← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§284.8-285.11

判定标准的诘难与第一原理的自明性

在1011a3处,亚里士多德探讨了关于由谁来判定相互冲突的感觉(如蜂蜜的味道或是否患病)的怀疑论难题,驳斥这种要求证明的做法如同质疑“当前是否醒着”一样荒谬,并指出第一原理本身无需也不能被证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.75

" Εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων.1" Ἐντεῦθεν ἕτερον ἐπιχείρημα τίθησι καί φησιν ὅτι εἰσί τινες οἷς μὲν ἀρέσκει τὰ παρ’ ἡμῶν λεγόμενα, ὅτι οὐκ ὀρθῶς λέγουσιν οἱ περὶ Πρωταγόραν * * * ὁ παρ’ ἐκείνων λόγος ταράττει αὐτούς. φασὶν γὰρ ἐκεῖνοι ὅτι ἐπειδὴ καὶ ὁ νοσῶν ὑπολαμβάνει τὸ μέλι πικρὸν καὶ ὁ ὑγιαίνων γλυκύ, τίνι κριτέον αὐτά; κἂν γὰρ εἴποι ὁ ὑγιαίνων ὅτι ἐγὼ καλῶς λέγω, οὐδὲν ἧττον ἐρεῖ ὁ νοσῶν ὅτι ἐγὼ μᾶλλον καλῶς λέγω· πόθεν γὰρ δῆλον ὅτι οὐ μᾶλλον ἐγὼ ἀληθεύω ἤπερ σύ; καὶ πάλιν ἐπειδὴ τῷ μὲν δοκεῖ τόδε εἶναι, τῷ δὲ τόδε, τίνι κριτέον ἅπαντα ταῦτα; φησὶν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ὁ Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα ἀπορήματα ὅμοια ὑπάρχουσι τῷ ἀπορεῖν, πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν. τὰ γὰρ ὁμολογούμενα οὐ δεῖ ζητεῖν· οἱ γὰρ τοιοῦτοι, ὡς φησιν ἐν τοῖς Τόποις, αἰσθήσεως ἢ κολάσεως δέονται. ἄλλως τε δὴ οὐ δεῖ τὰς ἀρχὰς τῶν ἀποδείξεων ἀποδεικνύναι, ἐπεὶ οὕτως, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, πάντα ἔσονται ἀποδεικτὰ καὶ οὕτως οὐδὲν ἔσται ἀναπόδεικτον. τοῦτο οὖν φησιν ὅτι εἰσὶ δέ τινες οἵτινες ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων ὅτι καλῶς λέγομεν, καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων ὑφορῶνται ἀποροῦντες δι’ αὐτούς, καθάπερ εἰρήκαμεν· ζητοῦσι γὰρ τίς ἐστιν ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ τὸν νοσοῦντα, ἡνίκα ὁ μὲν λέγει ὅτι πικρόν ἐστι τὸ μέλι, ὁ δὲ γλυκύ (ἀμφότεροι γὰρ οὐ πείθονται ἀλλήλοις), καὶ πάλιν ἡνίκα ὁ μὲν φαίη τόνδε πυρέττειν ὁ δὲ μὴ πυρέττειν. ζητοῦσι γὰρ τίνι κριτέον ταῦτα, καὶ ὅλως τὸν περὶ ἕκαστα κρινοῦντα ὀρθῶς, ἐπειδὴ ἀλλήλοις οὐ πείθονται. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα ἀπορήματα ὅμοιά ἐστι τῷ ἀπορεῖν, πότερον καθεύδομεν ἢ ἐγρηγόραμεν νῦν. δύνανται δὲ αἱ ἀπορίαι αἱ τοιαῦται πᾶσαι τὸ αὐτό, πότερον ἐσθίομεν ἢ οὐκ ἐσθίομεν, καὶ πότερον λουόμεθα, εἴ γε μὴ πείθονται ἀλλήλοις οἱ λέγοντες. οἱ τοίνυν τοιοῦτοι πάντων τῶν λεγομένων αἰτίας βούλονται λαμβάνειν· ἀρχὴν γὰρ ζητοῦσι, καὶ ταύτην τὴν ἀρχὴν βούλονται διὰ ἀποδείξεως λαμβάνειν, ὅπερ ἐστὶν ἀδύνατον· εἰ γὰρ τῶν ἀρχῶν ἀποδείξεις ληψόμεθα, ἐπ’ ἄπειρον καταντήσομεν, καὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν· οὐδὲ γὰρ δυνατὸν διελθεῖν τὸ ἄπειρον. ἐπεὶ ὅτι γε οὐ πεπεισμένοι ὑπάρχουσιν2 ὅτι ὅπερ τις νομίζει τοῦτο καὶ ἀληθὲς ὑπάρχει, δηλοῦσιν ἐν ταῖς πράξεσιν· οὔτε γὰρ βουλόμενοι πιεῖν ὕδωρ εἰς κάμινον ἀπέρχονται πυρός. ἀλλ’ ὥσπερ εἴπομεν, τὸ πάθος αὐτῶν τοῦτό ἐστι· λόγον γὰρ ζητοῦσιν, ἐφ’ ὧν πραγμάτων οὐ δυνατόν ἐστιν ἀποδοῦναι λόγον· ἡ γὰρ ἀρχὴ τῆς ἀποδείξεως οὐκ ἔστιν ἀποδεικτὴ οὔτε ἀπόδειξις. οἱ οὖν τοιοῦτοι ἀναιροῦσι καὶ τὰς κοινὰς ἐννοίας βουλόμενοι πάντα ἀποδεικτὰ εἶναι· πρὸς οἷς οὐδὲν ἔσται ἀποδεικτόν.3

