,如果同一事物既是相等的,又是两倍,又是半数,它固然将被相对于多者述说(因为确实既相对于相等者,又相对于半数,又相对于两倍),但在每一关系中都是相对于某个确定的东西;因为相等者不相对于除相等者以外的任何东西,两倍也不相对于除半数以外的任何东西,而半数始终是作为相对于两倍者。而且,可见之物也不相对于除视觉以外的任何东西。因此,即使同一事物相对于多者,但至少在每种情况下都是相对于某个确定的东西。但如果我们假定一切显现皆为真实,正如论辩所表明的,由此便随之而来一切皆为关系范畴。而如果一切皆为关系范畴,关系物的本性就将不再是确定的;因为同一相等者不仅将相对于相等者,而且在同一方面还将相对于半数,因为一个人声称相等者如十肘相对于十肘,另一个人却声称其关系犹如五肘相对于十肘;以至于一人因其相对于相等者而称之为相等者,另一人却因其所见如此,而把相对于相等者的相等者当作两倍相对于半数来接受。因此,关系物的本性将不再是确定的;在一切其他事物上也是同样。此外,如果持意见者与被持意见者是互为相对而被述说的,如果对于每一存在者而言存在即在于被持意见——由于持意见与被持意见是彼此不同的(因为它们是关系物且互相对立)——如果被持意见者是人,且对它而言被持意见与是人是同一回事(既然它正是在被持意见中具有其存在),那么持意见者就不是人;因为它是不同于被持意见者的。因为按照那些并不主张一切存在者皆为关系范畴、而是保留某种底层实体并将关系物作为其偶性的人的看法,这一困境的解决是简明而容易的。因为这些人可以说,持意见者就其持意见而言,是不同于被持意见者就其被持意见而言的;因为持意见不同于被持意见。因此他说,如果对每一事物而言存在皆在于意见之中,即在于被持意见之中,且它们的生成与实体皆在于此,而对于马而言,其本质并不异于被持意见(因为它的存在正是在于此),对于所有其他存在者亦同样如此(因为说“狗”与说“可持意见之物”毫无分别),而存在者在种上是无限的,那么就其为可持意见之物而言,可持意见之物与被持意见之物在种上也将是无限的;因此,如果被持意见之物是相对于持意见者而被述说的,那么只要被它所持意见之物在种上是无限的,持意见者就将是相对于在种上无限的事物而被述说的。
- 4.81ἄλλως τε δὴ εἰ τὸ δοξάζον καὶ τὸ δοξαζόμενον ... τὸ δοξάζον οὐκ ἔστιν ἄνθρωπος
这是一个由多个条件从句(εἰ...)与插入的原因从句(ἐπεὶ... πρός τι γάρ...)嵌套构成的长句。主句的核心为“τὸ δοξάζον οὐκ ἔστιν ἄνθρωπος”(持意见者便不是人),其前层层叠加了“持意见者与被持意见者互为相对”、“存在在于被持意见之中”以及“被持意见者是人”等假设前提。
- 4.81πρὸς ἄπειρα τῷ εἴδει τὸ δοξάζον
此处省略了动词 λέγεται(或 ἔσται)。承接前面的分句“εἰ οὖν τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται”,需补出谓语动词,句意为“持意见者将相对于在种上无限的事物[被述说]”。
