- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:287.26-288.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯引用亚历山大对亚里士多德文本(1011a28)的注释,补出被省略的主句(“回应是容易的”),并详述触觉、视觉与味觉的相互矛盾事例,以及为避免自相矛盾而必须附加的四项限定条件(对谁、何时、在何方面、以何方式)。
" Ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάντα ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ." Ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον. λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις· ἔξωθεν γὰρ αὐτὸ προσυπακουστέον·1 πρὸς δὲ τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάντα ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ ῥᾳδία ἡ ἀπάντησις· ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι πάντα ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ. καὶ διὰ τί τοῦτο, ἐπιφέρει. οὔτε γὰρ πᾶσι τὰ αὐτὰ φαίνεται· διὰ τοῦτο γὰρ ἠξίου προστιθέναι τοὺς ἐρίζοντας τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ ᾧ φαίνεται [προστίθεσθαι]· οὔτε ἀεὶ τῷ αὐτῷ ταὐτὰ περὶ τοῦ αὐτοῦ, διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ὅτε φαίνεται. πολλάκις δὲ καὶ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον· διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ᾗ τε καὶ ὥς. πῶς δὲ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον φαίνεταί τινα, δεικνὺς παρέθετο τὴν ἁφήν· ἡ μὲν γὰρ ἁφὴ δύο λέγει τοὺς ἐναλλὰξ δακτύλους, ἡ δὲ ὄψις ἕνα. τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι 〈τῶν〉 φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ,2 ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φανταστὰ ἀληθῆ τε καὶ ψευδῆ, τῶν αὐτῶν καὶ τοιούτων καὶ οὐ τοιούτων φαινομένων. εἰπὼν δὲ καὶ δείξας, πῶς ἀκολουθεῖ αὐτοῖς πάντα ὁμοίως λέγειν ψευδῆ τε καὶ ἀληθῆ ἁπλῶς λέγουσι πᾶν τὸ φαινόμενον ἀληθές, οὔτε γάρ 〈φησί〉 πᾶσι τὰ αὐτὰ φαίνεται, ἀλλὰ 〈τὰ〉 τοῖσδε φαινόμενα ἀληθῆ τοῖσδε ψευδῆ φαίνεται, οὔτε [γὰρ] τῷ αὐτῷ ἀεὶ τὰ αὐτὰ ἀλλὰ καὶ ἐναντία, ὡς ἐπὶ τοῦ μέλιτος καὶ τοῦ νοσοῦντος, πολλάκις καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οὗ σημεῖον παρέθετο τὸ ἐπὶ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως· ὃ γὰρ τῇ ὄψει ἓν φαίνεται, τοῦτο τῇ ἁφῇ πλείονα φαίνεται κατὰ τῶν δακτύλων τῶν διαφερόντων ἐπιβολὴν ἐπ’ αὐτό· ὅσοι γὰρ οἱ ἁπτόμενοι δάκτυλοι καὶ ὁσάκις ἅπτονται, τοσαῦτα φαίνεται εἶναι κἀκεῖνο οὗ ἅπτονται, ἓν φαινόμενον τῇ ὄψει. δύναται καὶ ἑνός τινος ὄντος καὶ συνεχοῦς τῇ ἁφῇ τοῦτο δο〈κεῖν πολλὰ ἐν τῇ παρὰ μέρος ἐπιβολῇ τῶν δακτύλων〉 κἂν τὸ μὲν αὐτοῦ μανὸν ᾖ τὸ δὲ σκληρόν τε καὶ πυκνόν, καὶ τὸ μὲν τραχὺ τὸ δὲ λεῖον, ἅπτηται δέ τις μὴ ὁρῶν, ἄλλοτε ἄλλῃ μεταφέρων τοὺς δακτύλους. δύναται τὴν ἐπάλλαξιν τῶν δακτύλων λέγειν τὴν πρὸς ἀλλήλους περιπλοκήν· οἱ γὰρ περιπεπλεγμένοι ἀλλήλοις δάκτυλοι τῇ μὲν ὄψει εἷς φαίνονται, τῇ δὲ ἁφῇ πολλοί. ἔστι δὲ τοῦτο φανερώτερον δεῖξαι ἐπὶ ὄψεως καὶ γεύσεως, εἰ τῇ μὲν ὄψει φαίνοιτο μέλι διὰ τὸ χρῶμά τι εἶναι ξανθόν, τῇ δὲ γεύσει χολὴ διὰ τὸ πικρόν. δείξας δὲ ταῦτα ἑπόμενα τοῖς οὕτω λέγουσιν ἑξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπεν αὐτὸς πρὸ ὀλίγου λέγων δεῖν τούτους προστιθέναι τῇ λεγούσῃ δόξῃ πᾶν τὸ φαινόμενον εἶναι ἀληθὲς τοὺς βουλομένους διαφεύγειν τὸν ἐν τοῖς λόγοις ἔλεγχον· οὐκέτι γάρ, εἰ ταῦτα εἴη προσκείμενα τῇ ἀληθεῖ φαντασίᾳ, συμβαίνει τὰ προειρημένα ἄτοπα. τοῦτο γὰρ λέγει διὰ τοῦ ἀλλ’ οὐ τῇ γε αὐτῇ αἰσθήσει καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μετὰ τούτων τῶν διορισμῶν ἡ φαντασία ἀληθὴς λέγοιτο, οὐκέτ’ ἂν ἕποιτο τὸ πᾶσαν φαντασίαν ὁμοίως ἀληθῆ τε εἶναι καὶ ψευδῆ· ἡ γὰρ μετὰ τῶν εἰρημένων διορισμῶν ἀληθὴς ἂν εἴη δεικνυμένη. ἃ εἰπὼν ἐπιφέρει
“既然针对那些由于很久以前所述原因声称显现之物为真实,并且由此一切事物同样既是虚假的又是真实的人。” 阿佛洛狄西亚的亚历山大是这样解释这一段落的。他[亚里士多德]是在论及那些由于陷入困境而采取这一主张的人,他也曾说这些人较为温和,需要的是提醒与教导,而非反驳。在措辞中缺少了“回应是容易的”;因为必须从外部补充理解这一点:“针对那些由于很久以前所述原因声称显现之物为真实,并且由此一切事物同样既是虚假的又是真实的人,回应是容易的。”因为在他们看来,一切事物同样既是真实的又是虚假的这一结论是随之而来的。至于为何如此,他接着补充道。因为既非同样的事物显现给所有人;正是为此,他要求那些争辩者在“一切显现之物皆为真实”上补上“对谁显现”。也非对于同一个人关于同一事物总是显现出同样的事物;因此他又要求补上“显现之时”。并且往往在同一时间甚至显现出相反的事物;因此他又要求补上“在何方面以及以何方式”。在表明某些事物如何在同一时间显现为相反之物时,他援引了触觉;因为触觉说交错的手指是两只,而视觉则说是一只。因为由既非同样的事物显现给所有人,亦非对于同样的人总是显现出同样的事物,亦非在同样显现之物中更认为这一些是真实的而那一些是虚假的,便随之而来的是一切显现之物同样变成既是真实的又是虚假的,因为同样的事物显现为既是如此的又不是如此的。他在说明并表明了对于那些无条件声称一切显现之物皆为真实的人而言,如何随之而来的是同样把一切事物说成既是虚假的又是真实的——因为他说,既非同样的事物显现给所有人,而是对这些人显现为真实的对那些人显现为虚假的,亦非对同一个人总是显现为同样的事物,反倒显现为相反之物,正如在蜂蜜与病人那里一样,而且往往在同一时间——作为对此的表征,他援引了触觉与视觉的例子。因为视觉显现为一的事物,由于不同手指在其上的施加,对触觉显现为多数;因为触碰的手指有多少,触碰了多少次,那个被触碰的事物(虽对视觉显现为一)也就显现为有多少。即使某个事物是一且连续的,也有可能在逐次施加手指时对触觉显得是多数,即便它的一部分是稀疏的而另一部分是坚硬且致密的,一部分是粗糙的而另一部分是光滑的,而有人在看不见的情况下,时而在此、时而在彼移动手指进行触碰。他完全可能把手指的交错说成是彼此的缠绕;因为彼此缠绕的手指对视觉显现为一只,对触觉却显现为多数。而在视觉与味觉上可以更清楚地表明这一点,如果对视觉由于颜色发黄而显现为蜂蜜,而对味觉由于苦味显现为胆汁的话。在表明了这些后果随之降临到这样主张的人身上之后,他紧接着补充了各项限定条件;他自己不久前曾说过,那些希望在论辩中逃避反驳的人必须把这些限定条件补充到主张一切显现之物皆为真实的见解中。因为如果这些条件被附加于真实的表象之上,前述荒谬之事便不再发生。因为他通过“但至少并非出于同一感觉、在同一方面、以同一方式且在同一时间”所表达的正是此意。因为如果表象是在这些限定条件之下被称为真实的,那么每一表象同样既是真实的又是虚假的这一结论便不再随之而来;因为带有上述限定条件的[表象]将被证明是真实的。说了这些之后,他接着补充道:
- 4.79ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις· ἔξωθεν γὰρ αὐτὸ προσυπακουστέον·
亚里士多德的原句(Ἐπεὶ πρός γε τοὺς...)以原因从句(ἐπεί...)开头,缺少主句,属于语法上的破格现象(anacoluthon)。注疏者以动词 ἐνδεῖ(“缺少”)搭配与格 τῇ λέξει(“在措辞中”),并以带定冠词的引用短语 τὸ ῥᾳδία ἡ ἀπάντησις(“回应是容易的”)作主语,明确指出了必须从外部补充理解的主句内容。
- 4.79τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι... ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φανταστὰ ἀληθῆ τε καὶ ψευδῆ
带定冠词不定式与格短语 τῷ ... φαίνεσθαι ... μήτε ... μὴ μᾶλλόν τε ἡγεῖσθαι 表示原因,修饰主要动词 ἕπεται(“随之而来”),其主语则是宾格不定式短语 τὸ πάντα ὁμοίως γίνεσθαι...(“一切被表象之物都变成……”),构成了一个长大的因果承接结构。
