- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:289.1-290.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德1011b1,阐明对于纯粹为辩论而主张“一切显现皆真实”者,必须添加限定条件以引出万物皆为关系物的后果,随后通过独立于人类意见而发生的事实(如地震、战争等)确立小前提,以此瓦解该主张。
" Ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγκη λέγειν τοῖς μὴ δι’ ἀπορίαν.1" Ὃ λέγει τοῦτό ἐστιν, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, ποίας χρὴ τὰς ἀληθείας τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν ὁμοίως εἶναι ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἅτινα μεταπείσαι ἂν αὐτοὺς ταύτης τῆς δόξης· τοῖς δὲ μὴ διὰ ἀπορίαν ἀλλὰ λόγου χάριν λέγουσι ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προοριζομένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι· τούτου γὰρ χάριν τῆσδε τῆς δόξης προΐστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες· οὐδεὶς γὰρ ἂν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δέ, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσι τὸ μὴ ἁπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερον εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντι, εἴ γε ἐν τῇ σχέσει ἐκείνων τὸ εἶναι ἔχουσιν. εἰ τοίνυν ἡ φύσις τῶν ὄντων ἁπάντων πρός τι, καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὐκ ἔστι τί τινι, ὃ μὴ δοξάζει τις εἶναι.2 ὥστε οὔτε γέγονεν οὔτε ἔσται οὐδὲν μηδενὸς προδοξάσαντος, καὶ ἀνῄρηται τὸ λέγειν “καὶ τὸ δοκηθὲν οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον εὗρε θεός”. οἷς οὖν τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι γίνεται, καὶ τὸ γεγονέναι ἐν τῷ δοξάζεσθαι γεγονέναι· ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίνεται. ἀλλ’ οὐδὲ ὅλως γίνεται τι, εἴ περ μὴ δοξάζεται γίνεσθαι, καὶ ἕκαστον ἕως τότε ἐστίν, ἕως ὅτε δοξάζεται, εἴ γε τὴν ὑπόστασιν ἐν τῇ δόξῃ ἔχει· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ δοξαζόμενα καὶ φαινόμενα κατ’ αὐτούς. δείξας οὖν ὅτι ἐξ ἀνάγκης οἱ τοιοῦτοι πάντα πρός τι ποιοῦσι, πειρᾶται σαλεύειν τὸν λόγον καὶ τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου,3 δεικνὺς ὅτι εἰ μὴ πάντα τὰ ὄντα πρός τι, τουτέστιν ‘εἰ δὲ εἴη τι γεγονὸς ἢ ἐσόμενον ἄνευ τοῦ δοξασθῆναι, οὐκ ἂν εἴη ἅπαντα πρός τι’· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθές. πολλὰ γὰρ γίνονται παρ’ ἐλπίδας καὶ παρ’ ὑπόνοιαν ἀνθρώπων. ἄτοπον γὰρ τὸ λέγειν ὅτι εἰ μὴ προεδόξασεν ὁποιονοῦν οὐκ ἐγίνετο οὔτε δὲ ὁ σεισμὸς οὔτε ὁ κατακλυσμός· ἔδει γάρ, εἰ τοῦτο, μόνοις τοῖς περὶ τούτου προδοξάσασι γίνεσθαι αὐτὰ καὶ τοῖς δοξάζουσι μὴ ἔσεσθαι αὐτὰ μὴ γίνεσθαι. οὐχ οὕτως δὲ ἔχει· οὔτε γὰρ ὁ πόλεμος τοῖς μὲν δοξάζουσι γέγονε, τοῖς δὲ μὴ δοξάζουσιν οὐ γέγονεν, οὔτε ὁ σεισμὸς οὔτε ὁ κατακλυσμός. ἄλλως τε τὰ πρός τι ἅμα τῇ φύσει ὑπάρχουσι † μὴ συναναιρεῖσθαι δὲ τῷ δοξάζοντι τὴν τῶν δοξαζομένων οὐσίαν· οὔτε γὰρ τοῦ γεωμέτρου τελευτήσαντος ἀναιρεῖται τὸ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας.
