- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:285.12-286.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了1011a13–21,区分了真正陷入困惑者与仅在论辩中寻求强力并肯定矛盾者,并指出若要为普罗泰戈拉派的立场辩护,就必须补充关于显现之诸条件(对谁、何时、在何种方面及方式下显现)的限定。
" Οὗτοι μὲν οὖν ῥᾳδίως ἄν τοῦτο πεισθεῖεν." Ἀποροῦντες μόνον ῥᾳδίως ἂν πεισθεῖεν, ἐπειγομένης αὐτοῖς τῆς ἀπορίας·1 ἴσασι γὰρ ὅτι καὶ ὡς ἡμεῖς ἐλέγομεν, ὁ δὲ παρὰ τῶν Πρωταγορείων λόγος ταράττει αὐτούς· διό φησιν ἔστι γὰρ οὐ χαλεπὸν τὸ λαβεῖν καὶ λῦσαι τὰς ἀπορίας αὐτῶν. οἱ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες καὶ λέγοντες ὅτι ἀδύνατον ἄλλως εἶναι (πᾶς γὰρ ὁ λέγων ἀληθῆ λέγει, ἐπειδὴ οὕτως ἔχει ἡ φύσις τῶν πραγμάτων, καθάπερ φασὶν οἱ ἄθεοι Μανιχαῖοι) οἱ οὖν τοιοῦτοι ἀδύνατόν τι ζητοῦσι· βούλονται γὰρ πεσεῖν εἰς ἀντίφασιν2 καὶ ἐναντία ἑαυτοῖς εἰπεῖν, καὶ οὕτως δυσωπηθῆναι μετὰ τὸν ἔλεγχον. φερόμενοι οὖν εἰς ἀντίφασιν ἐροῦσι πάλιν ὅτι καὶ ἡμεῖς αὐτὸ τοῦτό φαμεν, ὅτι ἡ ἀντίφασις συναληθεύει, καὶ οὐδὲν ἄτοπον δεδώκαμεν. πῶς οὖν δυνατόν ἐστι τοὺς τοιούτους διελέγχειν; διό φησιν ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν εὐθὺς ἐναντία λέγοντες. εἰ οὖν μή ἐστι πάντα πρός τι, ὡς ὁ λόγος ἔδειξε καὶ δείξει, ἀλλ’ ἔνια ὑπάρχει αὐτὰ καθ’ αὑτά, ὡς ἄνθρωπος ἵππος καὶ πᾶσα οὐσία, οὐκ ἂν εἴη ἅπαν τὸ φαινόμενον ἀληθές, καθάπερ φασὶν οἱ Πρωταγόρειοι. τὸ γὰρ φαινόμενόν τινί ἐστι φαινόμενον· ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ ἅπαντα ποιεῖ τὰ ὄντα πρός τι, ἐπειδὴ οὐκ ἔστιν † ὡς φαίνονται, ἀλλὰ πρὸς τὴν δόκησιν μέν ἐστι τουτέστι λευκόν, πρὸς δὲ τήνδε οὔ μέλαν· ὥστε πρός τί ἐστι πρὸς ἄλλο καὶ ἄλλο. πάντα οὖν πρός τι ὑπάρχουσι κατ’ αὐτούς.
“因此,这些人很容易被说服接受这一点。” 仅仅陷入困惑的人,由于困惑正紧逼着他们,很容易被说服;因为他们知道事情也正如我们所说的那样,但来自普罗泰戈拉派的论辩困扰着他们。因此他说:因为要把握并解决他们的困惑并不是困难的事。然而,那些只在论辩中寻求强力、并说事情不可能不是这样的人(因为每一个说话的人都说得真实,既然事物的本性就是如此,正如不敬神的摩尼教徒所言)——这样的人所寻求的乃是不可能之事。因为他们想要陷入矛盾并自相矛盾地说出对立之言,从而在被驳斥之后感到羞愧。因此,即便被逼入矛盾,他们也会反过来说:“我们自己主张的也正是这一点,即矛盾双方同时为真,而我们并没有承认任何荒谬。”既然如此,怎么可能彻底驳斥这样的人呢?因此他说:因为他们要求说出对立之言,却立即自己说着对立之言。因此,如果并非一切事物都是相对的——正如论证已经表明并且还将表明的那样——而是有一些事物作为自身而自存,如人、马和一切实体,那么绝不可能一切显现之物都是真实的,如普罗泰戈拉派所言。因为显现之物乃是对某人而言的显现之物;因此,声称一切显现之物皆为真实的人,就把一切存在者都变成了相对的,因为事物并非如其显现的那样存在,而是相对于这种看法它是某种东西(即白),相对于另一种看法它却并非如此(黑);从而它是相对于这一个又相对于那一个。因此,按照他们的说法,一切事物都作为相对物而存在。
