- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:27.18-29.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了巴门尼德如何例外地将火作为动力因、土作为质料因进行对照,并说明由于单纯质料因的不充分,促使阿那克萨哥拉(以及赫尔莫蒂莫斯)将理智引入作为宇宙秩序与善美的原因,兼具动力因与目的因的特征。
" Τῶν μὲν οὖν οὕτως φασκόντων ἓν εἶναι τὸ αἴτιον οὐδενὶ συνέβη συνιδεῖν τὴν τοιαύτην αἰτίαν πλὴν τῷ Παρμενίδῃ." Δύο γὰρ ὑπετίθετο αἴτια πῦρ καὶ γῆν· καὶ διὰ μὲν τοῦ πυρὸς λέγει τὸ ποιητικὸν αἴτιον, διὰ δὲ τῆς γῆς τὸ ὑλικόν. εἰδέναι μέντοι γε χρή, ὅτι διὰ τοῦ ἑνὸς [φησὶν] αἰτίου τὴν τῶν πάντων μίαν ἀρχὴν ἔλεγεν· διὸ καὶ ἀκίνητον αὐτὴν ὑπετίθετο. φυσιολογῶν δὲ ἔλεγε τὸ πῦρ, καὶ διὰ τοῦ πυρὸς ἐδήλου τὸν ἀέρα συγγενῆ ὄντα, διὰ δὲ τῆς γῆς τὸ ὕδωρ. τοῖς δὲ πλείω ποιοῦσι τὰ στοιχεῖα μᾶλλον ἐνδέχεται λέγειν τὸ ποιητικὸν αἴτιον, οἷον τὸ θερμὸν καὶ ψυχρὸν ἢ πῦρ καὶ γῆν· χρῶνται γὰρ ὡς κινητικὴν ἔχοντι τῷ πυρὶ τὴν φύσιν,1 ὕδατι δὲ καὶ γῇ καὶ τοῖς τοιούτοις τοὐναντίον ὑλικῇ. μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς, ὡς οὐχ ἱκανῶν οὐσῶν τῶν τοιούτων ἀρχῶν μόνων γεννῆσαι τὴν τῶν ὄντων φύσιν πάλιν ὑπ’ αὐτῆς τῆς ἀληθείας, ὥσπερ εἴπομεν, ἀναγκαζόμενοι τὴν ἐχομένην ἑτέραν ἐζήτησαν ἀρχήν,2 τουτέστι τὴν ποιητικὴν τοῦ εὖ ἔχειν καὶ καλῶς * * * τὰ μὲν ἔχειν τὰ γινόμενα τῶν ὄντων οὐ θέμις οὔτε πῦρ αἰτιᾶσθαι οὔτε γῆν, ἀλλ’ ἐξηρημένον αἴτιον· οὔτε ἐκείνους τοὺς πρώτους εἰκὸς τοῦτο ὑπολαβεῖν. οἷον καλῶς ἔχει ὁ οὐρανὸς ἀεὶ ὤν· † εἰ δὲ καλῶς, διὰ τί, φησί, λύεται; πάλιν καλῶς ἔχει τὰ ἐν γενέσει διὰ τὸ δεῖν εἶναι καὶ τρύγα διὰ τὴν τοῦ κόσμου, φησί, τελειότητα. οὔτε δὲ δίκαιόν ἐστιν αὐτομάτῳ καὶ τύχῃ τοσοῦτον ἐπιτρέψαι πρᾶγμα, ἀλλὰ θεῷ μόνῳ τῷ διὰ τὴν αὑτοῦ ἀγαθότητα πάντα παραγαγόντι. ὁ μέντοι γε Ἀναξαγόρας νοῦν ἐπέστησεν ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς ζῴοις καὶ ἐν τῇ φύσει καθόλου, καί φησι νοῦν αἴτιον εἶναι τοῦ κόσμου καὶ τῆς τάξεως πάσης καὶ νήφων ἐφάνη παρ’ εἰκῇ λέγοντας, τουτέστι παρὰ μεθύοντας.3 εἶτα ἐν τοῖς κατὰ μέρος πάλιν ᾐτιᾶτο τὰς ὁμοιομερείας. φανερῶς μὲν οὖν ἐκ τῶν φυσικῶν Ἀναξαγόραν ἴσμεν ἁψάμενον τούτων τῶν λόγων καὶ ἐπιστήσαντα νοῦν τῷ παντί. λέγουσι δέ τινες αἴτιον εἶναι τούτου τοῦ δόγματος πρότερον Ἑρμότιμον τὸν Κλαζομένιον. δοκεῖ οὖν καὶ Ἑρμότιμος ὁ πολίτης αὐτοῦ τῆς τοιαύτης αἰτίας μνημονεῦσαι. τάξεως μὲν οὖν μετέχει καὶ ἀκολουθίας τὰ ὄντα καὶ γινόμενα, ἐκείνων δὲ οὐδὲν οἷόν τε τοιαύτης τάξεως αἰτίαν παρασχεῖν, ἀλλ’ οὐδὲ τὸ αὐτόματον εὔλογον τούτων αἰτιᾶσθαι.
“因此,在那些如此主张原因是一的人当中,除了巴门尼德之外,没有谁能够看清这样的原因。” 因为他设定了两个原因:火与土;通过火他指动力原因,通过土则指质料原因。然而应当知道的是,通过单一的原因,他是指万物的单一原理;因此他也将它设定为不可运动的。但在从事自然哲学探究时,他提到了火,并借由火表明了作为同类的气,借由土表明了水。然而,对于那些设定更多元素的人来说,更有可能谈论动力原因,例如热与冷,或火与土;因为他们把火当作具有引发运动本性的东西来使用,相反地把水、土和诸如此类的东西当作具有质料本性的东西。在这些人以及此类原理之后,由于单凭此类原理并不足以产生存在之物的本性,正如我们所说,他们再次被真理本身所迫,去探求紧随其后的另一原理,也就是处于良好和优美状态的动力[原因]……在生成的存在之物处于如此状态的问题上,将原因归咎于火或土都是不合义理的,而应当归于超越的原因;那些最初的哲学家也不大可能这样设想。例如,天界由于永恒而处于优良状态;[反对者]说:如果天界处于优良状态,为什么它会解体呢?[他]又说:生成中的事物之所以处于优良状态,是因为为了宇宙的完满,渣滓也是必然存在的。然而,将如此重大的事情委托给自发和偶然是不正当的,而应当仅仅委托给神,即凭着自身的善产生了万物的神。然而,阿那克萨哥拉在植物、动物以及普遍的自然中确立了理智,声称理智是宇宙和一切秩序的原因,在妄言者即醉汉的对比下,他宛若一个清醒的人。随后,在具体事物上他又归因于同质部分。因此,在自然哲学家中,我们明确知道阿那克萨哥拉着手了这些论说,并将理智确立于万物之上。但有些人说,在此之前克拉佐美奈的赫尔莫蒂莫斯才是这一学说的肇始者。因此,他的同胞赫尔莫蒂莫斯似乎也提及了这样的原因。因此,存在之物和生成之物分有了秩序与连贯,但那些[质料元素]中没有一个能够提供这种秩序的原因,将这些原因归咎于自发也是不合理的。
"Οἱ μὲν οὖν οὕτως ὑπολαμβάνοντες ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν.4" Φησὶν ὅτι οἱ λέγοντες καὶ καλῶς τετάχθαι τὸ πᾶν καὶ πρόοδον εἶναι ἐν τοῖς οὖσι καὶ τελικόν τι ὑποτίθενται καὶ ποιητικόν, ὥσπερ καὶ Ἀριστοτέλης· καὶ τελικὸν γὰρ αἴτιον ὑποτίθεται εἶναι τὸ αὐτὸ καὶ ποιητικόν, ὡς φησι καὶ Ἀλέξανδρος. τελικὸν μὲν οὖν αἴτιον ὑποτίθενται οἱ λέγοντες εὖ τετάχθαι τὸ ὄν· ἕκαστον γὰρ τῶν ὄντων τοῦ οἰκείου ἀγαθοῦ ἐφιέμενον καὶ τοῦ οἰκείου τέλους σπεύδει ἐξομοιωθῆναι ὡς δυνατὸν τῷ παραγαγόντι· καὶ διὰ τοῦτό φασι τὸ πᾶν καλῶς τετάχθαι. διὸ φησι “τἀγαθὸν οὗ πάντα ἐφίεται.” πάλιν δὲ οἱ ὑποτιθέμενοι εἶναι πρόοδον ἐν τοῖς οὖσι λέγουσιν εἶναι ποιητικὸν αἴτιον. ἡ γὰρ τάξις τῆς προόδου οὐκ ἀπὸ ταὐτομάτου, ὡς προϊὼν ἐρεῖ, ὅτι καθάπερ ἡ τάξις ἡ ἐν τῷ στρατοπέδῳ οὐκ ἀπὸ ταὐτομάτου