← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§286.35-287.25

交叉手指的错觉与对相对主义的反驳

注解者根据亚里士多德(1011a28),举出交叉手指产生错觉的例证,指出对立的感觉显现并非发生在同一感觉、方面和时间中,以此驳斥普罗泰戈拉派的相对主义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.78

" Ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι 〈πρὸς〉 τοὺς λέγοντας διὰ τὰς πάλαι αἰτίας ἅπαν τὸ φαινόμενον εἶναι ἀληθές, ἐπειδὴ 〈ὃ〉 ἐδόκει ἑκάστῳ, τοῦτο καὶ ἔστιν ἀληθές, καὶ τῷ μὲν ἰκτεριῶντι πικρὸν δοκεῖ, τῷ δὲ ὑγιαίνοντι γλυκύ, καὶ λέγουσιν ἀμφότεροι ὅτι ἑκάτερος ἀληθεύομεν, καὶ διὰ τοῦτο ἕπεται τῇ δόξῃ αὐτῶν πάντα ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ· οὔτε γὰρ ἅπασι τὰ αὐτὰ φαίνονται, ὡς διὰ πλειόνων ἐπιχειρημάτων ἐδείξαμεν, οὔτε αἰεὶ τῷ αὐτῷ τὰ αὐτά, ἀλλὰ ἐναλλάττεται καὶ παρὰ τὴν ἐναλλαγὴν τῶν αἰσθήσεων καὶ τῶν αἰσθητηρίων καὶ τὴν τῶν μορίων διαφοράν, ὡς ἀνωτέρω εἰρήκαμεν. ἀλλὰ πολλάκις τὰ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον· ἡ μὲν 〈γὰρ〉 ἁφὴ δύο λέγει εἶναι τοὺς δακτύλους, ἡνίκα τὸν ἕτερον τῷ ἑτέρῳ ἐπιπλέξωμεν, ἡ δὲ ὄψις μὴ ὁρῶσα τὸν ὑποκάτω ἕνα ὑπολαμβάνει εἶναι δάκτυλον, ἐπειδὴ κρύπτεται ὑπὸ τοῦ ἐπάνω ὁ κάτωθεν. ἀλλ’ οὐ τῇ αὐτῇ αἰσθήσει, ὡς εἴρηται, ἀλλὰ ἄλλῃ καὶ ἄλλῃ, τῇ ὄψει καὶ τῇ ἁφῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ·1 ἐπὰν γὰρ μετάθεσις τοῦ σχήματος γένηται, ἤγουν λοξοτέραν τὴν ὄψιν ἐκπέμψωμεν, ἤγουν ἐν ἄλλῳ χρόνῳ θεασώμεθα διαλελυμένους τοὺς δακτύλους, ἐφιστάνει καὶ ἡ ὄψις ὅτι δύο· ὥστε τοῦτο ἀληθὲς τὸ εἶναι δύο δακτύλους καὶ οὐχ ἕνα. διαψεύδεται ἄρα ἡ ὄψις τοῦ εἶναι ἕνα δάκτυλον2 (διὸ ἐπιστήσασα οὐκέτι λέγει), ἡ δὲ ἁφὴ τιθεμένη δύο ἀληθεύει· ὥστε ἐστὶν ὡρισμένη φύσις τῶν πραγμάτων. διό φησιν ὥστε τοῦτο ἂν εἴη ἀληθὲς τὸ λέγειν δύο εἶναι τοὺς δακτύλους. ἀκριβῶς οὖν, ὡς ἀνωτέρω εἴρηται, τὴν δόξαν αὐτῶν ἐνδείκνυται καὶ τὴν ἀναίδειαν τῆς θέσεως αὐτῶν· πῶς γὰρ οὐκ ἄτοπον τὸ αὐτὸ πρᾶγμα τῷ αὐτῷ ἀνθρώπῳ ἐν τῷ αὐτῷ χρόνῳ πικρόν τε καὶ γλυκὺ λέγειν εἶναι ἀληθῶς, ἐπεὶ ἄλλῃ μὲν αἰσθήσει οὕτως ἄλλῃ δὲ οὕτως φαίνεται, καὶ λευκόν τε καὶ φαιόν, εἰ ὁ μὲν ὑγιαίνοι τοὺς ὀφθαλμούς, ὁ δὲ νοσοῖ; ἀνόμοια γὰρ αὐτοῖς οὕτως ἔσται· καὶ ἅμα ὅτι γίνονται πάντα τὰ ὄντα πρός τι δείκνυσιν.

“既然针对那些由于很久以前所述原因[而如此主张]的人。” 他所说的是这意思:即[他是针对]那些由于很久以前所述原因声称一切显现之物皆为真实的人[而论说的],因为对每个人显得如此的,这也就是真实的;并且对患黄疸的人显得是苦的,对健康的人显得是甜的,双方都说“我们各自都说得真实”,并且由此在他们的见解中随之而来的是一切事物同样既是虚假的又是真实的。因为既非对所有人显现为相同的事物,正如我们通过若干论据所表明的那样,也非对同一个人总是显现为相同的事物,而是正如我们上面所说,既随着感觉和感觉器官的交替而变化,也随着部分的不同而变化。 然而,往往在同一时间显现出相反的事物。因为当我们把一只手指与另一只手指交错缠绕时,触觉说是两只手指,而视觉由于看不到下面那只,便认为是一只手指,因为下面那只被上面那只遮蔽了。 但正如所言,这并非出于同一种感觉,而是出于不同的感觉,即视觉与触觉,并且[并非出于同一种感觉]在同一方面、以同一方式且在同一时间[显现]。因为一旦构型发生改变,即我们以更倾斜的角度投出视线,或者在另一时间观看解开的手指,视觉也会觉察到是两只。因此,手指是两只而不是一只,这一点是真实的。于是,视觉就其为一只手指而言受到了欺骗(因此在觉察之后就不再这样说了),而断定为两只的触觉则说了真话;因此事物具有确定的本性。因此他说:“所以说手指是两只,这才是真实的。” 因此,正如上面所言,他准确地指出了他们的见解以及他们论题的无耻。因为,难道把同一事物对同一个人在同一时间真实地既说是苦的又说是甜的——因为对一种感觉显现为这样,对另一种感觉显现为那样——并且如果一人眼睛健康而另一人患病,就说[同一事物]既是白的又是灰的,这不是荒谬的吗?因为这样一来,事物对他们而言将是不同的;同时他也表明,一切存在者都变成了相对的。

语法注2 条
  1. 4.78ἀλλ’ οὐ τῇ αὐτῇ αἰσθήσει, ὡς εἴρηται, ἀλλὰ ἄλλῃ καὶ ἄλλῃ, τῇ ὄψει καὶ τῇ ἁφῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ

    否定词 οὐ 不仅支配紧随其后的与格短语 τῇ αὐτῇ αἰσθήσει,而且承袭亚里士多德原文(1011a31–32)的句法,同样延伸至后文的 καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ,构成并列否定:“并非出于同一种感觉……也不是在同一方面、以同一方式且在同一时间[显现]”。

  2. 4.78διαψεύδεται ἄρα ἡ ὄψις τοῦ εἶναι ἕνα δάκτυλον

    动词 διαψεύδομαι(受欺骗、误判)带冠词性属格不定式短语 τοῦ εἶναι ἕνα δάκτυλον 作补足语。此处的属格表示误判或受欺的对象/范畴,意为“就其为一只手指而言受到了欺骗”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:286.35-287.25