“然而或许正因如此,对于并非出于困境的人而言有必要说。” 他所说的乃是:对于那些由于陷入关于在一切表象同样显现时应当主张表象具有何种真实性的困境,从而设定一切表象同样皆为真实的人来说,随之而来的荒谬后果是显然的,这些后果本可劝导他们改变这一见解;但对于并非出于困境而是为了辩论而主张这些观点的人而言,正因如此,若他们不愿轻易被驳倒,就必须在他们所言之事上加上我们此前所规定的那些限定条件;因为正是为了这个目的,他们才维护这一见解,而绝非因为他们信以为真(因为没有人会信以为真这类事情)。而且,正如我们此前所说,对于主张这些观点的人而言,随之而来的不是无条件地说每一个表象都是真实的,而是对于这个主体,即对于每个人而言各自特有的表象是真实的。而当他们这样主张时,正如先前也已说过的,随之而来的是把一切事物都归为关系范畴;这对于将存在者的实体归之于持意见者的意见与感知者的感知,并声称显现给每个人的事物皆为真实的人来说是随之而来的,只要存在者是在与那些事物的关联中具有其存在。因此,如果一切存在者的本性都属于关系范畴,且其实存随持意见者的意见、表象与感知而定,那么便没有任何事物是对某人存在而又未被某人持意见认为其存在的。因而,若无人预先持意见认为其存在,便既没有任何事物已经发生,也不会有任何事物将要存在,并且“所思之事未曾实现,未料之事神明辟路”这种说法也将被废除。因此,对于那些存在即在于显现与被持意见的事物来说,其已经发生亦在于被持意见认为已经发生;所以对于不持意见认为某事在发生的人而言,该事也并不发生。甚至于,如果不被持意见认为在发生,根本就没有任何事物在发生,而且只要其存立在于意见之中,每一事物就只存在到其被持意见认知的那个时候;因为按照他们的看法,意见与表象造就了被持意见与被显现的事物。因此,在表明了这类人必然将一切事物归为关系范畴之后,他试图动摇这一论辩并确立该论辩的小前提,指出如果并非一切存在者都属于关系范畴——即“如果存在某种未经被持意见而已经发生或将要存在的事物,那么便并非一切事物都属于关系范畴”——而如果并非一切都属于关系范畴,显现给每个人的事物也就不皆为真实。因为许多事情的发生是出乎人们的期望与揣想的。因为声称若非某人预先持意见认为其存在,地震与洪水就都不会发生,这是荒谬的;因为如果真是如此,就必然是唯独对于预先就此持意见的人这些事才会发生,而对于持意见认为它们不会存在的人则不会发生。但事实并非如此;因为战争既非仅仅对持意见的人发生而对不持意见的人不发生,地震与洪水亦非如此。此外,关系物在自然本性上是同时并存的,但被持意见之物的实体并不随持意见者的消失而一同被消灭;因为几何学家去世之后,三角形具有内角和等于两直角这一事实并不会随之被消灭。
- 4.80ἀνάγκη λέγειν τοῖς μὴ δι’ ἀπορίαν
引文(lemma)的句法结构。无人称表达 ἀνάγκη[ἐστί]统辖与格 τοῖς μὴ δι’ ἀπορίαν 与不定式 λέγειν。该与格既可理解为不定式的逻辑主语(“非出于困境者必须[加以限定地]说”),亦可理解为间接宾语(“[我们]必须对非出于困境者说”)。阿斯克勒庇俄斯在下文的阐释中(τοῖς δὲ μὴ διὰ ἀπορίαν ... διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν ...)表明,正是论辩者自己为了避免被驳倒而不得不添加限定条件来主张。
- 4.80οὐκ ἔστι τί τινι, ὃ μὴ δοξάζει τις εἶναι
在主句 οὐκ ἔστι τί τινι(“对于任何人而言都没有任何事物存在”)中,不定代词 τί 为主语,与格 τινι 为关涉与格。关系从句 ὃ μὴ δοξάζει τις εἶναι(“某人不持意见认为其存在的”)修饰先行词 τί。双重否定与不定代词的结合表达了全称否定后果:若非有人持意见认为其存在,没有任何事物会对任何人存在。
- 4.80τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου
逻辑学术语的句法。此处 λόγος 指假言推论,πρόσληψις 指其“小前提”(针对条件命题所附加的假定前提)。κατασκευάζειν 在逻辑学中意为“论证、确立(前提)”。整句表示“确立推论的小前提”。