“但是在确信这些说法的人之中,以及在仅仅口头谈论这些论辩的人之中,都有一些人陷入困惑。” 从这里起他提出了另一条论证,并且说,有些人虽然赞同我们这方面的说法,即普罗泰戈拉一派说得不对,……但来自那些人的论辩困扰着他们。因为那些人说,既然患病者认为蜂蜜是苦的,而健康者认为是甜的,那么当用什么来判定它们呢?因为即使健康者说“我说得对”,患病者也同样会说“我更说得对”;因为从哪里清楚可知我并不比你更说真话呢?再者,既然这个人觉得是这样,那个人觉得是那样,那么当用什么来判定所有这些呢?因此亚里士多德针对这种困惑说,此类疑难类似于困惑于我们现在究竟是睡着还是醒着。因为人们不应当探求已被公认的事物;正如他在《论题篇》中所说,这样的人需要的是感觉或惩处。尤其是,人们不应当证明诸证明的原理,因为那样一来,正如在《证明论》中所说,一切都将是可证明的,从而没有任何东西是不可证明的了。因此他所说的就是:有些人甚至在确信这些说法(即我们说得对)的人之中也陷入困惑,并且正如我们所说,在仅仅口头谈论这些论辩的人之中,他们也因其缘故而心生怀疑并陷入困惑。因为他们探求究竟谁是判定健康者与患病者的人,当一个人说蜂蜜是苦的而另一个人说是甜的时候(因为双方彼此互不信服),以及当一个人说这个人发烧而另一个人说不发烧的时候。因为他们探求用什么来判定这些,并且总的来说,探求在每一件事情上究竟谁能正确地加以判定,既然他们彼此互不信服。因此亚里士多德说,此类疑难类似于困惑于我们现在究竟是睡着还是醒着。而所有此类困惑都有着相同的意义:我们究竟是在吃还是没在吃,我们究竟是在沐浴[还是没在沐浴],只要说话的人彼此互不信服。因此,这样的人想要获得关于所言说的一切事物的原因;因为他们探求原理,并想要通过证明来获得这个原理,而这是不可能的。因为如果我们去获得诸原理的证明,我们将陷入无穷倒退,从而没有任何东西将是可证明的;因为穿越无穷是不可能的。事实上,他们自身并不确信某人所认定的东西就也是真实的,这一点他们在行动中表明了出来;因为他们想喝水时,绝不会走向着火的炉子。但正如我们所说,他们的毛病乃是这个:在不可能给出说明的事物上,他们却寻求说明;因为证明的原理本身既非可证明的,亦非证明。因此,这样的人由于想要一切都是可证明的,连共通观念也取消了;除此之外,没有任何东西将是可证明的。

语法注3 条
  1. 4.75καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων

    由 καί... καί... 连接的两个属格分词短语皆作不定代词 τινες 的部分属格,表示“在确信这些说法的人之中,以及在仅仅口头谈论这些论辩的人之中(都有一些陷入困惑的人)”。

  2. 4.75ἐπεὶ ὅτι γε οὐ πεπεισμένοι ὑπάρχουσιν

    连词 ἐπεί 用作补充佐证(“事实上……”、“因为确实……”)。句首存在双重嵌套的 ὅτι 从句:第一个 ὅτι 从句(ὅτι γε οὐ πεπεισμένοι ὑπάρχουσιν...)作后置主动词 δηλοῦσιν 的宾语从句,而第二个 ὅτι 从句(ὅτι ὅπερ τις νομίζει...)则说明分词 πεπεισμένοι 的具体内容。

  3. 4.75πρὸς οἷς οὐδὲν ἔσται ἀποδεικτόν

    介词短语 πρὸς οἷς 中的中性复数关系代词 οἷς 用作承接词(相当于 πρὸς τούτοις),指代前句所述内容,意为“除此之外”、“此外”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:284.8-285.11