παραγίνεται, ἀλλ’ ἀπὸ τοῦ στρατηγοῦ, οὕτω καὶ ἡ πρόοδος καὶ ἡ τάξις τῶν ὄντων οὐκ ἀπὸ ταὐτομάτου παραγέγονεν, ἀλλ’ ἀπὸ τοῦ πρώτου αἰτίου. οὗτοι οὖν ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν ἔθεντο (τοιοῦτος γὰρ ὁ νοῦς), καὶ τὴν τοιαύτην κίνησιν τὴν εὔτακτον ἐνυπάρχειν τοῖς οὖσι, τὴν ἐπὶ τὸ εὖ ἄγουσαν, ἐκ τῆς αἰτίας δηλονότι τῆς ποιητικῆς. τὴν γὰρ τοῦ καλῶς κινεῖσθαί τε καὶ γίνεσθαι, οὐ τὴν τοῦ μόνον γίνεσθαί τε καὶ κινεῖσθαι αἰτίαν ἀρχὴν ἔθεντο· τοιοῦτος γὰρ ὁ νοῦς.
“因此,那些这样理解的人,同时也把善美的原因设定为存在之物的原理。” 他说,那些声称全体被良好地安排且存在之物中有进程的人,设定了某种目的因和动力因,正如亚里士多德一样;因为正如亚历山大所说,他把目的原因与动力原因设定为同一的。因此,声称存在被良好安排的人设定了目的原因;因为每一个存在之物都渴求自身特有的善和特有的目的,并竭力尽可能地相似于产生它的存在;正因如此,他们宣称全体被良好地安排。因此他说:“万物所渴求的善。”另一方面,那些假定存在之物中有进程的人,则声称存在动力原因。因为进程的秩序并非来自自发,正如他在推进论述时所说:正如军队中的秩序不是自发形成的,而是来自将领,同样,存在之物的进程与秩序也不是自发形成的,而是来自第一原因。因此,这些人在动力原因的同时,也将生成之物良好且有秩序地生成的原理和原因确立了下来(因为理智就是这样的),并且那引向良好状态的有序运动,显然是由于动力原因而内在于存在之物的。因为他们所设定的原理,是良好地运动与生成的原因,而不仅是生成与运动的原因;因为理智就是这样的。
- 1.33χρῶνται γὰρ ὡς κινητικὴν ἔχοντι τῷ πυρὶ τὴν φύσιν
分词 ἔχοντι 与由 χρῶνται 支配的与格宾语 τῷ πυρὶ 一致,连同 ὡς 一起表示对待方式(“作为具有引发运动本性的东西”)。τὴν φύσιν 是 ἔχοντι 的直接宾语,κινητικήν 则是其宾语补足成分(谓语性宾格)。
- 1.33ἀναγκαζόμενοι τὴν ἐχομένην ἑτέραν ἐζήτησαν ἀρχήν
τὴν ἐχομένην 为中被动态现在分词,作形容词用,意为“紧邻的”或“紧随其后的”,修饰 ἑτέραν ἀρχήν,指在质料原理之后接续被发现的动力因/目的因原理。
- 1.33καὶ νήφων ἐφάνη παρ’ εἰκῇ λέγοντας, τουτέστι παρὰ μεθύοντας
παρά 支配宾格(εἰκῇ λέγοντας / μεθύοντας)表示比较,意为“与妄言者(醉酒者)相比”。这是注解者对亚里士多德原文(984b17–18)的转述与解释。
- 1.34ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν
在亚里士多德的引文中,ἅμα 是副词,意为“同时[在设立动力因的同时]”。注解者在正文中将其阐发为 ἅμα τῇ ποιητικῇ αἰτίᾳ(与动力原因同时),指明理智概念同时兼具了动力因与目的因。