"Διὸ καὶ φυλακτέον τοῖς τὴν βίαν ἐν τῷ λόγῳ ζητοῦσιν." Ἐντεῦθεν ὥσπερ ἀκριβεστέραν αὐτὴν ἑαυτῆς βούλεται ποιῆσαι τὴν δόξαν τὴν τοῦ Πρωταγόρου, καί φησιν ὅτι ἔδει ταῦτα παραφυλάττεσθαι τοῖς τὴν βίαν ἐν τῷ λόγῳ ζητοῦσι3 καὶ μὴ πειθομένοις μήτε δὲ ἀποροῦσιν, ἀλλὰ λέγουσιν ὅτι οὕτως ἔχει ἡ φύσις τῶν πραγμάτων, καθάπερ ἀνωτέρω εἰρήκαμεν, πρὸς τούτοις δὲ καὶ ὑπέχειν καὶ διδόναι λόγον ἀξιοῦσι, περὶ ὧν λέγουσι. τοῦτο οὖν δεῖ αὐτοὺς προσθεῖναι τῇ δόξῃ αὐτῶν καὶ παραφυλάξασθαι, ὅτι οὐ τὸ φαινόμενον ἁπλῶς ἐστιν, ἀλλὰ τὸ φαινόμενόν τινι φαίνεται. τοῦτο ἔστιν ἀληθές· τῷ γὰρ ἰκτεριῶντι πικρὸν φαίνεται τὸ μέλι, καὶ ἀληθῶς αὐτῷ φαίνεται πικρόν, εἰ καὶ μὴ οὕτως ἔχει, καὶ πάλιν τῷ ὑγραινομένῳ ὀφθαλμῷ ἐν τῷ λύχνῳ ἶρις φαίνεται· ἡ δὲ αἰτία εἴρηται ἐν τοῖς Μετεώροις. δεῖ οὖν προσθεῖναι καὶ ὅτε φαίνεται (οὔτε γὰρ ἀεὶ τῷ ἰκτεριῶντι πικρὸν φαίνεται· ἐὰν γοῦν ὑγιάνῃ, γλυκὺ αὐτῷ φαίνεται), καὶ ᾗ (ἀντὶ τοῦ καὶ καθὸ) αὐτῷ φαίνεται,4 καὶ ὥς, τουτέστιν ὁ τρόπος καθ’ ὃν αὐτῷ φαίνεται. ἐὰν γὰρ βούλωνται ἀπολογεῖσθαι ὑπὲρ τῆς δόξης αὐτῶν καὶ ὑπέχειν λόγον, μὴ οὕτως δὲ ὑπέχωσιν, ὥσπερ εἰρήκαμεν, εἰ καὶ οὕτως ἐλέγχονται, ὡς εἰρήκαμεν, ἀλλὰ μᾶλλον ἐκείνως, ὥσπερ φησί, συμβήσεται αὐτοὺς ταχὺ τὰ ἐναντία λέγειν· εἰ ἁπλῶς οὕτως φῶσιν, ὅτι πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθές, καὶ πᾶς ὁ λέγων ἀληθῆ λέγει, συμβήσεται καὶ πάντα ψεύδεσθαι. εἰ γὰρ οὗτος εἴποι τόνδε εἶναι ἄνθρωπον, ἄλλος δὲ ἵππον, ἀμφότεροι ἀληθεύουσιν, ὡς φατε· οὐ συμφωνοῦσι δὲ ἀλλήλοις, καὶ ἀμφότεροι ἄρα ψεύδονται. ὥστε καλῶς εἴρηται ὅτι ἐὰν οὕτως εἴπωσι, ταχὺ ἐναντία ἑαυτοῖς καὶ μὴ βουλόμενοι ἀναγκάζονται λέγειν. διό φησιν ἐνδέχεται γὰρ τῷ αὐτῷ κατὰ μὲν τὴν ὄψιν μέλι φαίνεσθαι, ὡς εἴρηται ἐν τῇ Περὶ ψυχῆς· συνενεργεῖς ἀεὶ γάρ ποτε ἅμα αἱ δύο αὗται αἰσθήσεις, ἡ γεῦσίς φημι καὶ ἡ ὄψις, καὶ ἔγνω ἡ ὄψις ἐκ τῆς γεύσεως ὅτι τὸ μέλι ξανθὸν ὑπάρχον γλυκύ ἐστιν. ἐθεάσατο οὖν αὐτὴ καθ’ αὑτὴν χρῶμα ξανθόν, καὶ ὑπέλαβεν αὐτὸ ἐκ τοῦ μέλιτος ἀπατηθεῖσα ὅτι γλυκύ ἐστιν, οἷον χολὴν πικρὰν οὖσαν. διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἐνδέχεται γὰρ τῷ αὐτῷ κατὰ μὲν τὴν ὄψιν μέλι φαίνεσθαι, τῇ δὲ γεύσει τὸ ἐναντίον πικρόν· ὥστε ἐναντία δοξάζουσι. πῶς δὲ δυνατόν ἐστι τοὺς ἐναντία δοξάζοντας ἀληθεύειν; πάλιν δὲ καὶ τοῖν ὀφθαλμοῖν δυοῖν ὄντοιν μὴ τὰ αὐτὰ φαίνεσθαι ἑκατέρᾳ τῇ ὄψει, ἐὰν ὑπάρχωσιν ἀνόμοιοι, καὶ ὁ μὲν εἴη ὑγρὸς ὁ δὲ ὑγιής. τοῦτο δὲ ὑπομένει, ὥς φησι καὶ ὁ ἡμέτερος φιλόσοφος· τὸν γὰρ ἀριστερὸν ὑγρὸν ἔχει καί φησιν ὅτι ἐν τῷ λύχνῳ ἐν μὲν τῷ ἀριστερῷ ὁρῶ ἶριν, ἐν δὲ τῷ δεξιῷ οὐχ ὁρῶ διὰ τὸ ἀπηλλάχθαι αὐτὸν ὑγρότητος.
“因此,那些在论辩中寻求强力的人也必须防范。” 从这里起,他想要使普罗泰戈拉的见解仿佛比其自身更为严谨,并且说:对于那些在论辩中寻求强力、既不被说服也不陷入困惑,而是如我们上面所说声称事物的本性就是如此,并且此外还要求对自己所言承担并给出说明的人,他们本应注意防范这些。因此他们应当把这一点添加到他们的见解中并加以防范:并非显现之物单凭自身存在,而是对某人显现之物显现出来。这是真实的;因为对患黄疸的人来说蜂蜜显得是苦的,并且尽管实际情况并非如此,对他来说确实真实地显得是苦的;再者,对湿润的眼睛来说,灯周围显得有彩虹(其原因已在《气象学》中述及)。因此还必须补充“何时显现”(因为对患黄疸的人而言并非总是显得是苦的;至少如果他康复了,对他而言就显得是甜的),以及“在何种方面”(ᾗ,代替 καὶ καθὸ)对他显现,以及“如何”(ὥς),也就是以何种方式对他显现。因为如果他们想要为自己的见解辩护并承担说明,却不如我们所言的那样承担——即便这样也会如我们所言被驳斥——而是宁可采取如他所言的那种方式,他们很快就会落得说出相反之言的下场。如果他们单凭自身就这样断言,一切显现之物皆为真实,并且每一个说话的人都说得真实,那么一切皆为虚假这一定论也将随之而来。因为如果这个人说这是人,另一个人说是马,按照你们的说法,两人都说了真话;但他们彼此并不一致,因此两人也都说了假话。因此正如所恰当言及的,如果他们这样说,即使不情愿,他们也将很快被迫自相矛盾地说出对立之言。因此他说:因为对同一个人来说,在视觉上完全可能显得是蜂蜜(正如在《论灵魂》中所说;因为这两种感觉,即味觉和视觉,总是在一起协同作用,视觉从味觉中得知蜂蜜是黄色的且是甜的。于是视觉凭自身观看了黄色,受蜂蜜欺骗而认为它——例如苦的胆汁——是甜的)。正因如此,亚里士多德说,对同一个人来说,在视觉上完全可能显得是蜂蜜,在味觉上却相反显得是苦的;以至于他们持有相反的意见。然而,持有相反意见的人怎么可能说得真实呢?再者,“既然有两只眼睛,如果它们不相同,一只湿润而另一只健康,那么对于各自的视力完全可能不显现出相同的事物”。正如我们的哲学家所说,他也承受着这种情况;因为他的左眼是湿润的,并且说:“在灯周围,我用左眼看到了彩虹,但用右眼却看不到,因为右眼脱离了湿气。”
- 4.76ἐπειγομένης αὐτοῖς τῆς ἀπορίας
由名词 ἀπορίας 和现在分词 ἐπειγομένης 构成的属格绝对结构。与格代词 αὐτοῖς 依附于分词 ἐπειγομένης,表达原因或伴随情况,即“困惑正紧逼着他们”。
- 4.76βούλονται γὰρ πεσεῖν εἰς ἀντίφασιν
主要动词 βούλονται 支配三个并列的不定式 πεσεῖν、εἰπεῖν 和 δυσωπηθῆναι。这并非指对手字面上渴望陷入矛盾,而是一种带有反讽意味的后果性表达,借以揭示好辩对手的固执立场及其逻辑归宿。
- 4.77ἔδει ταῦτα παραφυλάττεσθαι τοῖς τὴν βίαν ἐν τῷ λόγῳ ζητοῦσι
非人称动词 ἔδει 支配中动不定式 παραφυλάττεσθαι,其语义上的主语由与格短语 τοῖς... ζητοῦσι 承担,整个结构意为“那些在论辩中寻求强力的人本应注意防范这些”。
- 4.77ᾗ (ἀντὶ τοῦ καὶ καθὸ) αὐτῷ φαίνεται
关系副词 ᾗ(在何种方面)在此处被注释家以 ἀντὶ τοῦ καὶ καθὸ(代替并释为 καθὸ)直接加以训诂。
